# Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 94.3

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος, 94.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/themistius/text-3/94.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/themistius/text-3/94.3

Ψυχὴν τοίνυν ὑπολαμβάνω ἐγὼ ἀνδρὸς σοφοῦ εἶναι τὴν σοφίαν καὶ τὸν νοῦν καὶ τὸν λόγον, ἥρια δὲ τῶν ψυχῶν τούτων τὰς βίβλους τε καὶ τὰ γράμματα, ἐν οἷς ἀπόκεινται αὐτῶν τὰ λείψανα ὥσπερ ἐν μνήμασι. ταῦτα οὖν τὰ μνήματα ὑπὸ μικρᾶς ἀθεραπευσίας διαφθύνται ὥσπερ οἰκοδομήματα ἐν τῷ θῃσαυρῷ τῆς μνημοσύνης καὶ κινδυνεύοντα παιντάπασιν αὐτὰ τε αἰσθωθήναι καὶ ἀποσβῆναι καὶ συναποσβέσθαι τὰς ψυχὰς τὰς ἐγκειμένας, ἀναζωπυρεῖν παραγγέλλει, καὶ τάττει μὲν ἄρχοντα ἐπὶ τῷ ἔργῳ, καὶ ἐπιδίδωσι τὴν χορηγίαν τῷ ἐπιτηδεύματι. καὶ ἐργάζονται ὑμῖν ταῦτα τὰ ἔργα οὐ χαλκεῖς καὶ τέκτονες καὶ μυθολόγοι; ἀλλ᾽ οἱ τῆς Κάδμου καὶ Πалаμήδους τέχνης δημιουργοί, οἱ ἱκανοὶ εἶσι τὸν νοῦν μετοικίζαν ἐκ παλαιοῦ σκήνους ἐκτετηκότος εἰς ἀριπαραγὲς τε καὶ νεουργόν. καὶ ὀλίγῳ ὕστερον ὑμῖν ἀναβιώσεται μὲν δημοσίᾳ ὁ πάνσοφος Πλάτων, ἀναβιώσεται δὲ ὁ Ἀριστοτέλης, καὶ ὁ ῥήτωρ ὁ Παιανιεὺς, καὶ ὁ τοῦ Θεοδώρου καὶ ὁ τοῦ Ὀλόρου. καὶ τούτων μὲν δή τῶν ἀνδρῶν εἰ καὶ τὰ ἐν κοινῷ ἀγάλματα ἐκινδύνευσεν, ἀλλὰ τὰ γε ἴδια παρ᾽ ἑκάστῳ καὶ ἄνευ νόμου φυλακῆς τυγχάνει καὶ σωτηρίας, καὶ ἰκανὴ αὐτῇ διασώζων ἡ παρουσία τῆς ἀρετῆς. ὅσοι δὲ ὀπαδοὶ τε ἐκεῖ-

---

Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003661.
