# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 298.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 298.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/298.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/298.3

Ἐγὼ δὲ οὐ φαυλότερον τίθημι τούτων τῶν ἀριθμῶν τῶν Ἀλεξάνδρου τροπαίων· ἐκεῖνο μέν γὰρ καὶ Ἀσπάσιος ἠμωμήθη καὶ Παρμενίων καὶ οἱ πεζευφοι καὶ οἱ Ἀρριάνου, ταύτης δὲ μόνης τῆς νίκης αὐτοῦρὸς ἐσὶ καὶ αὐτοκράτωρ, καὶ ταύτην ἐποικοδομῶν ἀπὸ καὶ συναύξων ἀναβήση, ὥσπερ βαθμοὺς χρώμενος ταῖς εὐποιίαις, ὧν οὐδὲν ἄνω καὶ ἐγγὺς τῆς κλίμακος τοῦ Διός. οὗτοι γὰρ μόνοι οἱ βαθμοὶ ἀνάγουσιν εἰς τὸν οὐρανόν, οὐχ Ὄσσα οὐδὲ Ὀλυμπος οὐδὲ Πήλιον, ἀλλ’ ὅσοι ἄλλοις τῶν ἀνθρώπων βουλαὶ καὶ ἐλπίδες· μόνῳ δὲ ἀμβατὸν εὐρανοῦς ὅτῳ ἔνεστιν οἰκοδομεῖν τὴν ἀνάβασιν ταύτῃ εὐεργεσίαις ἀνθρώπων. καὶ περὶ τούτου μᾶλλον προσήκει ἀμφισβητεῖν τὴν Πυθίαν,

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
