# Book Epigrams 4332

Theodore Prodromos, Book Epigrams, Poem 4332. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodore-prodromos/book-epigrams/4332
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theodore-prodromos/book-epigrams/4332

Θευλογίης μέγα κάρτος ἀείσομαι, ἁγνὸν ἱρῆα
Γρηγόριον, Ῥώμης ποιμένα κουροτέρης,
ῥητροσύνης κύδος ἠδὲ πυρὸς μένος ἀττικοῖο,
πνείοντα κρατερῆς εὖχος ἐπογραφίης,
παντοδαπῆς σοφίης ἐπ' ἀπείρονα κύκλα κιόντα,
τῆς νέον ἡμετέρης καὶ ποτὲ ἡμετέρης.
Παρθενίης μέγα χαῖρ' ἐπιήρατε νυμφίε νύμφης,
ἣ πρὸ μὲν ἐν Τριάδι καί τ' ἀΰλοισι νόοις,
καὶ καθαρῇσι τρίτον ψυχαῖς ἐπιμίγνυται ἀνδρῶν,
σόν δε γέγηθε πλέον ἀμφιέπουσα λέχος.
Χριστιανῶν λάχεος χαῖρε πρόμε, πίστιος ἕρμα,
ὑψηχὲς Τριάδος Στέντορ ὑπερμενέος,
πῆμ' ὀλοὸν μανίης ἀδινάων αἱρεσιάων,
πῆμα Σαβελλίαο, πῆμα Μακηδονίου,
πῆμα τμηξιθέου ὀλοόφρονος ἀνδρὸς Ἀρείου·
ὃς θεότητα τάμεν, σοῖς δ' ἀπέτμαγε λόγοις.
Χαῖρε λόγων μελέδημα, λαλοῦν ἀφίδρυμα σοφίης,
ζωὸν ἄγαλμ' ἐπέων καί τε λογογραφίης,
σκιρτητά, πενθῆτορ, ἁπάντεσι παντὸς ἀνάσσων·
Τριάδα μὲν πνείων, Τριάδα δ' ἐκλαλέων,
Τριάδι δὲ ζώων, Τριάδος δ' ὑπὲρ ἦτορ ὀλέσκων,
ἧς σὺ μὲν ἀμφὶ πόλῳ ἄρτι πάρεδρος ἔης·
ἡμῖν δ', ὥστε μέλισσα, καλὸν μέλι κάλλιπες ὧδε,
σούς τε λόγους ἑτέρους, καὶ τὸ «ἔμελλεν ἄρα».

---

Theodore Prodromos, Book Epigrams. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/2814.
