# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 74.4-75.27

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 74.4 to 75.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/74.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/74.4

Ἔστι δὲ καὶ ἕτερα πλείω κοινὰ ταῖς πόλεσιν ἀμφοτέραις. καὶ οὐ λέγω τὰς παλαιὰς συμμαχίας, οὐδ’ ὅσα ἄστι καθισταμένη τὴν ἀρχὴν τῆδε τῇ πόλει συνεπόρισέ τε καὶ συνεξέκαμε, συμπλέουσα μὲν τῷ Πομπηίῳ, συνκαθαιροῦσα δὲ Μιθριδάτην, συνεισφέρουσα δὲ ἀεὶ τὴν ἱππερωτάτην μοῖραν τοῦ ναυτικοῦ, ὧν ἄχρι καὶ τήμε- 51, 6 ὀνόματος] ως νέα Ῥώμῃ schol. A. 7 μὲν αἱ A. μὲν γὰρ αἱ H. 10 ἡλίῳ A. ἡδία H. 12 μητρόπολιν]. add. A. 25 ἃ παρῆπεμψεν A. ἄπερ ἔπεμψεν H. III. ΠΡΕΣΒΕΥΤΙΚΟΣ. ρον διασώζει κοινὰ πρὸς Ῥωμαίους τρόπαια καὶ ἐπι- χρέαματα, ἀλλ’ ὅσα διὰ σὲ καὶ τὸν σὸν πατέρα αὐτῇ πρόσφατα καὶ νεαρὰ σύμβολά ἐστι τῆς εὐνοίας· ταῦτα μόνα ἀμείνον ὑπομνήσαι. Ἱενομένης γὰρ τῆς βαρβαρικῆς ἐκείνης ἐπαναστά- σεως καὶ τῆς Ῥωμαίων ἀρχῆς αἰωρουμένης ὥσπερ ἐν χλύδαμι χαλεπῷ καὶ τρικυμίᾳ καὶ κινδυνευούσης ἐκπε- σεῖν τῆς Κωνσταντίνου διαδοχῆς εἰς ἀλάστορα βαρβα- ρον καὶ παλαμναῖον, ἡ τῆς πόλεως ἐκείνης ἀγαθὴ μοῖρα μόνη τοῦ γένους τὸν ζῶντορον διεσώσατο καὶ παρέπεμ- ψεν ἐπὶ τὴν ἀρχαίαν ἑστίαν τῶν Αἰνεαδῶν, καὶ διὰ τὸν ἡμέτερον οἰκιστὴν οὐ Γερμανοὶ καὶ Ἰσζῦνες τοῖς πόνους ἐντρυφῶσι τῶν πάλαι Ῥωμαίων, οὐδὲ τὸ σεμνὸν καὶ μέγα τῆς Ῥώμης ὄνομα περιώρισται παντάπασιν καὶ ἐξαλλήλιαται, οὐδ’ ἐς νόθους μετέστη διαδόχους καὶ παρασήμους, ἀλλ’ εἰς τὸ γνήσιον αἷμα καὶ ἀκάρα- τον ἐπανήκει τῶν βασιλέων καὶ φυλάττεται ἡμῖν ἀλώ- βητος καὶ ἀκέραιος. ἐξ ἐκείνης τῆς πόλεως ὁρμηθεὶς ὁ γενναῖος οὗτος καὶ τοῦ παρ’ ἡμῖν μνήματος καὶ πα- τρῴου δίκην ἐπράξατο τὴν προσιήκουσαν τῷ παροινῇ σῶντα μὲν ἐς τόνδε τὸν δῆμον, περιχώραντα δὲ τὴν γερουσίαν, σφαγῶν δὲ ἐπλησάμενος καὶ μασμάτων ῥεί- θρα ἀκήρατα Θύβριδος. Εἶτα Κάμιλλον μὲν οἱ τότε δεύτερον ἐνόμισαν οἰκιστὴν, ὅτι τὰ λείψανα τῆς Κελτῶν ἐπιδρομῆς ἀνε- σώσατο, σὲ δὲ οἱ νῦν οὐ ποιήσονται καὶ Ῥωμύλου πρότερον ἀρχηγέτην· ὃ ἐξὼν εἰρήνην ἄγειν ῥαθύμως διπλασιάσαντι τὴν μοῖραν τῆς βασιλείας, οὐ παρείδεν

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
