# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 31.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 31.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/31.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/31.3

8a Ἐτι τοίνυν ὅτι μᾶλλον βασιλικωτέρα φιλανθρωπία τοῦ λοιποῦ χοροῦ τῶν ἀρετῶν καὶ τῆδε ἀν μάθοις. ὁ τοῦ ξύμπαντος οὐρανοῦ βασιλεὺς σώφρων μὲν ἢ καρ- 15 τερικὸς ἢ ἀνδρεῖος ὑπὸ τῶν ἀνθρώπων οὐχ ὀνομάζεται· τί γὰρ ἢ φοβερὸν αὐτῷ πρὸς ὃ δεήσεται τῆς ἀνδρείας, ἢ ἐπίπονον οὐ κρατήσει τῇ καρτερίᾳ; ποῖαι δὲ σωμάτων ἡδοναὶ ὧν οὐχὶ ἀλίσκεται σωφροσύνη;· ἐκ δὲ καὶ τὸ δίκαιον ἐν ξυμβολαίοις καὶ κοινωνίᾳσι πρὸς τοὺς ξυν- 20 b θεινοὺς, τὸν βίον καὶ τοῦτο πῶς ἂν ἴσως ῥῦπαινοι τὸν ὑπεράνω ξυνθήκης πάσης. ἀλλ᾽ ὅπερ ἔφην, ταῦτα μὲν ἀπιαξιοῦμεν τοῦ θεοῦ τὰ ὀνόματα ὡς φαυλότερα καὶ ἐλάττω, φιλάνθρωπον δὲ αὐτὸν καλοῦντες οὐχ ἀμσχυνόμεθα. αἴτιον δέ· πέφυκεν ἀνθρώπου διάνοια πᾶν 25 ἐλαττον ἐκείνου νομίζειν, ὃ καὶ ἐν τινὶ τῶν ἀπ᾽ ἐκείνου δυνατὸν ἐξευρεῖν. οὕτως οὖν οὐσίαν τε ὑπερούσιον καὶ ὑπερδύναμον δύναμιν καὶ ὑπεράγαθον ἀγαθότητα προστίθησιν ἡ διάνοια τῇ πάντων πηγῇ, ὀκνοῦσα ὅμως

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
