# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 47.1

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 47.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/47.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/47.1

ΚΩΝΣΤΑΝΤΙΟΥ ΔΗΜΗΓΟΡΙΑ. ἀπανταχόθεν ὁμολογουμένως παρακεχωρηκέναι τῇ πόλει κρατεῖν φιλοσοφίας, καὶ ὥσπερ ἐκ τινὸς ἀχράτου πηγῆς ἐκ τῆς πόλεως τῆς ἡμετέρας φοιτῶν ἀπανταχοῦ τὰ δὲδάγματα τῆς ἀρετῆς. ὡσθ’ ὅπερ ἀρχόμενος εἶπον, κοινὴν ὑμῖν καὶ Θεμιστίῳ δίδωμι τὴν τιμὴν. μεταλαβὼν γὰρ παρ’ ἡμῶν ἀξιώματος Ῥωμαϊκοῦ ἀντεισέφερε σοφίαν Ἑλληνικήν, ὥστε τὴν πόλιν διὰ τοῦτο δείκνυσθαι τὴν ἡμετέραν κορυφὴν ὁμοῦ τύχης καὶ ἀρετῆς. νικῶσα γὰρ τοῖς ἄλλοις ἀγαθοῖς νῦν προσλαμβάνει τὸ τιμιώτατον. εἰ γὰρ εἴχεται μὲν αὐτὴν περιφρογνύναι, κοσμεῖν δὲ τοῖς ἔνδον οἰκοδομήμασι, δήμου δὲ πλήθει στενοχωρεῖν, σημεῖον ἀγαπῶντός ἐστι βασιλέως, πόσῳ μᾶλλον αὔξειν τὴν γερουσίαν τοιαύτῃ προσθήκῃ, ἢ τὰς ψυχὰς βελτίους ποιήσει τῶν ἐνοικούντων καὶ μετὰ τῶν ἄλλων οἰκοδομημάτων καὶ τὸ τῆς ἀρετῆς ἀναστήσει γυμνάσιον; ὡς ὁ μὲν τῇ πόλει τὰ ἄλλα παρασκευαζόμενος τὰ πρῶτα δίδωσι τῶν ἀγαθῶν, φρονήσεως δὲ καὶ παιδείας ἐπιμελούμενος τὸ κυριώτατον ἐκπορίζει, οὗ πολλοὶ μὲν ἐπιθυμοῦσιν, ὀλίγιστοι δὲ ἐφικνοῦνται.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
