# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 61.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 61.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/61.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/61.3

Ἀλλὰ δὴ καὶ τῶν Ἀττικῶν ἀκούσατε νόμων, οὐ τοῦ Σόλωνος, ἀλλὰ τῶν τοῦ Σόλωνος ἀπογόνων. καίτοι σχεδὸν τι ἅπασα καταπλήγεται ἡ τοῦ θείου Πλάτωνος συγγραφὴ καὶ οὐκ ἔστιν ὀλίγα ῥήματα ἐξελόμενον ἐπιλέγεσθαι ὑμῖν ὡσπερ γραμματεία, ἀλλὰ βιβλίων ὅμαδος ὅλος ἐπ’ ἀλλήλοις συντεταγμένων ἐπισχυρίζεται μάλιστα εἶναι φιλόσοφον τὸν βασιλέα, Πολιτείαι τε αἱ κλεῖναι καὶ οἱ Θεσπέσιοι Νόμοι καὶ πᾶσα ἡ περὶ τὴν πλάτανον διατριβὴ τὴν ἀμφιλαφὴ τε καὶ ὑψηλήν. ἡ γὰρ εὐδαίμων ἐκείνη καὶ μακαρία χορεία, ἣν αὐτὸς μὲν φησὶ μετὰ τοῦ Ἄιδος χορεύειν, ἄλλους δὲ μετ’ ἄλλων θεῶν, καὶ οἱ τὸν ὁρώμενον γνῶματεύοντες εἰ φιλόσοφός τε καὶ ἡγεμονικὸς τὴν φύσιν ἐστὶ καὶ ἄλλα δὴ ὅσα μυρία οὐκ ἀμυδρῶς ἐστι λέγοντος ὁ λέγω, οὐδὲ πρὸς μόνους τοὺς ὑσύτερον ἀκούοντας.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
