Ancient Greek · ~1 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Ad eos qui in Euphratesia et Osrhoena regione, Syria, Phoenicia et Cilicia vitam monasticam degunt (ex epistula 151) 83.1433
Not analysed yet
λιν φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Τότε καὶ ἡμεῖς βοήσομεν πρὸς αὐτόν· «Εὐφράνθημεν ἀνθ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά.» Καὶ ὑμεῖς δὲ τῆς αἰτήσεως τυχόντες, ἀνυμνοῦντες αὐτὸν ἐρεῖτε· «Εὐλογητὸς ὁ Θεὸς ὃς οὐκ ἀπέστησε τὴν προσευχὴν ἡμῶν, καὶ τὸ ἔλεος αὑτοῦ ἀφ' ἡμῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.»