# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 24.4

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 24.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/24.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/24.4

Νῦν σοι πρῶτον εἰσέρχεται λόγος, ὦ βασιλεῦ, ἐλεύθε- 1 a ρὸς τε καὶ ἀψευδὴς ἐπαινέτης, καὶ ὄνομα οὐδὲ σμικρὸν ἔχων εἶναι προοῖκ’ ἂν οὐ τὰς εὐθύναις οὐχ ἔχει δοῦναι φιλοσοφία. διόπερ ἀναγκαῖον αὐτῷ μόνα ἀ τεθαύμαχεν ἐπαινέσαι. τεθαύμαχε δὲ σοῦ μᾶλλον ἐν ἀγαθῶν τῆς ψυχῆς ἢ σύμπαντα ἄμα τὰ κτήματα· οἱ δὲ πολλοὶ ἐπαινέται ἐκεῖνα μᾶλλον ὁρῶσι τε καὶ ἄδουσιν ἐν τοῖς λόγοις, 2 a τῆς τε ἀρχῆς τὸ πλήθος καὶ τῶν ὑπηκόων τὸν ἀριθμὸν καὶ φάλαγγας ὀπλιτῶν ἀμάχους καὶ ἱππικὰς ἵλας καὶ παρασκευῆς πολὺν τινὰ πλοῦτον καὶ ὅπλων’ ἀμήχανα φράγματα καὶ δράκοντας λεπτῶν ὑφασμάτων, μετεώρους ἐκ περιχρύσων καμάχων, ὑπὸ τοῦ πνεύματος μετουμκένους τε καὶ δονούμενους. ὅσοι δὲ αὐτῶν κομψότεροι, μᾶλλον σοι προσίασιν ἐγγυτέρω, στεφάνου τε ἀπτόμενοι καὶ χλαμύδος καὶ ζωῆς ἀμηχάτου καὶ χιτῶνος μαρμαρυγῶν... οἱ δὲ ἐτι καὶ μᾶλλον οἶον, ἤδη σοῦ θυγάτεριν δοκοῦσιν, οἱ τὴν ἐνόπλιον χορείαν διεξιόντες καὶ τὰ κοῦφα ἐν πολλῷ αἰθήρῳ ὀκιστήματα καὶ τοὺς ἐπὶ τῶν ἵππων b

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
