# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 88.1

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 88.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/88.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/88.1

IV. ΕΙΣ ΚΩΝΣΤΑΝΤΙΟΝ. γεσθαι ὁ χειμών καθάπερ τὰς ἀηδόνας, ἀλλὰ λωβήσεται τὸν Ἑρμῆν, τὸν λόγιον ὁ ἑρωδιός. μένειν δὲ ἐνθάδε ἔφημενος διδάσκαλος ἂν γεινοίμην τοῦ χοροῦ, καὶ ἀντασόμεθα ἄμα τοῖς Ἰταλιώταις ὑμνοποιοῖς, καὶ εἴπῃ δ ἀρεστὸς ὑμῖν ὁ ῥῦνος φανείη, δῶρον αὐτὸν ποιησόμεθα πρὸ βασιλεῖ. ὁ δὲ προσήσεται, εἰ οἶδα, εὐμενέστερόν τε καὶ ἥδιον ἢ παρὰ Κινύρου τὸν θώρακα ὁ Ἀγαμέμνων· φιλόλογος γὰρ οὐχ ἧττον ἐστὶν ἢ φιλοπόλεμος καὶ τὰ ξένια τῶν Μουσῶν οὐκ ἀτιμότερα τῶν τοῦ Ἡφαί- 10 στοῦ ποιεῖται. καὶ ταῦτα ἐγὼ οὐ μαντευόμενος λέγω, γεγνώσχω δὲ ὅτι καὶ πρῶν οὐ χρυσοῦν δή τινα στέφανον χρυσοῦ ἀπέρθον πολλῶν ταλάστων, οἷοι πολλοὶ αὐτῷ ἀπικνοῦνται· καὶ πολλαχόθεν, πέμψει ὑμῶν ψηφισαμένων, ἀλλ’ ὃν ἐγὼ ἐπλεξάμην, ἄνθη ἀκήρατα συλ- 15 λεξάμενος ἐκ τῶν Πλάτωνος καὶ Ἀριστοτέλους λειμώνων, καὶ ἔδωκα τῇ βουλῇ καὶ τῷ δήμῳ ἐν τῷ αὐτῷ τούτῳ θεάτρῳ, εὐφράνθη τε ὡς οὐχ ἄλλῳ δώρῳ καὶ περὶ πολλοῦ ἐποίησατο· καὶ ἡ χαλκὴ εἰκὼν ἐξ ἐκείνου τοῦ ζώματος. εἰ οὖν ταῦτα ὑμῖν προὔτεινάμην, εἰ 20 οἶδ’ ὅτι ἀχριξ ἂν μου ἐλάβεσθε καὶ περιείχεσθε μᾶλλον ἢ τοῦ ἀγάλματος τῆς Ἀθηνᾶς οἱ Αἰγινήται.

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
