# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 193.2

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 193.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/193.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/193.2

ἀλλαττόμενας παντὶ τῷ διδόντι ἀργύριον ἐν τοῖς δημοσίοις πωλητηρίοις; Εἰ μὲν δὴ ἅπασαι αἱ τέχναι τῶν λόγων θανατοῖς c τέ εἰσι καὶ φιλουφενδεῖς καὶ φορτικαί, οὐχ ἂν εἴη τῇ ψυχῇ τῇ βασιλίδι κόσμος οἰκεῖος, ἀλλὰ πάντες ὑποδεῖς καὶ ἀνάρμοστοι. εἰ δέ τις καὶ λόγων τέχνη ἐστὶν ἀρχικὴ τε καὶ ἐλευθέρα καὶ ἕπονται αὐτῇ αἱ λοιπαὶ ὡς περ βασιλίδι, αἱ μὲν ὑγυυτέρω δερυφοροῦσαι, αἱ δὲ πορρωτέρω, ταύτης ἂν εἴη τοῦτο ἔργον, λέγω δ’ ὁ κόσμος τῆς βασιλίδος ψυχῆς καὶ θεραπεία. μόνη γὰρ αὐτῇ σῶν τε καὶ ἰδεῖν τὴν ψυχὴν ταύτην καὶ ἐρευνῆσαι καὶ μὴ στῆναι ἄχρι τῶν προθύρων καὶ παραπετασμάτων, ἀλλ’ ἐνδύναι εἰς τὸ βάθος καὶ ἐφικέσθαι τῆς καταγωγῆς, ἐν ᾗ κατασχηνοὶ ὁ ἀληθινὸς βασιλεύς, καὶ d οὐκ ἐκπλήττουσιν αὐτὴν οἱ ἔξω δορυφόροι καὶ ῥαβδοφόροι οὐδὲ ἡ πολλὴ περὶ τὰ βασιλεία ἡσυχία, ἀλλὰ τὸν εἴσω θρόνον ἐπιζητεῖ καὶ τὰ ἐν τῇ γνώμῃ βασιλεία, καὶ εἰ ἔχει ἐνυστὴν ἡσυχία καὶ εἰ ἔχει ἐφεστηκασὶ δορυφόροι, μὴ ἄοντες εἰσφοιτᾶν τὸν πολὺν συρφετόν. γένος γὰρ τῇ ἐπιστήμῃ ταύτῃ ἐνεστιν, οὐχ ἔνθεν ποθὲν ἀπὸ 143 τῆς γῆς, ἀλλ’ ἄνωθεν ἐκ τοῦ οὐρανοῦ καὶ τῆς τοῦ Διὸς ἀρχῆς τοῦ πάντων πατέρος καὶ βασιλέως· οὐ γέννημα ἱερὸν καὶ εἰκὼν ἢ ἐπὶ τῆς γῆς βασιλεία. ἄτε οὖν ἀεὶ περὶ τὸ ἀρχέτυπον τεταμένη αὕτη ἡ τέχνη καὶ τὴν εἰκόνα οὐ χαλεπῶς γνωρίζει καὶ ἐξετάζει. εἰκὼν δὲ ἐκεῖνον τοῦ ἀρχετύπου οὐχ ὁ τῷ μεγέθει ὑπερέχων οὐδὲ ὁ τῷ κάλλει τοῦ σώματος, ἀλλ’ οὐδὲ ὅστις ποδωκέστατος, οὐδὲ ὅστις βάλλειν ἐπισχωπώτατος· ταῦτα γὰρ καὶ Καμβύσῃ ὑπῆρχε τῷ μαινομένῳ καὶ Ξέρξῃ τῷ ἀλαζόνι· ἀλλ’ ὅστις τὴν γνώμην θεοειδὴς καὶ διοτριφὴς καὶ Διὸς μήτιν ἀτάλαντος. ὁ γὰρ τοιοῦτος ὑπὸ θάρσους καὶ τοῦ εἰδέναι ὅτι κόσμος ἀποχρῶν αὐτῷ ἡ ἀλήθεια ἀγαπᾷ μὲν καὶ τὰς ἄλλας τέχνας τῶν λόγων, προσκαλεῖται δὲ ἐκείνην μόνην, ἥς ἐπίσταται τὸ ψεῦδος πορρωτάτω

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
