Ancient Greek · ~7 min
Μεγάρα, lines Μεγάρα.1-Μεγάρα.40
Theocritus, Ἐπιγράμματα Μεγάρα.1-40
Not analysed yet
μῆτερ ἐμή, τίφθʼ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτʼ ἔρευθος
σώζετʼ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
ἦ ῥʼ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς
ἀνδρὸς ὑπʼ οὐτιδανοῖο, λέων ὡσείθʼ ὑπὸ νεβροῦ;
ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν
ἀθάνατοι; τί νύ μʼ ὧδε κακῇ γονέες τέκον αἴσῃ;
δύσμορος, ἥτʼ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
ἠδʼ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·
τοῦ δʼ οὔτις γένετʼ ἄλλος ἀποτμότερος ζωόντων,
οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων
ἠέ τινος Κηρῶν ἢ Ἐριννύος αἰνὰ βέλεμνα,
παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν
μαινόμενος κατὰ οἶκον, ὁ δʼ ἔμπλεος ἔσκε φόνοιο.
τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι
βαλλομένους ὑπὸ πατρί· τὸ δʼ οὐδʼ ὄναρ ἤλυθεν ἄλλῳ·
οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι
μητέρʼ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.
ὡς δʼ ὄρνις ὀδύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
ὀλλυμένοις, οὕστʼ αἰνὸς ὄφις ἔτι νηπιάχοντας
θάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἡ δὲ κατʼ αὐτοὺς
πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
οὐδʼ ἄρʼ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ ῥά οἱ αὐτῇ
ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·
ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
ὥς γʼ ὄφελον μετὰ παισὶν ἅμα θνήσκουσα καὶ αὐτὴ
κεῖσθαι φαρμακόεντα διʼ ἥπατος ἰὸν ἔχουσα,
ἢ καὶ σοῖς ἀγανοῖσιν ὑπαὶ βελέεσσι δαμῆναι
Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
τῷ χʼ ἡμᾶς κλαύσαντε φίλῃς ἐπὶ χερσὶ τοκῆες
πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων
λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
νῦν δʼ οἱ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν
Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·
αὐτὰρ ἐγὼ Τίρυνθα κατὰ κραναὴν πόλιν Ἥρης
πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ
αἰεὶ ὁμῶς· δακρύων δὲ πάρεστί μοι οὐδʼ ἴʼ ἐρωή.