# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 402.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 402.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/402.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/402.3

Πολλάκις δὲ ὅλην ἄρας τὴν μηχανὴν θεοὺς τε καὶ δαίμονας τῷ δράματι ἐπεισάγεις. ἡ γὰρ οὐ τοιούτῳ τι πρὸς Διὸς ἢ κατὰ τῶν ἁνθρώπων συκοφαντία; καὶ ὡς δοκεῖ, ὁ λυσιμελὴς ὕπνος καὶ ὁ πανδημέτωρ τοὺς μὲν ἄλλους κακοῦργους κατακοιμίζει, τῷ κακηγόρῳ δὲ ἀφορμὴ γίνεται τῆς μοχθηρίας. καὶ εἰ μὲν τι αὐτῷ χρηστὸν καὶ εὐήμων ὄναρ ἐπισταῖν τῇ κεφαλῇ, ἀμέληρόν τε ὅντως ἐστὶ καὶ διὰ τῶν ἐλεφαντίνων ἤκει πυλῶν, τοῖς δὲ λουδόροις τε καὶ βασκανοῖς ἀναπεπταμέναι εἰσὶν αἱ πύλαι τῶν κεράτων, μᾶλλον δὲ οἱ μὲν ὄνειροι οὔτε ἥκουσιν οὔτε βούλονται, αὐτοὶ δὲ ἕλκουσι καὶ παράγουσι. καὶ ἀκούση ἐκθὲν ἀνδρὸς κακηγόρου σκυθρωποῦ τε καὶ συννεφoῦς, ὅτι πράγματα ἔσχεν ἐν τῇ νυκτὶ τῇ προτέρας ὑπὸ τῶν δαιμόνων, ὅτι συνειθίζε τῷ δεῖν, καὶ συνεστιάθη ἀνδρὶ ἐξαγίστῳ τε καὶ ἀλάτορι καὶ τὰ καὶ τὰ ἐργαζομένῳ, καὶ δέος μὴ καὶ σύμπασα ἡ πόλις ἀπολανύσῃ τι κακὸν τοῦ ἀνθρώπου. ἄρα ὑμῖν ὁ τοιούτος ὕπαρ τε καὶ ὄναρ δοκεῖ ἂν ποτε δυνηθῆναι ἀφέμενος τοῦ σκαιoῦ τε καὶ ἐπαριστεροῦ τρόπου ἐπιδέξια ἀναβάλλεσθαι καὶ λαβὼν ἁρμονίαν λόγων ἀληθινὴν ὑμνήσαι βίον θεῶν καὶ ἀνθρώπων, οἷα καὶ Ὁμήρῳ Ἀχιλλεὺς ἔδει, ἵνικα ἀπόμαχος ἦν, ἢ μᾶλλον οἷα καὶ αὐτὸς Ὅμηρος; ἵστε γὰρ πoὺ ὅτι Ὅμηρος πάντα ὅσα ὀνομάζει καὶ ἐπαινεῖ καὶ οὐδὲ τὰ πᾶν φαῦλα ἀπαξιοῖ τῆς ἀγαθῆς μαρτυρίας, ἀλλὰ καὶ τὰ πέλhλα αὐτῷ καλὰ καὶ αἱ μᾶστιγες ἅπασαι φαίνhαι.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
