# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 231.33-232.31

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 231.33 to 232.31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/231.33
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/231.33

τοῦ εἰδέναι ὅτι κόσμος ἀποχρῶν αὐτῷ ἡ ἀλήθεια ἀγα- πᾷ μὲν καὶ τὰς ἄλλας τέχνας τῶν λόγων, προσκαλεῖται δὲ ἐκείνην μόνην, ἥς ἐπίσταται τὸ ψεῦδος πορρωτάτω XI ΔΕΚΕΤΗΡΙΚΟΣ. ἀπριισμένων, καὶ ταύτην μόνην οὐκ ἀποκνεῖ εἰσπράτ- τεσθαι, οἷόν τινα ἐτήσιον τοῦ ἔργου εἰσφοράν. ἀλλὰ καὶ μελλούσης οὐ καρτερεῖ καὶ εὐλαβουμένης οὐ ζυγχω- ρεῖ καὶ χρόνον αἰτούσης εἰς τὴν παρασκευὴν οὐκ ἀνέ- χεται. καὶ ἔστι μὲν δὴ ἀτεχνῶς λόγος ἔργου σκιή· ὁ δὲ καὶ μᾶλλον αὐτὸν ποιεῖ σκιάν, ἐπαίγων τε καὶ ἐπα- ναγκαίων. Καὶ μὴ δυσχεράνητε πρὸς τῶν Μουσῶν, ὦ φίλοι ἑταῖροι, εἰ φαντομένην ἐγὼ ἐπιγαυρούμενος τῇ εἰσπράξει τοῦ βασιλέως, ἣν με ἐφ’ ἀπάντων ὑμῶν εὐθὺς τε ἰδὼν εἰσπράττετο καὶ οὐκ ἀνῆκεν ἐραζῆς, ὡς ἦκον αὐτῷ συσκευασάμενος τὰ δῶρα, ἄττα ἐν ὀλίγῳ δεδύνημαι. εἰ δ’ ἔπειτα ἐπόχρεως ἦν ἡ χρυσίου ἢ ἱματίων, πάν- τως ἂν με ἀφῆκεν, εἰ οἶδα, καὶ ἀπευνάμην ἂν καὶ ἐγὼ τοῦ κύκλου τῆς δεκάδος τῶν εὐδαιμόνων ἐνιαυτῶν, ὡς- περ οἱ γεωργοί. νῦν δὲ ἐκείνοις μὲν πον ἀφήσει οὐκ εἰς μακρὰν τὰ ἐλλείμματα, ἀφήσει δὲ καὶ ἑτέροις πολ- λοῖς βαρύτερα ὀφλήματα τῶν χρημάτων· τοῖς λόγοις δὲ οὐκ ἀφήσει τὸ ὀφλημα οὐδὲ χαριεῖται, ἀλλὰ καὶ φιλο- νειχήσει καὶ φιλοτιμήσεται τὴν φιλονεικία, καὶ οὐκ ἐπο- στήσει ἀρχὴν τῇ εἰσπράξει ταύτῃ οὐδὲ στρατιώτην, ἀλλὰ αὐτὸς εἰσπράξεται δι’ ἑαυτοῦ καὶ αὐτὸς ἀποδέξε- ται, μᾶλλον δὲ αὐτὸς ἔσται τὸ ταμιεῖον καὶ οὐκ ἀπα- ναλώσει τοῦδε τοῦ θησαυροῦ οὐδὲ προήσεται, ἀλλὰ τὸ χρυσίον μὲν δαπανήσει καὶ τὸ ἀργύριον καὶ τὰς χλαμύδας καὶ τοὺς χιτῶνας, τὰ δὲ ἕμα δῶρα καταση- μανεῖται καὶ περιώσει σὺν ἑαυτῷ καὶ ἢ ἂν μὴν καὶ ἢ ἂν βαδίζῃ. καίτοι ψμην αὐτῷ καταχορῆς τε ἤδη καὶ πλήθμιος εἶναι τοσαῦτα μὲν ἐν τῇ βασιλίδι πόλει, τοσαῦτα δὲ ἐπὶ τῷ Ἰστρῳ διειλεγμένος· ἀλλὰ γὰρ ἔοικεν ὁ ἀνὴρ νίκης μὲν οὐκ εἶναι ἀκόρητος, ἀλλὰ καὶ ἔχων κατατίθεσθαι, τῶν δὲ XI ΔΕΚΕΤΗΡΙΚΟΣ.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
