# Commentaria in Isaiam 1.1

Theodoretus, Commentaria in Isaiam, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/commentaria-in-isaiam/1.1

ΤΟΜΟΣ Αʹ 11 Ὅρ(ασις ἣν) εἶδεν Ἡσαΐας υἱὸς Ἀμώς, ἣν εἶδε (κα)τὰ (τῆς Ἰουδαίας καὶ κατὰ) Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου καὶ Ἰωαθὰμ καὶ (Ἄχ)α(ζ) καὶ (Ἐζεκίου οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας). |96 b| (Ὅ)ρασιν καλεῖ τῶν μελλόντων τὴν πρόγνωσιν. Ὥσπερ γὰρ οἱ τοῦ σώματος ὀφθαλμοὶ ὑγιῶς διακεί(μενοι τὰ πρ)οκείμενα ὁρῶσιν, οὕτω τὸ ὀπτικὸν τῆς διανοίας ὑπὸ τοῦ θείου φωτιζόμενον πνεύματος ὡς παρόντα βλέπει τὰ μὴ παρ(όντα). (Λέγει τοί)νυν (ἑ)ωρακέναι τινὰ σκυθρωπὰ κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ. Καλεῖ δὲ Ἱερουσαλὴμ μὲν τὴν μητρόπολ(ιν, Ἰου)δαίαν δὲ τὰς ὑπ' αὐτὴν τελούσας πόλεις καὶ κώμας. Δηλοῖ καὶ τῆς προφητείας τὸν χρόνον τῇ μνήμῃ τῶν βασιλέων· ἤρξατο μὲν γὰρ ταύτης ἐπὶ Ὀζίου, μέχρι δὲ Ἐζεκίου διέμεινεν. 2 Ἄκουε οὐρανὲ καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησεν. Τούτο(υς) τοὺς μάρτυρας καὶ Μωυσῆς ὁ μέγας ἐκάλεσε προσταχθείς. Ἀκούσας γάρ· «Καταβὰς διαμάρτυραί μοι τὸν οὐρανὸν καὶ τὴν γῆν», οὕτω τῆς διαμαρτυρίας ἤρξατο· «Πρόσεχε οὐρανὲ καὶ λαλήσω, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» Προστεθεικὼς δὲ καὶ ἕτερα τούτοις ἐπήγαγεν· «ὅτι ὄνομα κυρίου ἐκάλεσα». Διαμαρτύρεται δὲ τῷ λαῷ καὶ τὰς παντοδαπὰς ἀπειλεῖ τιμωρίας τὸν δεδομένον παραβαίνοντι νόμον. Καὶ μέντοι καὶ ὁ προφήτης Ἱερεμίας, μᾶλλον δὲ ὁ θεὸς διὰ τούτου, τῆς τοῦ λαοῦ πάλιν δυσσεβείας κατηγορήσας καὶ ταῦτα ἐπήγαγεν· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον ἡ γῆ, λέγει κύριος.» Τούτων ἀναμιμνῄσκει τῶν λόγων μετὰ τὸ τέλος τῶν πραγμάτων διὰ τῆς τοῦ προφήτου γλώττης ὁ τῶν ὅλων θεός· Ἄκουε οὐρανὲ καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησεν. Οὐ γὰρ ἄνθρωπός φησιν ὁ φθεγγόμενος ἀλλὰ δι' ἀνθρώπου θεός. Οὐρανὸν δὲ καὶ γῆν εἰς μαρτυρίαν οὐχ ὡς ἐμψύχους καλεῖ ἀλλ' ὡς πᾶσαν τὴν ὁρωμένην περιέχοντας κτίσιν καὶ ἐπὶ πλεῖστον διαρκοῦντας. Εὑρίσκομεν δὲ καὶ τὸν Ἰακὼβ καὶ τὸν Λάβαν σωρὸν λίθων πεποιηκότας καὶ μάρτυρα τοῦτον καλέσαντας· ἀλλὰ τοὺς μὲν λίθους μνήμης χάριν συνήγαγον, οὐ γὰρ ἔμψυχοι οἱ λίθοι, τὴν δὲ ἀληθῆ μαρτυρίαν ἐνεπίστευσαν τῷ τῶν ὅλων ἐφόρῳ. Οὕτω καὶ αὐτὸς τὰ μεγάλα ταῦτα στοιχεῖα εἰς μαρτυρίαν ἐκάλεσεν. Καὶ ἐβεβαίωσε τοῖς ἔργοις τοὺς λόγους· ἡνίκα γὰρ Ἰουδαῖοι προσήλωσαν τῷ σταυρῷ τὸν σωτῆρα, ἐκλονήθη μὲν ἡ γῆ τῆς μαρτυρίας ἀναμιμνῄσκουσα, ὁ δὲ οὐρανός, ἐπειδὴ ταύτην τοῖς ἀνθρώποις παρέχειν τὴν αἴσθησιν οὐκ ἠδύνατο ἄνωθεν ὤν, τὸν ἐν αὐτῷ βαδίζοντα ἥλιον ἔδειξε τῶν ἀκτίνων ἐστερημένον καὶ τὸ σκότος εἰς τὴν κατὰ τῆς ἀσεβείας μαρτυρίαν ἐπήγαγεν. