Ancient Greek · ~7 min
Συρακούσιαι ἢ Αδωνιάζουσαι, lines Συρακούσιαι ἢ Αδωνιάζουσαι.38-Συρακούσιαι ἢ Αδωνιάζουσαι.76
Theocritus, Εἰδύλλια Συρακούσιαι ἢ Αδωνιάζουσαι.38-76
Not analysed yet
ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι.
τοῦτο κάλʼ εἶπες.
τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον
ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος.
δάκρυʼ, ὅσσα θέλεις, χωλὸν δʼ οὐ δεῖ τυ γενέσθαι.
ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα,
τὰν κύνʼ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον. —
ὦ θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαι
χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.
πολλά τοι ὦ Πτολεμαῖε πεποίηται καλὰ ἔργα,
ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκών· οὐδεὶς κακοεργὸς
δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,
οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον,
ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί.
ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ
ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς.
ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδʼ ὡς ἄγριος. κυνοθαρσὴς
Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα.
ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον.
θάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθʼ ὄπισθεν,
τοὶ δʼ ἔβαν ἐς χώραν.
καὐτὰ συναγείρομαι ἤδη.
ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω
ἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.
ἐξ αὐλᾶς ὦ μᾶτερ;
ἐγὼν ὦ τέκνα.
παρενθεῖν
εὐμαρές;
ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί,
καλλίστα παίδων· πείρᾳ θην πάντα τελεῖται.
χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα.
πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθʼ Ἥρην.
θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.
θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τὺ
Εὐνόα Εὐτυχίδος· πότεχʼ αὐτᾷ, μή τι πλαναθῇς.
πᾶσαι ἅμʼ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν.
οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη
ἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴτι γένοιο
εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.
οὐκ ἐπʼ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι·
ὄχλος ἄθρως.
ὠθεῦνθʼ ὥσπερ ὕες.
θάρσει γύναι· ἐν καλῷ εἰμές.
κεἰς ὥρας κἤπειτα φίλʼ ἀνδρῶν ἐν καλῷ εἴης
ἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός.
φλίβεται Εὐνόα ἇμιν· ἄγʼ ὦ δειλὰ τὺ βιάζευ.