# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 557.1

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 557.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/557.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/557.1

XXVI ΥΠΕΡ ΤΟΥ ΛΕΓΕΙΝ. συντέασαι τὴν ἀρετὴν ἡμῖν τερος λόγος· καὶ ἐκπικεῖν μὲν τὸν Προμηθέα, ὄντα δὴ καὶ ὑπολαμβάνειν χει), ἐκ οὐκ ἐποίησε τοὺς ἀνθρώπους μονήρεις τε καὶ μονοτρόπους ὡσπερ τοὺς λύκους ἢ τὰς παρδάλεας, αὐτοὺς δὲ ἰλγμιῶν πρὸς τὸ πλήθος, καθάπερ τοὺς Ἀγρίους οὐς ἐδίδαξε Φερεκράτης, καὶ τῇ μὲν φωνῇ ἡμᾶς ὁμολογεῖν διὰ τοῦτο πολυτελεστέρας κεχρῆσθαι, ἵνα μὴ μόνον σιτία καὶ ποτὰ καὶ ἱμάτια καὶ ὑποδήματα, ἀλλὰ καὶ ἃ ἂν ἐν τῇ ψυχῇ ἐνδον διανοώμεθα, μεταδιδῶμεν τε καὶ μεταλαμβάνωμεν παρ’ ἀλλήλων, ἀλλαττόμενοι διὰ τῶν ὀνομάτων ὡσπερ νομισμάτων· αὐτοὺς δὲ στεφάνους καὶ ἀφώνους διατελεῖν καὶ ἀπροσηγόρους τῷ δήμῳ συνοικεῖν, καὶ λέγειν ἐν τισὶ λόγοις ταύτας οἰκήσεσθαι ἄριστα καὶ εὐδαιμονήσειν τὰς πόλεις, ἐν αἷς ἅπαντα κοινὰ ἔσται τῶν ἐνοικούντων, καὶ προῦναι πόρρω καὶ μὴ ὀκνεῖν οὐ μόνον τὴν γῆν ποιεῖν κοινὴν καὶ τὰς 324 οἰκίας καὶ τὰ σπέρματα καὶ τὰς ἀμπέλους, οὐδὲ τὸ ἀργύριον, οὐδὲ τὸ χρυσίον, ἀλλὰ καὶ τοὺς παῖδας κοινούς καὶ τὰς γυναῖκας, αὐτοὺς δὲ τὰ αὐτῶν ἔργα καὶ τὰ γεννήματα ἀποκρύπτεσθαι ἐν τοῖς κιβωτίοις, καὶ τῷ μὲν λόγῳ ἐξελαιύνειν. Ἐπίκουρον τὸν Νεοκλέους καὶ ἐκβάλλειν τοῦ. [τῶν σοφῶν] καταλόγου, ὅτι Ἐπίκουρος λάθρα βιώσας ἐπηνεῖτο καὶ ἔθετο δόγμα μὴ φρόνη εἶναι τὸν ἄνθρωπον κοινωνικὸν τε καὶ ἥμερον, τῷ δὲ ἔργῳ ἐπαινεῖν τὴν γνώμην καὶ τῆς φύσεως αὐτῆς ἀνθρωπώτερον.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
