Ancient Greek · ~1 min
Κύκλωψ, lines Κύκλωψ.75-Κύκλωψ.81
Theocritus, Εἰδύλλια Κύκλωψ.75-81
Not analysed yet
τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις;
εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίονʼ ἄλλαν.
πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται,
κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κʼ αὐταῖς ὑπακούσω
δῆλον ὅ τʼ ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν.
οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα
μουσίσδων, ῥᾷον δὲ διᾶγʼ ἢ εἰ χρυσὸν ἔδωκεν.