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Οὐ γὰρ μόνον αὐτοὺς εἰς τὸ εἶναι παρήγαγον, ἀλλὰ καὶ πάσης ἐπιμελείας ἠξίωσα καὶ περιβλέπτους διὰ τῆς παντοδαπῆς προμηθείας ἀπέφηνα· αὐτοὶ δὲ ἀχάριστοι περὶ τὸν εὐεργέτην ἐγένοντο. Εἰκότως δὲ τῆς ἀχαριστίας κατηγορῶν οὐρανὸν καὶ γῆν εἰς μέσον καλεῖ· διὰ τούτων γὰρ τὰς παντοδαπὰς εὐεργεσίας ἐτρύγησαν. Οὐρανὸς μὲν γὰρ αὐτοῖς ἄνωθεν ἐχορήγησε τὴν τοῦ μάννα τροφήν· «Ἐνετείλατο» γάρ φησι «νεφέλαις ὑπεράνωθεν καὶ θύρας οὐρανοῦ ἀνέῳξε καὶ ἔβρεξεν ἐπ' αὐτοὺς μάννα φαγεῖν καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς.» Ἡ δὲ γῆ ἤνεγκε μὲν αὐτοῖς ἐν τῇ ἐρήμῳ τῶν ὑδάτων τὴν (χρείαν), προσήνεγκε δὲ ἐν Παλαιστίνῃ τῶν παντοδαπῶν καρπῶν τὴν ἀφθονίαν. Μετέλαβον δὲ καὶ τοῦ τῆς υἱ(οθες)ίας ἀξιώματος πρῶτοι· οὗ δὴ χάριν καὶ πρωτότοκον υἱὸν αὐτὸν προσηγόρευσεν· «Υἱὸς» γάρ φησι «πρωτό(τοκός μου Ἰσραήλ).» Ἀλλ' ὅμως οὐδὲν αὐτοὺς ἔπεισε λαβεῖν εὐγνώμονα γνώμην. Διὸ δὴ καὶ τοῖς (ἀλόγοις) συγκρίν(ων αὐτοὺς ἀπο)φα(ίνει) τούτων ἀλογωτέρους· 3 Ἔγνω γάρ φησι βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Λόγου γὰρ ἐστερημένα ταῦτα καὶ νοῦ τὸν (τρο)φέα γινώσκει καὶ τῆς ἐπιμελείας μεταλαγχάνοντα εὐγνωμόνως περὶ τὸν ταύτης διάκειται χορηγόν, καὶ οἶδε μὲν τὸν βοηλάτην ὁ βοῦς, εἴκει δὲ τῇ τούτου φωνῇ, τρέχει δὲ εἰς τὴν συνήθη φάτνην ὁ ὄνος· οὗτοι δὲ πηγὴν ἀγαθῶν ἐξαντλοῦντες (οὐκ ἠ)θέλησαν ἐπιγνῶναι τῶνδε τῶν ναμάτων τὸν χορηγόν. Οὕτω καὶ διὰ Ἱερεμίου πτηνοῖς αὐτοὺς συ(γκρί)νει καὶ τούτων ἀλογωτέρους ἀποφαίνει· «Τρυγὼν» γάρ φησι «καὶ τέττιξ καὶ χελιδὼν ἔ(γνως)αν καιροὺς εἰσόδου αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα κυρίου.» Ἐγὼ δὲ θαυμάζω τοῦ φιλανθρώπου δεσπότου [τὴν ἀγαθότητα]· οὐ γὰρ ἁπλῶς λαὸν ἀλλὰ μετὰ τῆς ἀντωνυμίας καλεῖ. Καὶ ὁ μὲν ἀχάριστος λαὸς οὐ λέγει· ὁ θεός μου, [ὁ δὲ φιλ]άνθρωπος θεὸς λέγει· ὁ λαός μου. Καὶ τὰ ἐπαγόμενα δὲ τὸν ἄρρη(τον) αὐτοῦ δείκνυσιν ἔλεον· θρήνους γὰρ ὑφαίνει (τοῖς σωθῆναι) μὴ βουληθεῖσιν· τῶν δὲ φιλούντων ἀλλ' οὐ τῶν μισούντων οἱ θρῆνοι. 4 Οὐαὶ (ἔθνος ἁμαρτωλόν), λαὸς πλήρης ἀνομίας ὤν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατ(ελίπετ)ε τὸν κύριον καὶ (παρωργίσατε) τὸν ἅγιον τοῦ Ἰσραήλ. Τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος (ἡρμήνευσεν)· «Κατέλιπον τὸν κύριον, (διέσυρον τὸν ἅγι)ον.» Οὐ γὰρ μόνον καταλιπόντες τὸν ποιητὴν τοῖς εἰδώ(λοις τὴν τοῦ θεοῦ) θεραπείαν προσήνεγκαν, (ἀλλὰ καὶ ἐνανθρωπής)αντα καὶ τὴν πάντων ἀνθρώπων πραγματευόμενον σωτηρίαν (διέσυρον) ἐπιτωθάζοντες καὶ (ποτὲ μὲν πλάνον καὶ δαιμονῶν)τα ποτὲ δὲ Σαμαρίτην καλοῦντες, ποτὲ δὲ κωμῳδοῦντες ἔλεγον· «Οὐὰ |97 a| (ὁ καταλύ)ων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτόν, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» Σπέρμα δὲ αὐτοὺς πονηρὸν (ὀνομάζ)ει οὐ τοὺς προγόνους ὑβρίζων, ἀλλὰ τὴν τούτων πονηρίαν ἐλέγχων. Οὕτω καὶ ὁ βαπτι(στὴς Ἰωάνν)ης γεννήματα ἐχιδνῶν αὐτοὺς ἀπεκάλει, ὁ δὲ κύριος γενεὰν πονηρὰν καὶ μοιχαλίδα. Οὐδὲ γὰρ ἐφύλα(ξαν) τὴν τῶν προγόνων εὐγένειαν. Εἶτα μιμεῖταί τινα κατά τινος χαλεπαίνοντα καὶ ποτὲ μὲν πρὸς ἐκεῖνον ποτὲ δὲ πρὸς ἑαυτὸν διαλεγόμενον καὶ ἐπάγει· Ἀπηλλοτριώθησαν εἰς τὰ ὀπίσω. Τουτέστιν· ἐμὲ καταλιπόντες πρὸς τοὺς ἐναντίους ἐχώρησαν. Τοῦτο γὰρ καὶ ἀλλαχοῦ φησιν· «Ἔδωκαν