# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 214.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 214.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/214.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/214.3

Ἴνα γὰρ τὰλλα παρῶ, ἐν ἐξαρκεῖ τεκμήριον ἐκλογίσασθαι τῆς περὶ ταῦτα ἐπιμελείας. ἐφ’ ᾧ οὐχ ἀκοὴν ἀλλοτρίαν, ἀλλ’ ὧν αὐτὸς γέγονα θεατής. ἔστε δήπου τοῦτο ὅσον γεγονότε ἐπὶ τῆς χώρας ἐκείνης, ἡ καλλίστη μέν ἐστι τῆς Σαυδικῆς τῆς ὑψηλοῦ, ἥκιστα δὲ ἀσφαλὴς πρὸς τοὺς βαρβάρους, οὐ καθαροῦ διαρρέοντος αὐτὴν τοῦ ποταμοῦ, ἀλλ’ ἀναπειφυμένου τῇ γῇ, καὶ τεναγῶν κόλπων ποιοῦντος εἰσέχοντα ἐπιπολὺ τῆς ἡπείρου, οὔτε ναυσὶν ὄντα πλωτὸν οὔτε βατὸν πορευσίμοις. αὕτη τοίνυν ἡ χώρα εἰὼς μὲν ὁρμητήριον καθιεστήκει ταῖς ἐκδρομαῖς τῶν πολεμίων, στρατῷ μὲν ἀθρόῳ καὶ προφανεῖ μὴ διαρροῦντι διὰ τὸ πρόσχημα τῆς εἰρήνης, κλεπείας δὲ καὶ κακουργίας ἐν τοῖς μονήρεσι πλοίοις ποιούμενοι καὶ ναυλογοῦντες περὶ τὰς νησίδας ἐνέπιπτον ἐλαφρῶς τοῖς προσοικοῦσιν. εἶτα ἐν ὧν συνηθάνοντο οἱ φρουροὶ πόρρωθεν ἀλλήλων ἀφεστηκότες, καταδραμόντες ὅσα σὺν τε ἦν ἐγκατιδύοντο τῷ ποταμῷ, τοὺν τεθὸν δὲ ἀποροῦν ἦν τὸ διώκειν, μήτε πλεῖν μήτε βαδίζειν συγχωροῦντος αὐτοῖς τοῦ τεναγοῦς. καὶ τὸ πρᾶγμα οὐκ ἦν ἀνεκτόν, ἐν ὀφθαλμοῖς λεληθεῖσθαι ἀμηχανοῦντας πρὸς τὴν τιμωρίαν. ἀλλ’ ὁ βασιλεὺς οὔτε πρὸς τὴν φύσιν τοῦ τόπου δυσμήχανος ἦν, ἀλλ’ ἐξευρὼν τῆς γῆς ἐκείνης λεπτὴν ταινίαν ἐς τὸ τέναγος προσιούσαν καὶ τελυττώσαν εἰς ὕχθον ὑψηλόν, ἐξ οὗ πᾶν τὸ περὶξ ἀποπτον ἦν, ἐπετείχισε φρούριον ἐκ καινῆς, ἀμυδροῖς τείχεσιν ἀκολουθήσας, ἃ τῶν πρώτερων τις αὐτοκρατόρων διὰ μὲν τὸ χρήσιμον κατεβάλετο, πρὸς δὲ τὴν δυσχρείαν ἀπεῖπεν. ὅπου γὰρ οὐ λίθος πλησίον, οὐ πλίν·

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
