# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 339.5

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 339.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/339.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/339.5

καὶ οὐδὲν ῥῆμα αὐτοῦ παλινάγρετον οὐδ’ ἀπατηλόν οὐδ’ ἀτέλεστον. Ἄλλ’ ἰδοὺ τὸ ἐχθίστον ὄνομα Σκύθαι ὡς νῦν ἀγαπητόν, πῶς νῦν κεχαρισμένον, πῶς νῦν προσήκορον. συμπανηγυρίζουσι ν ἡμῖν τὴν τοῦ στρατηγοῦ πανήγυριν, ἣν οὐ καλῶς ποιοῦντες ἐάσωσαν, καὶ συνεορτάζουσι τὰ καὶ τῶν ἐαυτῶν ἐπινίκια. εἰ δὲ μὴ πρόφριζοι παντελῶς ἀπολωλασιν, οὐ χρὴ δυσχεραίνειν· λόγου γὰρ καὶ φιλανθρωπίας αἱ νῖκαι τοιαῦται, οὐχ ἀνελεῖν, ἀλλὰ βελτίους ποιῆσαι τοὺς λελυπηκότας. ἔστω γὰρ ὅτι καὶ τὸ ἀνελεῖν ἦν ἐν ῥασιώτῃ καὶ δράσαι πάντα ὑπῆρξεν ἄν ἡμῖν, ἀντιπαθεῖν δὲ μηδ’ ὁτιοῦν, καὶ τοῦ γε ἐκ τῶν πολλάκις συμβεβηκότων οὐ ταῦτα ἦν ἀκόλουθα καὶ εἰκότα, ἀλλ’, ὅπερ εἶπον, ἔστω καὶ τοῦτο κεῖσθαι ἡμῖν ἐπ’ ἐξουσίας. πότερον οὖν βέλτιον νεκρῶν ἐμπλήσαι τὴν

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
