Ancient Greek · ~1 min
ἐγκώμιον εἰς Πτολεμαῖον, lines ἐγκώμιον εἰς Πτολεμαῖον.133-ἐγκώμιον εἰς Πτολεμαῖον.137
Theocritus, Εἰδύλλια ἐγκώμιον εἰς Πτολεμαῖον.133-137
Not analysed yet
ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ
χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις.
χαῖρε ἄναξ Πτολεμαῖε· σέθεν δʼ ἐγὼ ἶσα καὶ ἄλλων
μνάσομαι ἡμιθέων, δοκέω δʼ ἔπος οὐκ ἀπόβλητον
φθέγξομαι ἐσσομένοις· ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.