Ancient Greek · ~7 min
Βουκολιασταὶ Κομάτας καὶ Λάκων, lines Βουκολιασταὶ Κομάτας καὶ Λάκων.76-Βουκολιασταὶ Κομάτας καὶ Λάκων.111
Theocritus, Εἰδύλλια Βουκολιασταὶ Κομάτας καὶ Λάκων.76-111
Not analysed yet
βέντισθʼ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντʼ ἀγορεύω
κοὐδὲν καυχέομαι· τὺ δʼ ἄγαν φιλοκέρτομος ἐσσί.
εἶα λέγʼ εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις
ζῶντʼ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα Κομάτα.
ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸν
Δάφνιν· ἐγὼ δʼ αὐταῖς χιμάρως δύο πρᾶν ποκʼ ἔθυσα.
καὶ γὰρ ἔμʼ ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ
κριὸν ἐγὼ βόσκω. τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει.
πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω,
καί μʼ ἁ παῖς ποθορεῦσα τάλαν λέγει αὐτὸς ἀμέλγεις;
φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ
τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει.
βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα
τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει.
κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν
ἐκμαίνει· λιπαρὰ δὲ παρʼ αὐχένα σείετʼ ἔθειρα.
ἀλλʼ οὐ σύμβλητʼ ἐστὶ κυνόσβατος οὐδʼ ἀνεμώνα
πρὸς ῥόδα, τῶν ἄνδηρα παρʼ αἱμασιαῖσι πεφύκει.
οὐδὲ γὰρ οὐδʼ ἀκύλοις ὁμομαλίδες· αἱ μὲν ἔχοντι
λυπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελιχραί.
κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν
ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεῖ γὰρ ἐφίσδει.
ἀλλʼ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω
τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός.
σίττʼ ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες· ὧδε νέμεσθε,
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι.
οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα;
τουτεῖ βοσκησεῖσθε ποτʼ ἀντολάς, ὡς ὁ Φάλαρος.
ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,
ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω.
χἁμῖν ἐστι κύων φιλοποίμνιος, ὃς λύκος ἄγχει,
ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν.
ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν,
μή μευ λωβασεῖσθε τὰς ἀμπέλος· ἐντὶ γὰρ ἇβαι.
τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω·
οὑτῶς χὑμές θην ἐρεθίζετε τὼς καλαμευτάς.