# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 203.1-30

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 203.1 to 203.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/203.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/203.1

XI ΔΕΚΕΤΗΡΙΚΟΣ. ἀλλαττόμεναι παντὶ τῷ διδόντι ἀργύριον ἐν τοῖς δημο- σίοις πωλητηρίοις; Εἰ μὲν οὖν ἅπασαι αἱ τέχναι τῶν λόγων βαναυσοί C τέ εἰσι καὶ φιλοφρονεῖς καὶ φορτικαί, οὐχ ἂν εἴη τῇ ψυχῇ τῇ βασιλίδι κόσμος οἰκεῖος, ἀλλὰ πάντες ὑποδεῖς καὶ ἀνάρμοστοι. εἰ δέ τις καὶ λόγων τέχνη ἐστὶν ἀρ- χική τε καὶ ἐλευθέρα καὶ ἕπονται αὐτῇ αἱ λοιπαὶ ὡς- περ βασιλίδι, αἱ μὲν ἐγγυτέρω δορυφοροῦσαι, αἱ δὲ πορρωτέρω, ταύτης ἂν εἴη τοῦτο ἔργον, λέγω δ’ ὁ κόσ- μος τῆς βασιλίδος ψυχῆς καὶ θεραπεία. μόνη γὰρ αὐτῇ οἷόν τε καὶ ἰδεῖν τὴν ψυχὴν ταύτην καὶ ἐρευνῆ- σαι καὶ μὴ στῆναι ἄχρι τῶν προθύρων καὶ παραπετασ- μάτων, ἀλλ’ ἐνδύναι εἰς τὸ βάθος καὶ ἐφικέσθαι τῆς καταγωγῆς, ἐν ᾗ κατασκήνῳ ὁ ἀληθινὸς βασιλεύς, καὶ D οὐκ ἐκπλήττουσιν αὐτὴν οἱ ἔξω δορυφόροι καὶ ῥαβδοφό- ροι οὐδὲ ἡ πολλὴ περὶ τὰ βασιλεία ἡσυχία, ἀλλὰ τὸν εἴσω θρόνον ἐπισχεῖ καὶ τὰ ἐν τῇ γνώμῃ βασιλεία, καὶ εἰ ἔχει ἔννοιαν ἡσυχία καὶ εἰ ἔχει ἐφεστήκασι δορυ- φόροι, μὴ ἄντες εἰσφοιτῶν τὸν πολὺν συρφετόν. γένος γὰρ τῇ ἐπιστήμῃ ταύτῃ ἐνοσίαν, οὐχ ἐνθεν ποθὲν ἀπὸ 143 τῆς γῆς, ἀλλ’ ἄνωθεν ἐκ τοῦ οὐρανοῦ καὶ τῆς τοῦ Διὸς ἀρχῆς τοῦ πάντων πατὴρος καὶ βασιλέως· οὐ γέν- νημα ἱερὸν καὶ εἰκὼν ἢ ἐπὶ τῆς γῆς βασιλεία. ἄτε οὖν 1 ἀεὶ περὶ τὸ ἀρχέτυπον τεταμένη αὐτῇ ἢ τέχνη καὶ τὴν εἰκόνα οὐ χαλεπῶς γνωρίζει καὶ ἐξετάζει. εἰκὼν δὲ ἐκεῖ- νον τοῦ ἀρχετύπου οὐχ ὁ τῷ μεγέθει ὑπερέχων οὐδὲ ὁ τῷ κάλλει τοῦ σώματος, ἀλλ’ οὐδὲ ὅστις ποδωχέστα- τος, οὐδὲ ὅστις βάλλειν ἐπισκοπώτατος· ταῦτα γὰρ καὶ Καμβύσῃ ὑπῆρχε τῷ μαινομένῳ καὶ Ξέρξῃ τῷ ἀλαζόνι· ἀλλ’ ὅστις τὴν γνώμην θεοειδὴς καὶ διοτρεφὴς καὶ Δι- b μῆτιν ἀτάλαντος. ὁ γὰρ τοιοῦτος ὑπὸ θάρσους καὶ

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
