# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 30.1-33

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 30.1 to 30.33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/30.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/30.1

I ΠΕΡΙ ΦΙΛΑΝΘΡΩΠΙΑΣ. τῆς οἰκίας ὑπὸ καμάτων καὶ ἀσχολίας· οἰμώζεται μὲν οὖν ὁ τοιοῦτος, εἰ μὴ σφόδρα εὐλαβὴς εἴη καὶ ἥμερος· ἀλλ᾽ ὅταν ἐκείνῳ τὸ ὅμμα γαλήνην ἔχῃ, Ὦς λαοὶ τ᾽ ἐπιστρέφονται καὶ τόσσα μέμηλεν, αὕτη ἐστὶν ἡ πολίμωρος εὐτυχία. οὐκ εὔχεται ναύκλη- ρος οὐδὲ ἔμπορος τῶν Χαλκιδικῶν πορθμῶν εὔδιον εἶναι — πόσους γὰρ αὐτὸν ἢ πλέουσι ν ἢ θείωνται; — ἀλλὰ τῶν Ἑλλησπόντου καὶ τῶν Αἰγαίου καὶ τῶν Ἰόνιον, οὓς πᾶσαι τέμνουσι ν αἱ φορτίδες. καὶ τοίνυν εἰ βασιλέως ψυχὴ μὴ κυμαίνει μηδὲ θυμοῦ καὶ ὀργῆς πνεύματα ἀγρια κυκὰ τε αὐτήν καὶ ταράττει ῥαδίως ἐξ ὀλίγης ἀρχῆς ῥιπύζομενα, τότε ἔξεστιν αὐτῷ μόνον ἔμπορους καὶ ναύτας, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις τὸν βίον διαπλεῖν ἀσφαλῶς, ὁμοίως ὅστις τε μεγάλης νεώς ἐπιβέβηκεν ὅστις τε ὀλίγης ἀκάτου, ὃ τε πηδάλιον τε κατέχων ὁ τε ὑπηρέσιον εἰληφώς. ἀλλὰ καὶ εἰ τις ἀξύμβολος ἐπι- βαστεύειν ἐθέλει, καὶ τούτῳ δίδωσι ν ὅμως ὁ πλοῦς, ἀπνοός τε ὢν καὶ λεῖος καὶ σταθρός. Σφαλερὸν μὲν γὰρ παν καὶ ἰδιώτῃ ῥαδίως ὀργῆς ἁλίσκεσθαι, σφαλερώτερον δὲ ὅτῳ ἔξεστιν ἅπαντα ποιῆν ὀργισθέντι. ἐγὼ μὲν γὰρ οἶμαι τὴν ὀργὴν μανίαν ὀλι- γοχρόνιον εἶναι, ἀλλ᾽ ἀβλαβέστερος ὅμως τοῖς πέλας ὁ ξυν ἀσθενείᾳ μεμηνώς τοῦ μετὰ ῥώμης τε καὶ ἰσχύος. ὁ μὲν γὰρ ἑαυτῷ πράγματα ἂν μόνῳ παράσχῃ, τοῦ δὲ τῆς νόσου καὶ ἄλλοι ξυναπολαύσουσι. καὶ τοι πόσους ἂν καταξίειν ἢ ἀποκτείνειν Πολυδάμας ἢ Γλαῦκος με- λαγχολῶν; τῆς δὲ Καμβύσου μανίας φῦλα ὅμαῦ καὶ ἔθνη ξυνήσθετο. Πολλὰ οὖν ἔγωγε ἀγάμενος βασιλέως, μάλιστα ἀγαμαι τῶν λοιπῶν, ὅτι πᾶν τὸ θυμοειδὲς τῆς ψυχῆς ὡσπερ σίδηρον ἐμάλαξε καὶ χρησίμων ἀντὶ ἀχρήστου ἐποίησε, μᾶλλον δ᾽ ὠφέλιμον ἀντὶ βλαβεροῦ. οὐ γὰρ 7, 3 ἐκείνῳ] ἐκεῖνο A. 9 καὶ τοίνυν εἰ A. ὅτι τοίνυν ἡ H. 17 τούτῳ A. τοῦτο H. 16 ἀξύμβολος] ἀξύμβου- 20 ἅπαντα] ἂν ἅπαντα A.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
