Ancient Greek · ~7 min
Μεγάρα, lines Μεγάρα.80-Μεγάρα.121
Theocritus, Ἐπιγράμματα Μεγάρα.80-121
Not analysed yet
οὐδʼ αὐτήν γέ νυ πάμπαν ἔολπά δε τοῦτό γε λήθειν.
τῷ μηδʼ ἐξείπῃς πότʼ, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,
μηδʼ εἴ κʼ ἠυκόμου Νιόβης πυκινώτερα κλαίω.
οὐδὲν γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι
μητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνον
πρὶν ἤπερ τʼ ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατʼ ἔχουσα,
καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος·
ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.
νῦν δέ μοι οἴχεται υἱὸς ἐπʼ ἀλλοτρίης νέον ἆθλον
ἐκτελέων· οὐδʼ οἶδα δυσάμμορος, εἴτε μιν αὐτὸν
ἐνθάδε νοστήσανθʼ ὑποδέξομαι, εἴτε καὶ οὐκί.
πρὸς δʼ ἔτι μʼ ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος
ὕπνον· δειμαίνω δὲ παλίγκοτον ὄψιν ἰδοῦσα
ἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.
εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶ
παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη·
τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ
τάφρον τηλεθάοντος ἐπʼ ἐσχατιῇ τινος ἀγροῦ,
γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.
αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,
ἤτοι ὁ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας
ἀνδήρου καταδῦναι ἃ καὶ πάρος εἵματα ἕστο·
ἐξαπίνης δʼ ἀνέλαμψεν ὑπὲρ καπέτοιο βαθείης
πῦρ ἄμοτον, περὶ δʼ αὐτὸν ἀθέσφατος εἱλεῖτο φλόξ.
αὐτὰρ ὅγʼ αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,
ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·
αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠύτε γέρρον
νώμασκεν μακέλην· περὶ δʼ ὄμμασιν ἔνθα καὶ ἔνθα
πάπταινεν, μὴ δή μιν ἐπιφλέξῃ δήιον πῦρ.
τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔικτο,
Ἰφικλέης μεγάθυμος ἐπʼ οὔδεϊ κάππεσʼ ὀλισθὼν
πρὶν ἐλθεῖν, οὐδʼ ὀρθὸς ἀναστῆναι δύνατʼ αὖτις,
ἀλλʼ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτʼ ἀμενηνός,
ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς
καππεσέειν, κεῖται δʼ ὅγʼ ἐπὶ χθονὸς ἔμπεδον αὐτοῦ
εἰς ὅ κε τις χειρός μιν ἀνειρύσσῃ παριόντων
αἰδεσθεὶς ὄπιδα τρομερὴν πολιοῖο γενείου.
ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης.
αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα
παῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος
ὀφθαλμῶν, ἠὼς δὲ παραυτίκα φαινόλις ἦλθε.