# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 541.1

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 541.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/541.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/541.1

XXIV. ΠΡΟΤΡΕΠΤΙΚΟΣ αὐτὸν ἄνους σπουδάζειν. λέγωμεν οὖν τὸν πολλοὺς μὲν ἀγροὺς, πολλὰς δὲ οἰκίας κτησάμενον, πολλὰ δὲ ἵππους καὶ ἱπποδίμματα, καὶ δεσπόζοντα τε ἐκ πολυτελοῦς τραπέζης καὶ αἰωρεῖται ἀπὸ χρυσῶν ἐκπωμαμάτων, ἀλλ’ ὅπως ταῦτα ἔχει πολὺν καὶ παιδείας ἐπιμελεῖσθαι, τὸν αὐτὸν δή τρόπον b καὶ πόλιν αὐτὴν ἐν ἧ πολλὰ μὲν αἰεὶ προφάσεις ἀγοραῖς, πολὺς δὲ ἀνθρώπων μαθόντων ὄχλος, πολλὰ δὲ ἀργυρίου καὶ χρυσίου ἐκ τῶν τραπέζων εἰς τὰς κώμας, θεάτρων τε ἀκλυστοι πολλῶν καὶ ἵππων συνεχὲς ἄφιλα τῶν ἀπολέμων, μᾶλλον δὲ πολυμεροῦν ἀληθέστερον. εἰ γὰρ ἔνεστι τὴν παιδείαν μὴ ἐπαυλῶν εἶναι καὶ νοεῖν τὸ ἐκπαίδευον, ἀλλ’ ἐθέλει μὲν αὐτὴς λαμβάνειν τὰ ἤθη, δείκνυσθαι καὶ σφόδρα ὅν εὐδαίμων δόξει τοῖς τὰ φαῦ- c νόμενα θεωμένοις, ἐθέλει δὲ ἐκλαμπόμενος καὶ ἐπαιρόμενος διδάσκειν αὐτῇ τὸ τοῦ Σωφοκλέους ἀκούειν οἰκείως, Πόλις δ’ ὅμως μέν θυμαριώτων γένοι, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. Ἀλλὰ Φωκυλίδης τὰ τε ἄλλα ἀληθῶς λέγει καὶ ὅτι σμικρὰ πόλις μετὰ φρονήσεως ἐπὶ σκοπέλου κατοικούσα κρείττων Νίνον ἀφρανοῦσης. ἐγὼ δὲ θέλω μὲν d καὶ τὴν γῆν ὑμῶν καρποὺς ἀμείνους τῶν ἄλλων ἐκτρέφειν, περὶ πλείονος μέντοι ποιῶμαι τὰς ψυχὰς ὑμῶν παιδείαν βλαστάνειν, ἣν ξυλλέγουσι μὲν ἐκ τῶν Ἀπόλλωνος λεμῶνων αἱ Μοῦσαι, ψυχαῖς δὲ ἐρωτικαῖς καὶ φιλοκάλους ἐννεοττεύουσι τε καὶ ἐνεργάζονται. αἱ δ’ ἂν τὸ σμῦρος αὐτῶν εὐμενῶς ὑποδέξωνται, πτεροφυοῦσι τε εὐθὺς καὶ τὰ ἐν ποσὶν ἀτιμάσασαι περιπολοῦσι τὸν οὐρανόν. καὶ αὗται εἰσὶν ὅς Εὐριπίδης ὁ σοφὸς

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