ἐπ' ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν.» 5 Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; Πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην· 6ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία. Κεφαλὴν καλεῖ τοὺς βασιλέας καὶ ἄρχοντας, καρδίαν δὲ τοὺς ἱερέας καὶ διδασκάλους. Ὅπερ γάρ ἐστι σώματι καρδία, τοῦτο ἱερεῖς καὶ διδάσκαλοι τῷ λαῷ· καὶ ὅπερ ἐστὶ κεφαλὴ σώματι, τοῦτο βασιλεῖς καὶ ἄρχοντες τοῖς ὑπηκόοις. Ὀλοφύρεται τοίνυν αὐτῶν τὴν ἀναλγησίαν· ποίαν γὰρ ἔτι φησὶν ἐπαγάγω τιμωρίαν; Πολλὰς ἐπήγαγον καὶ παντοδαπάς, καὶ μεμενήκατε νοσοῦντες ἀνίατα· τὴν γὰρ νόσον ὅλα τὰ μέλη περίκειται, καὶ κεφαλὴ καὶ καρδία καὶ πόδες· οὗ δὴ χάριν ἀπαγορεύω τὴν σωτηρίαν. Οὔτε γὰρ τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίν(ουσα), οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους. Σαφέστερον δὲ ταῦτα ὁ (Σύμμ)αχος τέθεικεν· «Οὐκ ἔστιν ἐν αὐτῷ ὑγιές, ἀλλὰ τραῦμα καὶ μώλωψ καὶ πληγὴ κρούματος οὔτε σφι(γγομέν)η οὔτε ἁπαλυνομένη ἐλαίῳ.» Νικᾷ φησι τὴν τῶν φαρμάκων ἰσχὺν ἡ τῶν τραυμάτων ὑπερβολή. Καὶ ἐπειδὴ ἤρετο· Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίας; εἰκότως καταλέγει τὰ εἴδη τῆς τιμωρίας· 7 Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Τούτων ὑμῖν τῶν κακῶν ἐπήγαγον τὸν κατάλογον, καὶ καταμαθεῖν τὴν τούτων αἰτίαν οὐ βούλεσθε. Ταῦτα δὲ συνέβη μὲν αὐτοῖς καὶ ἡνίκα Ναβουχοδονόσορ αὐτοῖς ὁ τῶν Βαβυλωνίων ἐπεστράτευσε βασιλεύς· τὸν ἔσχατον δὲ αὐτοῖς ὄλεθρον μετὰ τὸν σωτήριον σταυρὸν οἱ Ῥωμαίων ἐπήνεγκαν βασιλεῖς. Καὶ ὁρῶμεν μέχρι καὶ τήμερον ἀλλόφυλα ἔθνη καὶ τὰς πόλεις αὐτῶν οἰκοῦντα καὶ τὴν γῆν νεμόμενα. Ταῦτα περὶ τῆς Ἰουδαίας εἰπὼν προλέγει καὶ τὴν τῆς πόλεως ἐρημίαν· 8 Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς ς(κη)νὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλις πολιορκουμένη. Θυγατέρα Σιὼν τὴν Ἱερουσαλὴμ ὀνομάζει. Ὥσπερ γὰρ υἱοὺς ἀνθρώπων τοὺς ἀνθρώπους καλεῖ καὶ υἱοὺς προφητῶν τοὺς προφ(ήτας), οὕτω καὶ θυγατέρα Ἱερουσαλὴμ καὶ θυγατέρα Σιὼν τὴν αὐτὴν προσαγο(ρεύ)ει. Αὕτη ἤνθει μὲν πάλαι, (ἡνίκα) ὁ ἀμπελὼν τὸν ὥριμον εἶχε καρπόν· ἐκείνου δὲ τρυγηθέντος μεμένη(κεν ἔρη)μος ὡς ἀμπελῶνος σκηνή. Καὶ γὰρ οἱ φυτουργοὶ περιφράττουσι μὲν αἱμασιαῖς (καὶ) φραγμοῖς τὰς ἀμ(πέλους, ὅταν) βρίθωσι τῷ καρπῷ, καὶ σκηνὰς ὑψηλὰς πηγνύντες ἐν ἐκείναις κάθηνται φυλάττοντες τὸ(ν καρπόν)· ὅταν δὲ τοῦτον συλλέξωσι, καταλύουσι μὲν τὴν σκηνήν, ἀφύλακτον δὲ τὴν ἄμπελον καταλείπουσιν. Οὕτω καὶ τοῦ Ἰσραὴλ ὁ ἀμπελών, ἕως μὲν εἶχε τὴν ἐπηγγελμένην τοῖς ἔθνεσιν εὐλογίαν, πάσης ἐπιμελεί(ας ἐτύγ)χανεν· ἐκείνης δὲ τρυγηθείσης καὶ τῶν εἰς ἐκείνην πεπιστευκότων ὑπ' αὐτῆς ἐκλεγέντων ἀπε(στερήθη μὲν) τοῦ φραγμοῦ, ἀπεστερήθη δὲ τοῦ ναοῦ, μεμένηκε δὲ ὁ περίβλεπτος οἶκος οἷον ὁρῶσιν οἱ αὐτ(όσε παραγινόμενοι). 