Ancient Greek · ~7 min
νομεῖς Βάττος καὶ Κορύδων, lines νομεῖς Βάττος καὶ Κορύδων.1-νομεῖς Βάττος καὶ Κορύδων.37
Theocritus, Εἰδύλλια νομεῖς Βάττος καὶ Κορύδων.1-37
Not analysed yet
εἰπέ μοι ὦ Κορύδων, τίνος αἱ βόες; ἦ ῥα Φιλώνδα;
οὔκ, ἀλλʼ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.
ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις;
ἀλλʼ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.
αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν;
οὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων.
καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;
φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν.
κἤμʼ ἔφαθʼ ἁ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω.
κᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα.
πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.
ταὶ δαμάλαι δʼ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.
δειλαῖαί γʼ αὗται· τὸν βουκόλον ὡς κακὸν εὗρον.
ἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.
τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται
τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ ὁ τέττιξ;
οὐ Δᾶν, ἀλλʼ ὁκὰ μέν νιν ἐπʼ Αἰσάροιο νομεύω
καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,
ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.
λεπτὸς μὰν χὡ ταῦρος ὁ πυρρίχος. εἴθε λάχοιεν
τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι
τᾷ Ἥρᾳ, τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος.
καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω,
καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι,
αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.
φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες ὦ τάλαν Αἴγων
εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,
χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα.
οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων
δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς,
κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.
αἰνέω τάν τε Κρότωνα—καλὰ πόλις, ἅ τε Ζάκυνθος—
καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ ὁ πύκτας
Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.
τηνεῖ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξας
τᾶς ὁπλᾶς κἤδωκʼ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες
μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν.