# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 262.2

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 262.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/262.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/262.2

Τοιαῦτα παιδικὰ ἐγὼ ζητῶν καὶ διώκων πανταχοῦ ἰχνιλατῶν θαυμαστὰ ἔπασχον οἷα τὸν πρὸ τοῦ χρόνου, καὶ πράγματα εἶχον καὶ παρεῖχον τοῖς γυμνασίοις καὶ ταῖς παλαιίστραις, ὅτῳ ἐντύχομι νέῳ ἀναπειρώμενος 15 καὶ μάλιστα ὅσοι πένθες καὶ ἰδιῶται πατέρων ἰδιωτῶν, ἀπραγμόνων, μικρὰ ἐν ταῖς πόλεσι δυναμένων. ἦκουν γὰρ παρὰ τῶν ποιητῶν ὅτι πενὴ σοφίαν ἔλαχε καὶ τίκτει κόρος ὕβριν καὶ πλησμονὴ τοῦ Κύπριος, καὶ τοῦαῦτα πολλὰ φθόντων, ἡμᾶς πειθόντα τῇ τύχῃ τῇ πολλῇ 20 μὴ συμπεριφέρεσθαι τὴν ἀρετὴν. ἀλλ’ ὅμως καὶ τούτων τῶν νέων οἱ πολλοὶ ἐφαίνοντό μοι αὐτῷ μόνῳ ἐπιλύζεσθαι τῷ θορύβῳ τῆς ἡλικίας. εἰ δὲ τῷ ἡ σκύτος παρῆν, ἡ δύναμις πατέρων, ἡ συγγενῶν, πόθρῳ ἔχρην τοὺς πολλοὺς τούτων ἀσπάζεσθαι, ὡς μακρὰν 25 που ἀποσκηνοῦντας κάλλους ἀληθινοῦ καὶ ἀξιόραστον. τὰς ψυχὰς γὰρ αὐτῶν διαλαμβάνουσαι ἡ τρυφὴ καὶ ἡ κολακεία λώβης ἐμπιπλάσιν ἀδήγητον· ὥστε καὶ εἰ τι ἐνῆν ἄνθος αὐτοῖς ἀμυδρὸν ἀρετῆς, μαραίνεσθαι ἐκείν τούτο καὶ ἀπορρεῖν ὑπὸ τοῦ κλύδωνος τῶν παθημάτων. 30 ταῦτα γοῦν ἐν χρόνῳ μακρῷ ἀνατλὰς καὶ ὠδίνων μὴν τὸν ἔρωτα ἐκείνου τοῦ κάλλους, ὃν φιλοσοφία μοι ὑπε-

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