9 Καὶ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμ(ορρα ἂν ὡ)μοιώθημεν. Ὅτε τὰ Σόδομα καὶ τὰ (Γόμορ)ρα πυρὶ παρέδωκεν ὁ θεός, οὐδεὶς διεσώθη τῶν (οἰκητόρων· μόνος) δὲ Λὼτ οὐκ ἐκοινώνησε τῆς φθορᾶς, οὐδεμίαν ἔχων πρὸς ἐκείνους συγγένειαν. Ἐκ δὲ τοῦ Ἰσραὴλ πολλαὶ (διεσώθησαν μυριάδες), ἡνίκα οἱ Ῥωμαίων στρατηγοί τε καὶ βασιλεῖς ἐπιστρατεύσαντες καὶ τὰς πόλεις ἐνέπρη(σαν καὶ τῶν ἐνοικούντων) τοὺς μὲν πλείστους (κατηκ)όντισαν, τοὺς δὲ ὑπολειφθέντας ἐξηνδραπόδισαν. Προείρη(κε γὰρ τοῖς ἱεροῖς ἀποστόλοις) ὁ κύριος καὶ τοῖς δι' (ἐκείνων) πεπιστευκόσι τὰ συμβησόμενα καὶ παρ(ηγγύησε φειδοῖ τὴν σωτηρίαν καρπώσασθαι)· «Ὅταν» γάρ φ(ησιν «ἴδητε κυ)κλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, (γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς)«, καὶ πάλιν· «Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ (ὄρη, καὶ) ὁ ἐπὶ το(ῦ δώματος μὴ καταβήτω) |97 b| ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ.» Οἱ τοίνυν εἰς τὸν κύριον πεπιστευκότες διὰ τῆς πίστεως τῆς σωτηρίας ἀπέλαυσαν· (καὶ) (τὸ σπ)έρμα ἐκεῖνο, δι' οὗ τοῖς ἔθνεσι τὴν εὐλογίαν ὁ θεὸς ἐπηγγείλατο, οὐκ εἴασε Σοδόμοις καὶ Γο(μόρροι)ς παραπλησίως τῶν Ἰουδαίων ἐξαλειφθῆναι τὴν μνήμην. 10 Ἀκούσατε λόγον κυρίου ἄρχοντες Σο(δόμ)ων, προσέχετε νόμον θεοῦ λαὸς Γομόρρας. Τὴν μὲν τιμωρίαν Σοδομίταις ἀντίρροπον οὐκ ἐδέξαντο, οὐ γὰρ εἴασε τὸ σπέρμα ἐκεῖνο, τὰς δὲ Σοδομιτῶν καὶ Γομορρηνῶν εἰκότως προσηγορίας λαμβάνουσιν. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπὶ τῇ ῥίζῃ τοῦ Ἀβραάμ, τὴν δὲ τοῦ Ἀβραὰμ οὐκ ἐζήλωσαν πίστιν, τῆς τοῦ Ἀβραὰμ συγγενείας ἐνδίκως ἐκβάλλονται. Οὕτω καὶ ὁ θεσπέσιος Ἰωάννης ὁ βαπτιστὴς βοᾷ· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ· ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Καὶ τῷ προφήτῃ Ἰεζεκιὴλ ὁ θεὸς παρεγγυᾷ εἰπεῖν «τῇ Ἱερουσαλήμ· Τὸ σπέρμα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναάν· ὁ πατήρ σου Ἀμορραῖος καὶ ἡ μήτηρ σου Χετταία»· καὶ τὰ Σόδομα δὲ πάλιν ἀδελφὴν αὐτῆς ὀνομάζει. Ὧν γὰρ τὴν παρανομίαν ἐζήλωσαν, τούτων τὴν προσηγορίαν εἰσὶ δίκαιοι δέξασθαι. 11 Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος. Ἐντεῦθεν μανθάνομεν ἐναργῶς ὡς οὐ θυσίαις ἀρεσκόμενος ὁ θεὸς ταύτας αὐτοῖς προσφέρειν ἐνομοθέτησεν, ἀλλὰ τὴν ἀσθένειαν αὐτῶν ἐπιστάμενος. Ἐν Αἰγύπτῳ γὰρ τραφέντες καὶ θύειν εἰδώλοις μεμαθηκότες τῆς παιδείας ἐκείνης ἀπολαύειν ἐβούλοντο. Ἐκείνης τοίνυν αὐτοὺς ἀπαλλάξαι τῆς πλάνης βουληθεὶς ὁ θεὸς καὶ θυσιῶν καὶ μουσικῶν ὀργάνων ἠνείχετο, τὴν ἐκείνων ὑπερείδων ἀσθένειαν καὶ τὴν μειρακιώδη γνώμην ψυχαγωγῶν. Ἐνταῦθα μέντοι μετὰ πολὺν ἐτῶν ἀριθμὸν ἅπασαν τὴν νομικὴν ἀπαγορεύει λατρείαν. Πλήρης γάρ εἰμί φησιν· Ὁλοκαυτώματα τῶν κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα τράγων οὐ βούλομαι, 12οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Διὰ δὲ τούτων ὁ προφήτης, μᾶλλον δὲ ὁ διὰ τούτου λαλήσας θεός, καὶ τὰς περὶ πλημμελείας καὶ τὰς περὶ ἁμαρτίας καὶ τὰς τῆς τελειώσεως θυσίας καὶ τὰς ὁλοκαρπώσεις ἐξέβαλεν. Τῶν μὲν γὰρ τὸ αἷμα καὶ τὸ στέαρ προσεφέρετο καὶ οἱ νεφροὶ καὶ τοῦ ἥπατος ὁ λοβός, τὰ δὲ τέλεια κατεκαίετο. Εἶτα σαφέστερον δείκνυσι