# Book Epigrams 6080

Theodore Prodromos, Book Epigrams, Poem 6080. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodore-prodromos/book-epigrams/6080
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/theodore-prodromos/book-epigrams/6080

Ὡς καινὸς οὗτος τῆς μεταλλείας τρόπος
ἀνθοῦσα γῆ πέφυκεν ὧδε χρυσίτης
ἐξ ἧς σεκοῦνδος, ὁ μεταλλεὺς τεχνίτης·
Ἰωάννην ἤνεγκεν, τὸ χρυσοῦν στόμα·
περιστερὰ πρόσεισοι χεὶρ ἁπτουμένη·
τὸ πνεῦμα πάντως τοῦ θεοῦ μου καὶ λόγου·
περιστερὰ πρόσεισοι καὶ χρυσοῦν στόμα
ἐκ Φλαβιανοῦ θαῦμα χεὶρ ἁπτουμένη.
Ναὶ ποῖον ἐχρὴν ἄλλον, ὢ χρυσοῦν στόμα·
τῶ πατριάρχει προκαθέζει σε θρόνος·
οὐκ ἄλλον τοίνυν νοῦν σε λαμβάνειν πλέων·
ἡ καρδία γῆς τοῦ θεοῦ τὴν καρδίαν.
Ἡμᾶς καθαίρων οὐ φθάσει σου τὸν θρόνον·
Ἰωάννης ἔγραψεν Ἐπιφανίω·
κἀκεῖνος ἀντίγραψεν, μὴ δὲ σοὶ φθάσεις·
τὴν ἐξορίαν τοὺς λόγους πιστοὺς κρίνον.
Ἐξ οὐρανοῦ πέπτωκεν ἥλιος μέγας·
ἐκ γῆς ὁ παράδεισος ἀρθεῖς ἐφάνη
Ἰωάννης μὲν ἦλθεν ἐκ Βυζαντίδος·
τῆς Ῥωμαὶς κλαίουσα τῆς ἀκοσμίας.
Τίς οὐ γελάσει τῶν ἀνάκτων τὴν μέθην
Ἰωάννην γὰρ ἐκβαλόντες τοῦ θρόνου·
τού εἶδος εἰπεῖν τοῦ θεοῦ χελιδῶνα:
καθ᾿ἱδρύνουσιν ἀρσάκιον τὸν κύνον.
Θνήσκεις ἀεὶ τῆ προαιρέσει μάκαρ
κόσμου τὰς αὐτοῦ σαρκικὰς στερῶν μέλη·
θνήσκεις φύσει νῦν, καὶ βροτῶν πλῆρην νόμον·
τὴν ἐν τάφοις κάθοδον, μικρὸν δειπνήσας.

---

Theodore Prodromos, Book Epigrams. Text: Database of Byzantine Book Epigrams (Ghent University), CC0 1.0. Changes: editorial signs removed and the epigrams arranged as reading sections by Interlinea.
License: CC0 1.0 (https://creativecommons.org/publicdomain/zero/1.0/). Source: https://www.dbbe.ugent.be/types/2814.
