# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 243.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 243.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/243.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/243.3

Ἄλλ’, ὦ βασιλεῦ καὶ ὕπατε καὶ πάτερ Ἀνθρακίνων, συναύξαις μὲν τὴν φιλανθρωπίαν τῷ βασιλεῖ, συναύξαις δὲ τῇ φιλανθρωπίᾳ τὸν χρόνον, ποιήσας δὲ ἅμα καὶ τῶν ἐτῶν πολλάκις τοσαύτην, παραστήσας δὲ αὐτῷ καὶ παῖδας συναρχοντας ἤδη ἐγγενεῖς καὶ αὐτοὺς ἀμφιθαλεῖς, ἀμφιδεξίους, θρέμματα ἐσόμενα Πλάτωνος καὶ Ἀριστοτέλους, πατρῴα παραδείγματα ἔχοντες εὐηθείας καὶ εὐμενείας. πρὸς οὓς οὐχέτι μυθολογήσομεν οὔτε Φίλιππον οὔτε Ἀλέξανδρον, ἀλλὰ τὰ σὰ ἔργα αὐτοῖς ἀποχρήσει καὶ οἱ σοὶ λόγοι καὶ ὁπόσους σὺ ἀφήκας ὀργὴν καὶ ὁπόσους οὐκ ἐλπίζουσι συνεχώρησας, καὶ τῷ μειρακίῳ, ὅτι μειράκιον ἦν, καὶ τῷ ἀνόητῳ, ὅτι ἀνόητος ἦν, καὶ τῷ εὐχερεῖ, ὅτι οὐδὲ τούτου ἡ γνώμη εἰστήκει. καὶ ὁφονται αὐτοὺς τοὺς ἄνδρας καὶ ἀκούν-σονται αὐτῶν ἐκείνων ὅτι τὸ μὲν ἐφ’ ἑαυτοὺς καὶ τοῖς νόμοις φροῦδοι ἂν ἦσαν, τὸ δὲ ἐπὶ βασιλεῖ δικειώθησαν καὶ ἐφυλάχθησαν. δικαιοῦ μὲν γάρ, οἶμαι, ἔργον ἐστὶ πάντως τῷ νόμῳ ἀκολουθῆσαι, τὸν δὲ ἀληθινὸν βασιλέα καὶ τοῦ νόμου ἄρχειν προσήκει καὶ πρατύνειν αὐτοῦ τὸν θυμὸν ἐστιν, ὥσπερ κυνὸς γενναίου νομέα, οἵους τοὺς Ἰνδοὺς κύνας φασί. κύων Ἰνδὸς λῖοντα μὲν ἐπέξεισι καὶ παρδάλη, λύκους δὲ παρορᾷ καὶ ἀλώπεκας.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