τὸ τῶν θυσιῶν περιττόν· Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Δι' ὑμᾶς τούτων ἠνειχόμην, οὐκ αὐτὸς τούτων ἐδεόμην. Πατεῖν τὴν αὐλήν μου 13οὐ προσθήσεσθε. Καταλύσαντες γὰρ Ῥωμαῖοι τὸν θεῖον ναὸν νόμῳ τοῦτον αὐτοῖς ἀπέφηναν ἄβατον. Ἐὰν προσφέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστιν. (Εἴδη) καὶ ταῦτα (θυσιῶν). Καὶ ἀναγκαίως αὐτῶν ἐποιήσατο μνήμην διὰ τὴν τῶν Ἰουδαίων ἀναίδειαν, (ὡς ἂν) μὴ λέγοιεν· Τόδε μὲν οὐ βούλεται προσφέρειν ἡμᾶς, τῷδε δὲ θεραπεύεται. Οὕτως ἐν τοῖς μετὰ ταῦτα [διὰ] τοῦ προφήτου φησίν· «Οὐκ ἐμοὶ πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με, οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, (οὐδὲ στ)έαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλ' ἐν ταῖς ἀνομίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέ(στην) σου.» Καὶ διὰ τοῦ θεσπεσίου Δαυίδ· «Οὐ δέξομαί» φησιν «ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου (χιμά)ρους· ἐμὰ γάρ ἐστι πάντα τὰ Θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα (πάντα τὰ πετ)εινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν. Ἐὰν πεινά(σω), οὐ μή σοι (εἴπω· ἐμὴ γάρ) ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρω(μα αὐτῆ)ς. Μὴ φάγομαι κρέα ταύρων ἢ (αἷμα τράγων πίο)μαι;» Καὶ διδάσκων, τίσιν ἀρέσκεται· «Θῦσον τῷ θεῷ» φησι «θυσίαν αἰνέσεως», [καί]· («Θυσία αἰ)νέσεως δοξάσει με.» Καὶ αὐτὸς δὲ ὁ μακάριος Δαυίδ φησι πρὸς αὐτόν· «(Θυσίαν καὶ προσφορὰν οὐ)κ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτί(ας οὐκ) ἐζήτησας.» (Τὰς νεομηνίας ὑμῶν) καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλ(ην οὐκ) ἀνέχομαι, (νηστείαν καὶ ἀργίαν) 14καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ἰδοὺ καὶ τὰς πολυθρυλήτους |98 a| (ἐξέβαλεν) ἑορτάς· τὴν τοῦ πάσχα, τὴν τῶν ἑβδομάδων, τὴν τῶν σκηνῶν καὶ πρὸς τούτοις (τὴν τῶν) σα(λπίγ)γων, τὴν τοῦ ἱλασμοῦ. Ἡμέραν γὰρ μεγάλην τὰς μεγάλας ἑορτὰς ὀνομάζει, νηστείαν δὲ τὴν τ(οῦ ἱ)λα(σμοῦ) ἡμέραν. Καὶ καθολικῶς πᾶσαν ἑορτὴν καὶ πᾶν σάββατον μεμισηκέναι φησίν. Καὶ τὴν αἰτίαν διδάσκει· Ἐγενήθητέ μοι εἰς πλησμονήν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Κόρον φησὶν ὑμ(ῶν) ἔλαβον καὶ παντελῶς ὑμᾶς ἀποστρέφομαι διὰ τὴν τῶν ἁμαρτημάτων ὑπερβολήν. 15 Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ταῦτα πάντα διεξελθών, καὶ τὴν τοῦ νόμου λύσιν καὶ τοῦ ναοῦ τὴν κατάλυσιν, ἐδίδαξε τὸ εἶδος τῆς ἁμαρτίας δι' ὃ ὑπέστησαν τὰς παντοδαπὰς τιμωρίας καὶ κατηγορεῖ αὐτῶν οὐκ εἰδώλων θεραπείαν οὐδὲ μοιχείαν καὶ πλεονεξίαν ἀλλὰ μιαιφονίαν· πάσης γὰρ δυσσεβείας καὶ παρανομίας χαλεπωτέρα ἡ κατὰ τοῦ κυρίου μανία. Αὐτῶν γάρ ἐστιν ἡ φωνή· «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Τοῦτο τὸ αἷμα τῆς παλαιᾶς αὐτ(οὺς) ἐστέρησεν εὐκληρίας, τοῦτο τὸ αἷμα μετοίκους τῆς οἰκουμένης ἀπέφηνεν. Ἀλλ' ὅμως φιλάνθρωπος ὢν ὑποδείκνυσιν αὐτοῖς σωτηρίας ὁδόν· 16 Λούσασθε, καθαροὶ γένεσθε. Ἵνα μὴ νομίσωσιν αὐτὸν τὰ κατὰ νόμον ὑπαγορεύειν περιρραντήρια, προστέθεικεν ἀναγκαίως· Ἀφ(έλετε τὰς πον)ηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Καὶ τοὺς κεκρυμμένους ὑμῶν ἐπίσταμαι λογισμούς, οὐδέν με λέληθε τῶν πονηρῶν ὑμῶν βουλευμάτων· τῷ λουτρῷ τοίνυν τῆς παλιγγενεσίας ἐκκαθάρατε τὰς ψυχάς. