# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 459.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 459.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/459.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/459.3

Τί ἂν οὖν ἐγώ, ὦ ἄνδρες, ἀγαπῶν τοὺς εἰ πάντα τὸν βίον ἐπανελθόντας ὅπως ἂν τοῖς ἀνδράσιν ἐκείνοις εἰς ἐμὴν δύναμιν συνεποιήσω, ἔπειτα ἀπέλαυσα τῶν ὁμοίων τοῖς ἡγεμόσι καὶ προέπεμψα τοῖς αὐτοῖς ἄρμασι τὰ αὐτὰ ἔχοντα μεταδιώκων, ἡρέθισα τε ἐπ’ ἐμαυτῷ καὶ ἐπεσπασάμην οἷον ἑαυτὸν τινα κηφήνων κεκεντωμένον, οὔτε μᾶλα ἐκάλει οὐδὲ προαιρούμενος, ἀλλ’ ὅτι φύσει τὸ πρᾶγμα τοιούτῳ ἐστιν, ὁ λιπαρὸς τε καὶ ἀγαπῶ, καὶ ἦτον ἂν μαθόντων ἢ τὴν ψυχὴν; οὐ γὰρ εἰ ἐμπορίας μετεποιούμην, ἴλιων αὐτὴ τὴν θάλατταν λογίζεσθαι ἔχειν, καὶ τὰ πνεύματα ἐξ εὐρίας, καὶ τὸ χρυσίον αὐτὸ προσανέφερον ἐκ τοῦ φορτίου, ἀλλὰ καὶ χειμῶνας καὶ προβόλους καὶ ἐκβολήν· ὅτι δὲ ὅτε καὶ πειρατικὴν ὁμιλίαν, χειμῶνα ἕτερον τοῦτον τοῦ κλύδωνος χαλεπωτέρου. ἀλλ’ αὐτὸ δὴ τοῦτο χρῆν λαμβάνειν σημεῖον τοῦ κατὰ πάδας ἐκείνων βαδίζειν καὶ μὴ πόρρω ἀποπλανᾶσθαι, ὅτι καὶ αἱ διαβολαὶ καὶ αἱ λοιδορίαι, ἃς οἱ νῦν με διαβάλλουσιν, οὐκ ἄλλαι εἰσὶν ἢ ἃς τοὺς πλείους ἐκείνους καὶ δεσποσίους οἱ πάλαι Τελχίνες. ὁ γὰρ σοφιστὴς καὶ εἰλαφὼν καὶ ὁ καινοτόμος πρῶτον μὲν Σωκράτους ὀνόμαζεν ἦν, ἔπειτα Πλάτωνος ἑφ’ ἑαυτῷ, εἴθ’ ὑστέρων Ἀριστοτέλους καὶ Θεοφράστου.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
