# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 173.1

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 173.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/173.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/173.1

IX ΠΡΟΤΡΕΠΤΙΚΟΣ. ὅτι οὐκ ἀκολουθεῖν ἀναγκαίων, ἡμέτερον ἂν εἴη μὴ d μαλακίζεσθαι. Τούτῳ μὲν δὴ πρῶτον πλεονεκτοῦμεν καὶ τῶν γενέων καὶ τοῦ ἀδελφοῦ, τῇ βαδίζειν ὁδὸν ἤδη τετραμμένην. ἐπεὶδ’ ὅτι καὶ χωρίων μετελήφαμεν εὐμουσο- 5 τέρων, καὶ οὐ μεταπέμπων ἀναγκαίων ἐκ περάτων γῆς τοὺς διδάσκοντας, ἀλλ’ ὅποι ποτ’ ἂν διατρίβῃς, παροστῶτας ἔχεις καὶ ἀγαπῶντας, καὶ μάλιστα δὴ τοὺς τῆς τέχνης τῆς βασιλικῆς ἐπιστήμονας· ἥς ὑπὸ τὴν σὴν 10 126a μερίδα τὰ ζῷπυρα διασώζεται. εἰσὶ γάρ, ὦ φίλε παι, καὶ ἐν τοῖς λόγοις οἱ μὲν βασιλικοὶ καὶ διοτρεφῆς ἀτεχνῶς, οἱ δὲ ὑπηκόους ἀρέποντες καὶ ἰδιώταις. ὅσοι μὲν πρὸς μέγεθος αἴρουσι τὴν ψυχὴν καὶ ἀσυνάτητος ἐμπιπλάσι καὶ βασιλέα ποιοῦσιν ἑαυτοῦ πρῶτον τὸν 15 μέλλοντα ἐσεσθαι καὶ τῶν ἄλλων, οὗτοι βασιλεῖ πρέποντα ἀκούσματα καὶ διδάγματα, ὅσοι δὲ τὴν γλῶτταν μὲν θεραπεύουσι, τὴν ψυχὴν δὲ ἐῶσιν ἀκόσμητον, οὗτοι δὴ ἅπαντες χθιμαλοὶ καὶ μικροπρεπεῖς καὶ ἐπ’ ὀλίγον b ἀναγκαῖοι τῷ βασιλεῖ. ὥσπερ οὖν ὅπλα οὐ τὰ αὐτὰ 20 ἀναλήψῃ τοῖς ὑπηκόοις οὐδὲ ἐσθῆτα ἀμφιέσῃ παραπλησίαν, οὐδὲ οἰκήσιον ὁμοίαν οἰκήσεις, ἀλλὰ πάντα ἕσται σοι παρὰ τοὺς ἀρχομένους διαφανέστερα, καὶ ἵπποι καὶ κύνες καὶ διάκονοι καὶ ὀχήματα, οὕτω καὶ τῶν λόγων τοὺς ἀρίστους καὶ θειοτάτους κτητέον ἐστί σοι, δι’ οὓς ἐπὶ σοὶ τὴν θειότητα ἀληθεύσομεν. 25

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