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Πρὸς γὰρ τῷ τὰ πρότερα ἀπορρῖψαι δεῖ φυγεῖν τῶν ὁμοίων τὴν ἐργασίαν. 17 Μάθετε καλὸν ποιεῖν. Οὐκ ἀρκεῖ γὰρ πρὸς τελείωσιν ἡ ἀποχὴ τοῦ κακοῦ, ἀλλὰ δεῖ προσθεῖναι τὴν κτῆσιν τῶν ἀγαθῶν· Ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν. 18Καὶ δεῦτε καὶ διελεγχθῶμεν, λέγει κύριος. Ὡς ἂν δὲ (μὴ) δείσαιεν τοὺς ἐλέγχους ἀκούσαντες, τῶν ἀγαθῶν ἐπαγγέλλεται χορηγίαν· Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ (ἔριον) λευκανῶ. Εἰσάγων φησὶν ὑμᾶς εἰς δικαστήριον οὐ δίκας εἰσπράξομαι τῶν τετολμημένων, ἀλλὰ τὴν μεταμέλειαν ὁρῶν μιμήσομαι τοὺς δευσοποιοὺς καὶ τῷ τοῦ παναγίου βαπτίσματος λ(ουτρῷ) ἀμείψω τοῦ αἵματος τὴν χροιὰν καὶ οὐκ ἐάσω ὑμᾶς φέρειν ἔλεγχον τῆς μιαιφονίας δι(ηνεκῆ). Παράδοξος γὰρ ἡ ἐμὴ ἐπιστήμη· τῶν γὰρ δευσοποιῶν ῥοδοειδῆ καὶ κροκοειδῆ καὶ ἰοει(δὴ) καὶ ἁλουργὰ βαπτόντων ἐγὼ τὸ ἐρυθρὸν χιονοειδὲς ἀπεργάζομαι. (Εἶτα) καὶ τῶν παρόν(των) ἀγαθῶν τὴν ἀπόλαυσιν ὡς περὶ ταῦτα κεχηνόσιν ἐπαγγέλλεται δώσειν· 19 Καὶ ἐὰν (θέλητε) καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Μὴ πειθομένοις δὲ ἀπειλεῖ· 20 Ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Καὶ διδάσκων ὁ προ(φήτης) ὡς οὐκ αὐτοῦ ταῦτα τὰ ῥήματα ἀλλὰ τοῦ τῶν ὅλων θεοῦ, ἐπήγαγεν· Τὸ γὰρ στόμα κυρίου (ἐλάλησε ταῦτα). Ταύτῃ τῇ φιλανθρωπίᾳ καὶ τῷ σταυρῷ προσηλούμενος ὁ δεσπότης ἐχρήσατο· «Πάτερ» (γὰρ ἔφη «ἄφες αὐτοῖς)· οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Μετὰ μέντοι τὸν σταυρὸν καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν καὶ (τὴν εἰς οὐρανοὺς) ἀνάβασιν καὶ τὴν τοῦ θείου πνεύματος ἐπιφοίτησιν καὶ τὰ παράδοξα τῶν ἀποστόλων θαύματα τοὺς μὲν (πεπι)στευκότας τῆς σωτηρίας ἠξίωσεν· ἐκ τούτων γάρ εἰσιν οἱ τρισχίλιοι καὶ οἱ πεντακισχίλιοι οὓς τῶν πρώτων ἀποστό(λων ἡ ξυνωρὶς) ἐσαγήνευσεν, ἐκ (τούτω)ν αἱ πολλαὶ μυριάδες ἃς ὁ θεῖος Ἰάκωβος τῷ (θεσπεσίῳ) (ὑπέδειξε Παύλῳ), ἐκ τούτων αὐτ(ὸς ὁ μα)κάριος Παῦλος· θηρὸς γὰρ δίκην ἀγρίου δι(έσπα τοῦ κυρίου τὴν ποίμνην), ἀλλὰ τῆς θείας ἀξιωθεὶς κλήσεως πέπονθε μεθ' ἡδονῆς (ἅπερ ἔδρα μεθ' ἡδονῆς). |98 b| Τούτους μὲν οὖν ὁ δεσπότης κατὰ τὴν ἰδίαν ὑπόσχεσιν τῆς σωτηρίας ἠξίωσε, τοὺς δὲ ἄλλους μαχ(αίρᾳ) (κατ)ὰ τὴν προφητείαν παρέδωκεν. 21 Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως; (Ἐν ᾖ) δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Ἐπειδὴ εἶδεν ἀντιλέγοντας καὶ μὴ πειθομένους μηδὲ ἀνεχομένους λούσασθαι καὶ τὴν σωτηρίαν καρπώσασθαι, ὀλοφύρεται καὶ θρηνεῖ τὴν ἐπὶ τὸ χεῖρον μεταβολήν. Πιστὴ μὲν γὰρ ἦν, ἡνίκα Δαυὶδ μὲν αὐτὴν ὁ βασιλεὺς καὶ Ἰωσαφὰτ καὶ Ἐζεκίας καὶ Ἰωσίας εὐσεβῶς ᾠκονόμουν, πόρνη δὲ ἐγένετο καὶ ἀντὶ δικαίων φονευτὰς ἔσχεν οἰκήτορας, ἡνίκα τὸν νυμφίον παραγενόμενον οὐκ ἐδέξατο ἀλλὰ θηριωδῶς αὐτὸν ἀνελοῦσα ἐφοινίχθη τῷ αἵματι. 