# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 428.1

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 428.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/428.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/428.1

XXII. ΠΕΡΙ ΦΙΛΙΑΣ. ἀρεστώσιν τὰς ἐπιβουλάς, καὶ μάλιστα μὲν ἀποκλείειν προσιοῦσαν καὶ ἀπωθεῖσθαι· εἰ δὲ οὖν σε λάβῃ παρεισδῦσα, μήτοι κατακρύπτειν εἰσδεξάμενον μηδὲ ἐντὸς ἔχειν ἐργαζομένων, ἀλλ’ εἰς φανερὸν προάγειν καὶ διελέγχειν. ὅψει γὰρ ἰλλυγώσαν εὐθὺς καὶ λυγίζομένην καὶ βατταρίζουσαν, καὶ οὐκ ἔχουσαν ὅ τι χρήσεται. καὶ εἰ τοῦτο ὑπομείνεις ἅπαξ, οὐ μὴ ποτε ἐνοχλήσει λοιπὸν, ἀλλ’ οὐδ᾽ ἂν ἀποπυράσειν οὐδ᾽ ἂν προσέλθοι πλησίον. ὅσοι δὲ αὐτῇ τῶν ἀνθρώπων ἠσθησάν τε προσιοῦση καὶ τὸ θύριον εὐμενῶς ἀνεπέτασαν, οὗτοι δὴ ἥκιστα ἀπολαύουσι τῆς φιλανθρωπίας. ἐξίστανται γὰρ ὑπ’ αὐτῆς καὶ οὐδὲν διαφέρουσι τῶν μεμηγότων. ἀθροι δὲ ὡς ὅμοια πάντα τὰ ἔργα αὐτῶν καὶ τὰ πάθη. δεδίασι γὰρ καὶ ὑφορῶνται οὐδ᾽ ἥκιστα ἔχον, ὥσπερ οἱ τὰ ὑδάτια εὐλαβούμενοι ἢ ὥσπερ ὁ μελαγχολῶν Ὀρέστης ἐν ταῖς τραγωδίαις πρὸς τὴν ἀδελφὴν βοᾷ θεραπεύουσαν τὸ νόσημα. τὸ δὲ ἀπάντων ἐλεεινότατον, ὁπλίζονται ἐπὶ τοὺς φιλάτους καὶ ἥκιστα ἂν κατακτάνοιεν. τοῦτο αὖ πάλιν ἐκάρου λυττῶντος ἔργον καὶ ἐτέρας τραγῳδίας.... Αἰσώπου δὲ τοῦ μυθοποιοῦ, πολλαχῇ τε ἄλλη μνημονεύειν ἐπωφελῶς καὶ ὅσα εἰς διαβολὴν εὖ ἔχοντα ἀπολέλοιπεν. ἀεὶ μὲν γὰρ αὐτὴν τῇ ἀλώπεκι περιτίθησι, δολερῷ καὶ ἀνάνδρῳ θηρίῳ, ποιοὶ δὲ ὑπ’ αὐτῆς ἀλισκόμενα τῶν ζῴων τὰ ἀλκιμώτατα.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
