# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 206.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 206.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/206.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/206.3

Ἴνα γὰρ τὰλλα πάρω, ἐν ἔχωκεὶ τεκμήριον ἐκλογίσασθαι τῆς περὶ ταῦτα ἐπιμελείας. ἔρω δὲ οὐχ ἀκοὴν ἀλλοτρίαν, ἀλλ’ ὅν αὐτὸς γέγονα θεατής. ἔστε δήπου τοῦτο ὅσοι γεγόνατε ἐπὶ τῆς χώρας ἐκείνης, ἡ καλλίστη μέν ἐστι τῆς Σκυθικῆς τῆς ὑπὸχθον, ἥκιστα δὲ ἀσφαλὴς πρὸς τοὺς βαρβάρους, οὐ καθαροῦ διαρρέοντος αὐτὴν τοῦ ποταμοῦ, ἀλλ’ ἀναπεφυρμένου τῇ γῇ, καὶ τεναγοὺς κόλπον ποιοῦντος εἰσέχοντα ἐπιπολὺ τῆς ἠπείρου, οὔτε ναυσὶν ὄντα πλωτὸν οὔτε βατὸν πορευσίμοις. αὕτη τούτων ἡ χώρα τῶς μὲν ὀρμητήριον καθίστηκεν ταῖς ἐξδρομαῖς τῶν πολεμίων, στρατῷ μὲν ἀθρόῳ καὶ προφανεῖ μὴ διαφρούντων διὰ τὸ πρόσχημα τῆς εἰρήνης, κλωπείας δὲ καὶ κακουργίας ἐν τοῖς μονήρεσι πλοίοις ποιούμενοι καὶ ναυλοχούντες περὶ τὰς νησίδας ἐνέπιπτον ἐξαίφνης τοῖς προσειωθόσιν. εἶτα ἐν ὅσῳ συνησθάνοντο οἱ φρουροὶ πόρρωθεν ἀλλήλων ἀφεστηκότες, καταδραμόντες ὅσα οἷόν τε ἦν ἐγκατεδύοντο τῷ ποταμῷ, τούντεως δὲ ἄπορον ἦν τὸ διώκειν, μήτε πλεῖν μήτε βαδίζειν συγχωροῦντος αὐτοῖς τοῦ τεναγοῦς. καὶ τὸ πρᾶγμα οὐκ ἦν ἀνεκτὸν, ἐν ὀφθαλμοῖς λεηλατεῖσθαι ἀμηχανούντας πρὸς τὴν τιμωρίαν. ἀλλ’ ὁ βασιλεὺς οὔτε πρὸς τὴν φύσιν τοῦ τόπου δυσμήχανος ἦν, ἀλλ’ ἐξευρὼν τῆς γῆς ἐκείνης λεπτὴν ταινίαν ἐς τὸ τὴναγος προσιούσαν καὶ τελευτῶσαν εἰς ὕχθον ὑψηλόν, ἐξ οὗ πᾶν τὸ περὶξ ἀποπτον ἦν, ἐπετείχισε φρούριον ἐκ καινῆς, ἀμυδροῖς τῖχεσιν ἀκολουθήσας, ὃ τῶν προτέρων, τις αὐτοκρατόρων διὰ μὲν τὸ χρήσιμον κατεβάλετο, πρὸς δὲ τὴν δυσχρείαν αἰκείετο. ὅπου γὰρ οὐ λίθος πλησίον, οὐ πλίν-

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