22 Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Οὐδὲ καπήλων οὐδὲ ἀργυραμοιβῶν ποιεῖται κατηγορίαν ἀλλ' ἱερέων καὶ διδασκάλων τὸν θεῖον νοθευόντων νόμον καὶ τὰ οἰκεῖα παραμιγνύντων δόγματα. Ταύτην γὰρ καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὁ κύριος αὐτοῖς τὴν κατηγορίαν ἐπήγαγεν· «Ἵνα τί παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;» Ὥσπερ γὰρ ὁ τῷ χρυσῷ ἢ τῷ ἀργύρῳ ἑτέραν ὕλην παραμιγνὺς κίβδηλον τοῦτον ἐργάζεται καὶ ἀδόκιμον καὶ ὁ τὸν οἶνον ὕδατι κεραννὺς λυμαίνεται τῇ τοῦ οἴνου ποιότητι, οὕτως οἱ τῶν Ἰουδαίων διδάσκαλοι (τὸν) (θεῖ)ον νόμον διέφθειραν τοὺς οἰκείους αὐτῷ συντάξαντες λογισμοὺς καὶ τὰς μυθώδεις δευτερώσεις συνάψαντες. 23 Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Ἀναγκαία καὶ ἡ τούτων κατηγορία· οὐκ ἀρκεῖ γὰρ ἡ πίστις εἰς σωτηρίαν, ἀλλὰ χρεία καὶ τῆς πρακτικῆς ἀρετῆς. Τούτου δὴ χάριν ἐν τοῖς ἔμπροσθεν τῷ σωτηρίῳ κελεύσας βαπτίσματι προσελθεῖν καὶ τἆλλα τῆς ἀρετῆς αὐτοῖς ὑπηγόρευσεν εἴδη. Μετὰ μέντοι τὴν κατηγορίαν ἐπιφέρει τῆς τιμωρίας τὰς ἀπειλάς· 24 Διὰ τοῦτο τάδε λέγει κύριος ὁ δεσπότης Σαβαώθ, ὁ δυνάστης τοῦ Ἰσραήλ· Οὐαὶ τοῖς ἰσχύουσιν ἐν Ἰσραήλ, οὐ παύσεται γὰρ ὁ θυμός μου ἐν τοῖς ὑπεναντίοις μου, κρίσιν ποιήσω ἐκ τῶν ἐχθρῶν μου. Τὸ κύριος Σαβαὼθ ὁ μὲν Σύμμαχος καὶ ὁ Θεοδοτίων «κύριος τῶν δυνάμεων» ἡρμήνευσαν, ὁ δὲ Ἀκύλας «κύριος στρατιῶν». Συνᾴδει δὲ ἡ διάνοια· καὶ γὰρ τοὺς στρατιωτικοὺς καταλόγους δύναμιν ὀνομάζειν εἰώθαμεν. Ὁ δὲ τῶν οὐρανῶν βασιλεὺς στρατιὰν ἀκαταγώνιστον ἔχει τὰς ἀοράτους δυνάμεις. Τὸν δὲ αὐτὸν καὶ δυνάστην τοῦ Ἰσραὴλ ὀνομάζει ὡς διὰ τῶν παραδόξων θαυμάτων, ἃ ὑπὲρ τοῦ Ἰσραὴλ πεποίηκε, τὴν οἰκείαν δείξαντα δύναμιν. Ὑπεναντίους δὲ αὐτοὺς καλεῖ ὡς ἀντιτείνοντας ἀεί, ἐχθροὺς δὲ ὡς δυσμενεῖς ὄντας. 25 Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω καὶ ἀφ(ελ)ῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους ταπεινώσω 26καὶ ἐπιστή(σω τοὺς) κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ' ἀρχῆς. Πάλιν τῆς κρίσεως ἐμνημό[νευσε] καὶ ὑπέσχετο τοὺς μὲν ἀξίους πυρώσειν μέν, ἀλλ' οὐκ εἰς κατάκαυσιν, ἀρίστους δὲ καὶ δοκίμους ποιήσειν. (Τοι)αύτη γὰρ ἡ τοῦ βαπτίσματος χάρις· οὗ δὴ ἕνεκα καὶ ὁ θειότατος Ἰωάννης ὁ βαπτιστὴς ἐβόα λέγων· «Ἐγὼ μὲν ὑμᾶς ἐβάπτισα ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, (οὗ οὔκ) εἰμι ἱκανὸς τὸν ἱμάντα τῶν ὑποδημάτων λῦσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ (πυρί).» Καὶ τοῦ παναγίου πνεύματος κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς ἐπιφοιτήσαντος ἐγένοντο ἐν (τοῖς) ἀποστόλοις «διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός». Τούτου δὴ χάριν διὰ τοῦ πυρὸς τοῖς (πιστεύ)ουσιν ὑπισχνεῖται τὴν κάθαρσιν, τοῖς δὲ δι' ἀλαζονείαν ἀντιλέγουσι ταπείνωσιν ἀπειλεῖ. ........... [τ]οὺς ἐκδεξαμένους τὸ κήρυγμα, οὓς τοῖς ἱεροῖς ἀπεικάζει προφήταις. Καὶ (μετὰ ταῦτα κληθήσῃ πό)λις δικαιοσύνης, μητρόπολις πι(στὴ) 27Σιών. Οὐ μέγεθος αὐτῇ καὶ οἰκοδο(μημάτων κάλλος καὶ οἰκη)τόρων ἐπαγγέλλεται πλῆθος ἀλλὰ δικαιοσύν(ην καὶ πίστιν)· μήτηρ γάρ ἐστι (τῶν πεπιστευκότων). (Οὗ δὴ) χάριν καὶ πρὸς αὐτὴν συντρέχουσιν ἅπαντες ἰ(δεῖν ποθ)οῦντες οὐ περιβόλων (μέγεθος οὐδὲ πύργων ὕψος) οὐδὲ κιόνων καὶ λίθων μαρμαρυγὰς ἀλλὰ τάφον δεσποτικὸν |99 a| καὶ σταυροῦ τύπον δεσποτικοῦ καὶ τὴν σμικρὰν ἐκείνην καὶ πολυθρύλητον φάτνην. Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης· 28καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοί, καὶ οἱ ἐγκαταλιπόντες τὸν κύριον συντελεσθήσονται. Ἐλέῳ γὰρ κεράσας τὸ δίκαιον τοῖς μὲν τὸν σταυρὸν τετολμηκόσιν εἶτα μεταμεληθεῖσι συνέγνω καὶ τὴν μεταμέλειαν δεξάμενος παρέσχε τὴν σωτηρίαν καὶ τοῖς τὰ δεινὰ ἐκεῖνα πεπονθόσι καὶ αἰχμαλώτοις γεγενημένοις οὐ συναπώλεσεν, ἐκείνους δὲ πανωλεθρίᾳ παρέδωκεν. 29 Διότι νῦν αἰσχυνθήσο(νται) ἐπὶ τοῖς γλυπτοῖς αὐτῶν ἐφ' οἷς αὐτοὶ ἐποίησαν καὶ αἰσχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν ἐφ' οἷς αὐτοὶ ἐβουλεύσαντο καὶ αἰσχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν ἐφ' οἷς ἐπεθύμησαν. Εἰκότως καὶ ἐπὶ τοῦ παρόντος καὶ τούτων ἐποιήσατο μνήμην. Ἐπειδὴ γὰρ ὡς ὑπὲρ τοῦ νόμου ζηλοῦντες οὐκ ἐδέξαντο παραγενόμενον τὸν σωτῆρα Χριστόν, τῆς πολλῆς δυσσεβείας ἀναμιμνῄσκει ὅτι καὶ εἰδώλων τὴν πόλιν ἐνέπλησαν καὶ ἄλση τοῖς εἰδώλοις ἐφύτευσαν καὶ ἐν ἀγοραῖς καὶ ἐν οἰκίαις καὶ ἐπὶ τῶν δωμάτων τοῖς δαίμοσι θυσίας προσέφερον καὶ ταῦτα δρῶντες οὐκ ἐλογίζοντο τὴν τοῦ νόμου παράβασιν· ὅτε δὲ αὐτὸς ὁ νομοθέτης ἀφίκετο, τὴν εἰς αὐτὸν πίστιν παρανομίαν (ὑπέλα)βον. Εἶτα πάλιν ἐπιφέρει τῆς ἐρημίας τὴν πρόρρησιν· 30 Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα αὐτῆς καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Πάντα τὰ καρποφόρα δένδρα καταλιπὼν τερεβίνθῳ ἀπείκασε τὴν τῆς πόλεως ἐρημίαν καὶ τερεβίνθῳ τῶν φύλλων γεγυμνωμένῃ· φυτὸν δέ ἐστιν ἐν ξηροῖς τόποις φυόμενον, κλάδους ἔχον κατεσκληκότας. Ἀπείκασε δὲ αὐτοὺς καὶ παραδείσῳ ἀνύδρῳ· οὐκέτι γὰρ τῶν προφητικῶν ναμάτων ἀπολαύουσιν οὐδὲ τὴν ἄνωθεν φερομένην δέχονται δρόσον. 31 Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππείου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός. Εὔπρηστος ἡ τοῦ στυππείου καλάμη. Εἰκότως τοίνυν τῇ μὲν καλάμῃ ταύτῃ παρέβαλεν αὐτῶν τὴν ἰσχύν, πυρὶ δὲ τὰ πονηρὰ αὐτῶν ἔργα· ἡ πονηρία γὰρ ἡμᾶς τῆς θείας προμηθείας γυμνοῖ καὶ καταναλίσκει τὴν δεδομένην ἡμῖν ἰσχύν. Καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβ(ές)ων. Θεοῦ γὰρ κολάζοντος τίς ὁ ῥυόμενος; Οὕτω καὶ διὰ τοῦ μεγάλου Μωυσέως ἔφη· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» Ταῦτα τοίνυν εἰδότας δεδιέναι προσήκει καὶ φρίττειν· «φοβερὸν» γὰρ «τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος». Ὁ μέντοι προφήτης ἐνταῦθα τὴν πρώτην συνεπέρανεν ὅρασιν· ἡμεῖς δὲ τοὺς ἐντευξ[ομέν]ους τῇδε τῇ βίβ[λῳ] μικρὸν διαναπαύσωμεν, δόξαν ἀναπέμποντες τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg008.local001/.
