# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 189.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 189.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/189.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/189.3

Καὶ νῦν περίεστιν ἡμῖν οὐ τοὺς νεκροὺς ἀριθμεῖν, ὅσων κρείττους γεγόναμεν, ἀλλὰ τοὺς ζῶντας, οὐδὲ κεκρατηκέναι μέν, οὓς δὲ ἐκρατήσαμεν μὴ ἔχειν. οὕτω γίνονται κρείττους ἄνθρωποι ἀνθρώπων, ἐκείνως δὲ ἄρκτων καὶ συῶν καὶ παρδάλεων. καίτοι γε ἐκείνων σπέρμα κυνηγετοῦντες ὑπολιμπάνομεν, ὁ δ’ ἐξαιρῶν παντελῶς ἀληθῆς τῆς ἄγρας νομίζεται. εἰτα θηρίων μὲν τῶν ἀγρωτάτων, ἃ διεῖργει πρὸς ἡμᾶς οὔχ Ἰστρος οὔδὲ Ῥῆνος, ἀλλ’ ἡ φύσις αὐτή, φειδῶ ποιούμεθα, ὅπως ἂν τῷ γένει σῴζοιτο καὶ διαμένῃ, καὶ δυσχεραίνομεν ἐξηρημένων ἐκ Λιβύης μὲν ἐλεφάντων, ἐκ Θετταλίας δὲ λεόντων, ἐκ δὲ τῶν ἐλῶν τῶν περὶ τὸν Νεῖλον τῶν ἵππων τῶν ποταμίων, ἔθνος δὲ ἀνθρώπων, καὶ εἰ πᾶν φαίη τις βαρβάρων, ἀλλὰ ἀνθρώπων, ἐπηχὸς ὑποκύπτον, ὅφ’ ἡμῶν κεῖσθαι ὁμολογοῦν, οὐ θαυμασόμεθα τὸν μὴ παντελῶς ἐξελόντα, ἀλλὰ περιποιησάμενον καὶ φεισάμενον;

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
