# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 424.1

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 424.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/424.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/424.1

ΚΧΙΙ. ΠΕΡΙ ΦΙΛΙΑΣ. τερα γίνεται αὐτὰ τε αὐτοῖς καὶ τοῖς πεπαιδευμένοις ἀμείνων μὲν ἵππος, ἀμείνων δὲ βοῦς, ἀμείνων δὲ κύων, εἰ τὸν μὲν ἱπποκόμος, τὸν δὲ γεωργὸς θεραπεύει, τὸν δὲ κυνηγέτης· ἀκομιστία δὲ οὐχ ἵππον μόνον καὶ κῶνα, ἀλλὰ καὶ ἀσπίδα καὶ λόραγ καὶ δόρυπανον θολλύει· οὔτω δὴ καὶ φιλίαν ἐπιμέλεια μὲν εὐ διατίθησι, ῥαθυμία δὲ ἀχροσφαλῆ καὶ σαθρὰν ἀπεργάζεται. μὴ γὰρ δή οἷον, εἰ μὲν οἰκίαν οἰκονομήσας, δεῖσθαι αὐτὴν καὶ συνεχῶς θεραπείας, εἰ μὴ μέλλει τάχιστα διαρρύσεσθαι, εἰ δὲ φίλον σπανῶ καταδεσάσας, τοῦτο οὐ χρήζειν συντηρούσης ἐπιμελείας. ἀλλ’ ἄρα τὸ μὲν δωμάτιον οὐκ ἕκασιν ἀτημελές, εἰ τι αὐτοῦ κυνηθεῖν ἢ χειμῶνος ἐπιβρίσαντος ἢ πνεύματος ἐπιγενομένου ἢ ὑδατος λάβρου καταρραγέντος, τὸν φίλον δὲ ἀφήσεις εἴτῃ λύπης ἢ νόσου καταλαβούσης, ἢ τινος ἄλλης ἐμφορᾶς οὐκ εὐδαίμονος; καίτοι γε ὁ μὲν τοῖχος διαρρνεῖς οὐδὲν ἂν σε πλείον λυπήσειν τοῦ διεφθαρμένα, οὐδὲ τῶν ἄλλων ὀργάνων ἢ κτημάτων οὐδὲν αὐτοῦ τοῦ διολέσθαι χαλεπώτερον ἐργάσοιτο ἂν τι τῶν ῥαθυμήσαντα· φιλία δὲ παροφθείσα οὐ διαφθείρεται μόνον, ἀλλὰ καὶ γίνεται ἐχθρά, ἣς ἥς μάλιστα τὰ κακὰ τοῖς ἀνθρώποις συμβαίνει, ὅταν συμβαίνῃ.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
