# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 261.1

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 261.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/261.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/261.1

XIII. ΕΡΩΤΙΚΟΣ. μηρός καὶ Θυραυλιῶν ἐπὶ θύραις καὶ ἐν ὑπαίθρῳ τὰ πολλά· καὶ ἐν ὁδοῖς διαιτώμενος καὶ ἐπιδυμητὴς αἰεὶ τοῦ καλοῦ καὶ ἀγαθοῦ, καὶ ἕκας ἐπὶ τούτοις, σύντονος, θηριωτής, δεινῶς κλίνων μηχανὰς ἐπὶ τῇ θύρᾳ, καὶ ἔτι φρόνιμος καὶ αἰεὶ φιλοσοφῶν. ὧν τὰ μὲν ἐκ τοῦ πατρὸς τοῦ Πόρου αὐτοῦ παραγίνεται, τὰ δὲ ἐκ τῆς μητρὸς Πενίας. ταῦτα δὴ σοῦ ἀκούων ἐκ μειρακίου μοι ἐφρόντιζα καὶ παιδεύοντος, καὶ ὅτι ἄλλο μὲν τὸ ἔρωστον, ἄλλο δὲ ὁ ἔρως, καὶ ἐκεῖ μὲν δεῖ ζητεῖν τὴν κώστηκα καὶ τὴν καλλονὴν καὶ τὸ ἀνδρεῖον καὶ τὸ πλήθος, τὸν δὲ ἔρωτα γινώσκειν ὅτι ἀπάντων τούτων ἐπιδεής· οὐ γὰρ ἂν ἐφίετο αὐτῶν, εἰπερ εἶχε· ταῦτά σοῦ ἀκούων τὸν ἄλλον ἅπαντα χρόνον ἀνεμαντευόμην ὡς θαυμαστὰ· εἴη καὶ μᾶλλον ἀκόλουθα τὰ ἐκ τοῦ σοῦ λόγου, ὧν πειθώσις ἡμᾶς οἱ παῖδες καὶ οἱ ζωγράφοι, καὶ προσαγέστερα τῷ ἔρωτι καὶ τῶν ἐρώντων, ἐμαντῶ δὲ συμπεσόντα οὐδεπώποτε ἐνέωρων, ἀλλὰ παρήλλαξε τούτων ἐνιαυτῶν ἀριθμὸς ἐπανέντην μὲν τῶν λεγομένων, ἐπίκρατον δὲ ὧν ἐφήρουν. οὔτε γὰρ ὁδὸν ἐμαντῶ συνήδειν μακρὰν οὔτε πορείαν σύντονον οὔτε ὑπαίθρον δίαιταν οὔτε Θυραυλίαν οὔτε σκληρὸν τι καὶ πύχμηρὸν ὑπομείνας οὔτε μηχανὰς ἐπὶ τῇ θύρᾳ πεπλεγμένος τοῦ κάλλους, ἀλλ’ ἐπιδυμητὴν μὲν τῆς ἐρωτικῆς μελέτης οὐ φαῦλον ἐμαντὸν ἠπιστάμην, ἀγνοιστὴν δὲ οὐκέτι καὶ ἀθλοφόρον.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
