# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 72.1

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 72.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/72.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/72.1

ΠΡΕΣΒΕΥΤΙΚΟΣ ΥΠΕΡ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΡΗΘΕΙΣ ΕΝ ΡΩΜΗΙ. Ἔστι μὲν οὐδ’ ἄλλη πόλει δυνατόν, ὦ θειότατε αὐτοκράτωρ, πρέποντά σοι στέφανον ἐξευρεῖν ἢ χαριστήριον ἄλλο τῆς ἀρετῆς, ἀλλ’ ἀνάγκη λείπεσθαι πολὺ τῆς ἀξίας τοὺς ἀκρωμένους ἀντεισφέρειν τιμὴν ἐφάμιλλον ὧν εὖ πάσχουσι· τῇ δὲ ἐπωνύμῳ μὲν τοῦ σοῦ πατρός, ἔργῳ δὲ σῇ μᾶλλον ἢ τοῦ πατρός, καὶ πάνυ δὴ τὸ ἐγχειρήμα ἀποφύλακτον. καὶ γὰρ εἰ πάντα ὧν κέκτηται πλοῦτον προσάγομεν εἰς στεφάνους μετασχευάσαντες, οὐκ οἴχοθεν ποριζόμεθα τὴν ἀρετὴν, ἀλλὰ μέρος πολλούστων ὧν εἴληφαμεν ἀποφέρομεν τῷ δεδεωκότι. καὶ ἄπερ οὖν οἱ πολλὰ καὶ μεγάλα δεδανεισμένοι, βραχέα δὲ ἀποκεννῦντες, οὐχ ὧν διαλύουσιν ἐπαινοῦνται, ἀλλ’ ἐνδύνονται ὧν ἐλλείπουσιν, οὕτω καὶ ἡμῖν ἀναγκαῖον πᾶσαν ἣν ἀνοισόμεθα χάριν, ταύτην ἐλέγχεσθαι μοῖραν ὀλίγην ὧν ὀφλισκάνομεν. καὶ οὐχ ἀπεικότως ἄρα συμβαίνει μόνη τῇ πόλει τῇ ἡμετέρᾳ μηδὲ ἀναθήματος εὑρεῖν τῆς ἀξίας ἐφικνουμένου· αὕτη γὰρ ἐστὶν ὅλη σὸς στέφανος καὶ ἀνάθημα. ὥστε τί ἂν διόττο τῆς ἐμὲθεν προμηθειας πρὸς τὸ χάριν τινὰ ἐκτίσαι σοι τοῦ κάλλους τε καὶ τοῦ μεγέθους; τῷ γὰρ εἶναι τοιαύτὴν σέμνυναι τὸν ἐργασάμενον. ὅμως δὲ καὶ περ οὕτως ἀπόρου τοῦ πράγματος ὄντος ἀξίων ἀγασθαι τὴν καλλίπολιν, ὅτι τὸν ἐνόντα τρόπον ἐξεῦρεν, ὡς μὴ παντά-

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
