# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 581.1

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 581.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/581.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/581.1

XXVIII. Η ΕΠΙ ΤΩΙ ΛΟΓΩΙ ΔΙΑΛΕΞΙΣ. Τίκτουσι δὲ οὐχ οἱ φιλόσοφοι μόνον, ἀλλὰ καὶ οἱ ποιηταὶ καὶ οἱ ῥήτορες πάνυ πολλοὺς λόγους· ἀλλ’ οἱ μὲν κειροῦνται ἐπὶ ταύτῃ τῇ παιδείᾳ καὶ ἐγκαλλωπίζονται καὶ ἐναβρύνονται καὶ ἐπαχουοῦνται αὐτοὺς τοῖς ἀνθρώποις, θαμὰ ἐξάγοντες εἰς θέατρα καὶ πανηγύρεις, διαλαμένους χρυσῷ καὶ πορφύρᾳ καὶ μύρων ὀζοτας καὶ ὑπογεγραμμένους καὶ ἐντετριμμένους, στεφάνους τε ἀνθέων ἐστεφανωμένους. πρὸς δὲ τῷ κόσμῳ οὕτω λαμπρῷ ὄντι καὶ πολυτελεῖ καὶ αὐτοὶ οἱ λόγοι αἰμύλιοι εἰσὶ καὶ ὑπερβάλλουσι δεξιότητι καὶ φιλανθρωπίᾳ, κυδαίνοντες καὶ ἐπαίροντες καὶ ἀσπαζόμενοι τοὺς θωμένους καὶ πάσας ἰέντες φωνὰς καὶ ζώματα ψάδοντες μεστὰ ἡδονῆς, ὥσπερ Σειρήνες. ἄτε οὖν οὕτω δεξιὸς ὄντας καὶ χειρῆθεις καὶ οἱ ἄνθρωποι ἀντισπάζονται καὶ ἀντεπαίνοῦσι, καὶ ἐντεῦθεν πλείη μὲν γαῖα τούτων τῶν ἀνθρώπων, πλείη δὲ θάλασσα.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
