# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 450.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 450.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/450.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/450.3

Αὐτὸς μὲν δὴ ἄνη ἐκεῖνος οὐκ ἐδεῖτο ἐπισκευ-296 a σθαι, ἣν δὲ ἐνόμισεν ἀγέλην αὐτίκα ἐξώρμα ἅπασαν εἰς τὸν Βόσπορον. καὶ ἐπειδὴ ἠμαρτῶντο οἱ νεανίας, πέμπει εἰς θεοὺ πεισόμενος εἰ ἄρα ἄμεινόν τι ἐκεῖνος γνώσκει· καὶ φέρει τὴν αὐτὴν ψῆφον ὁ θεός, οἷαν πάλαι ἐπὶ Σωκράτην. πιστεύσατε, ὦ ἄνδρες, νὴ τὸν Ἀπόλλω ἐκεῖνον, ὅτι ταῦτα ἐγὼ οὐ μύθων συμπλάσας ὥσπερ μειρακίως προσαγώ, οὐδὲ καταπλήττομαι ὑμᾶς τῷ χρηστή, οὐδὲ καλλωπίζομαι καὶ ἀβρύνωμαι ἄνευ ἀνάγκης, ἀλλ’ ὅτι οὐκ ἔστιν ἄλλως ἀμύνεσθαι τοὺς λοιδορουμένους τε καὶ τοὺς βλασφημοῦντας ἢ πολλῷ b ἀμείνους ἐπιδεικνύντας τοὺς ἀγαπῶντας καὶ εὐφημοῦντας. ἐπεὶ καὶ Σωκράτης ἐκεῖνος πρὸ μὲν τοῦ οὐκ ἐξέφαινε τοῦ Πυθίου τὴν μαρτυρίαν, ἐπεὶ δὲ αὐτὸν Λύκων τε καὶ Ἄνυτος διεβάλλετο καὶ Μέλητος ἐφειστήκει, γραφάμενος ὡς σοφιστὴν καὶ διαφθορέα τῶν νέων, τότε δὴ ἐνπραγμάσθη τοῖς δικασταῖς ἀναβιβάζεσθαι μάρτυρα τὸν θεόν. ἀλλ’ ἐκεῖνοι μὲν οἱ δικασταὶ ὑπ’ ἀγνομοσῦνης τὸ παραυτίκα ἐξηπατήθησαν· καὶ ἐγοητεύθησαν ὑπὸ τοῦ λόγου ὃν ἐνέγραψε Πολυκράτης, Ἄνυτος δὲ c ἐμισθώσατο. δῆμος γὰρ ἦσαν καὶ οὐδὲν ἱερὸν· ὑμεῖς δὲ ἐκκριτοὶ ἀπανταχόθεν καὶ προσέτι κοινωνεῖτέ μοι τοῦ ἀγῶνος. τὸ γὰρ ἄμεινόν τι εἶναι ἐμὸν πρᾶγμα ἢ κατὰ σοφιστὴν οὐχ ἄλλοι τινὲς πρότερον ὑμῶν καὶ ὑπέλαβον καὶ ἐπεφήμισαν.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
