Ancient Greek · ~7 min
Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας, lines Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας.1-Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας.40
Theocritus, Εἰδύλλια Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας.1-40
Not analysed yet
Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι
μᾶλα νέμων, ὡς φαντί, κατʼ ὤρεα μακρὰ Μενάλκας.
ἄμφω τώγʼ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω,
ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν.
πρᾶτος δʼ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας·
μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;
φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων.
τὸν δʼ ἄρα χὡ Δάφνις τοιῷδʼ ἀπαμείβετο μύθῳ·
ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα,
οὔποτε νικασεῖς μʼ, οὐδʼ εἴ τι πάθοις τύγʼ ἀείδων.
χρῄσδεις ὧν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον;
χρῄσδω τοῦτʼ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον.
καὶ τίνα θησεύμεσθʼ, ὅτις ἁμῖν ἄρκιος εἴη;
μόσχον ἐγὼ θησῶ· τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν.
οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ
χἁ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντʼ ἀριθμεῦντι.
ἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ ὁ νικῶν;
σύριγγʼ ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον,
λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν,
ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ.
ἦ μάν τοι κἠγὼ σύριγγʼ ἔχω ἐννεάφωνον.
λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν.
πρώαν νιν συνέπαξʼ· ἔτι καὶ τὸν δάκτυλον ἀλγέω
τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν.
ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων;
τῆνον πῶς ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες;
ᾧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φάλαρος ὑλακτεῖ.
χοἱ μὲν παῖδες ἄυσαν, ὁ δʼ αἰπόλος ἦνθʼ ἐπακοῦσαι.
χοἱ μὲν παῖδες ἄειδον, ὁ δʼ αἰπόλος ἤθελε κρίνειν.
πρᾶτος δʼ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας,
εἶτα δʼ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν.
Ἄγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας
πήποχʼ ὁ συριγκτὰς προσφιλὲς ᾆσε μέλος,
βόσκοιτʼ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκʼ ἔνθῃ
Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι.
κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον
μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι,
τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκας
τεῖδʼ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι.