Ancient Greek · ~7 min
Κυνίσκας Ἔρως ἢ Θυώνιχος., lines Κυνίσκας Ἔρως ἢ Θυώνιχος..1-Κυνίσκας Ἔρως ἢ Θυώνιχος..38
Theocritus, Εἰδύλλια Κυνίσκας Ἔρως ἢ Θυώνιχος..1-38
Not analysed yet
χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον.
ἀλλὰ τὺ ταὐτά,
Αἰσχίνα.
ὡς χρόνιος.
χρόνιος; τί δέ τοι τὸ μέλημα;
πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε.
ταῦτʼ ἄρα λεπτός,
χὡ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι.
τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς,
ὠχρὸς κἀνυπόδητος· Ἀθηναῖος δʼ ἔφατʼ ἦμεν.
ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.
παίσδεις ὦγάθʼ ἔχων· ἐμὲ δʼ ἁ χαρίεσσα Κυνίσκα
ὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.
τοιοῦτος μὲν ἀεὶ τὺ φίλʼ Αἰσχίνα, ἁσυχᾷ ὀξύς,
πάντʼ ἐθέλων κατὰ καιρόν· ὅμως δʼ εἶπον, τί τὸ καινόν.
ὡργεῖος κἠγὼ καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας
Ἆπις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας
ἐν χώρῳ παρʼ ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς
θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ βίβλινον αὐτοῖς
εὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ.
βολβὸς κτεὶς κοχλίας ἐξῃρέθη. ἦς πότος ἁδύς.
ἤδη δὲ προϊόντος, ἔδοξʼ ἐπιχεῖσθαι ἄκρατον
ὧτινος ἤθελʼ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν.
ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο·
ἁ δʼ οὐδὲν παρεόντος ἐμεῦ. τίνʼ ἔχειν με δοκεῖς νοῦν;
οὐ φθεγξῇ; λύκον εἶδες· ἔπαιξέ τις. ὡς σοφός εἶπε,
κἠφᾶπτʼ· εὐμαρέως κεν ἀπʼ αὐτᾶς καὶ λύχνον ἇψας.
ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός,
εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν.
τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα.
χἁμῖν τοῦτο διʼ ὠτὸς ἔγεντό ποθʼ ἁσυχᾷ οὑτῶς·
οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν.
ἤδη δʼ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες,
χὡ Λαρισαῖος τὸν ἐμὸν Λύκον ᾆδεν ἀπʼ ἀρχᾶς,
Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· ἁ δὲ Κυνίσκα
ἔκλαιʼ ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρὶ
παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα.
τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρρας
ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλως
ἔξω ἀπῴχετο θᾶσσον. ἐμὸν κακόν, οὔ τοι ἀρέσκω;
ἄλλός τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα
θάλπε φίλον. τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι.