# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 27.4

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 27.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/27.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/27.4

cἘγὼ νομίζω τὸν φιλάνθρωπον βασιλέα τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῆς· καὶ οὐκ ἔσθ’ ὅ τι προσδεῖν αὐτῷ εἰς ὁλόκληρον εὐφημίαν. ἐπεὶ δὲ γὰρ ὡς τῷ λόγῳ φαίνεται ὑμῖν φιλανθρώπου ἀνδρὸς εἶναι ἀφικνεῖν τε καὶ βλέπειν ἀνθρώπους καὶ ἐπιβουλεύειν καὶ ταυτόν τι ἐργάζεσθαι, καθάπερ μισοῦντα; ἢ τοῦτο καὶ γελοῖον ὑπολαμβάνειν; οὐκοῦν ἐν τῷ τοιούτῳ αὐτῷ ἀνάγκη καὶ δίκαιον εἶναι. τί δαί;, ἀκαλασταίνεω εἰς ἀνθρώπους ἢ ξυμβρίζειν μῶν ἐδηλήσειεν ἂν ὁ φιλάνθρωπος; ἢ πάντως ἡμαρτα; πῶς γὰρ ἂν τοὔνομα ἀληθείας; οὐκοῦν τόδε γε αὖ πάλιν σωφροσύνην αὐτῷ dμαρτυρεῖ. ἀλλ’ ἄρα· ὁ φιλῶν τι καὶ περὶ πλείστου ποιούμενος προοῖτο ἂν αὐτὸ πολεμῶ διαφθάραι ἐπικηροῦντι, ἢ διαμαρτοῖτο ἂν παντὶ σθένει καὶ ἔργοις τὴν λῶβην; τῷ οὖν ἀνδρεῖῳ μᾶλλον καλεῖσθαι προσήκει; πότερον δ’ ὁ τὰς τῶν ἄλλων ὀργὰς ἀπερύκων αὐτὸς ἂν

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
