# Commentaria in Isaiam 12.1

Theodoretus, Commentaria in Isaiam, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/commentaria-in-isaiam/12.1

ΤΟΜΟΣ ΙΒʹ 401 Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός. 2Ἱερεῖς λαλήσατε (εἰ)ς τὴν καρδίαν Ἱερουσαλήμ. Προηγόρευσεν ἐν τοῖς ἔμπροσθεν ἡρμηνευμένοις τὴν ὑπὸ τῶν Βαβυλωνίων ἐσομένην αἰχμαλωσίαν. Ὁ δὲ βασιλεὺς Ἐζεκίας οὐ προσήνεγκεν ἱκετηρίαν τῷ δεσπότῃ θεῷ οὐδὲ ἠν[τι]βόλ[ης]ε λυθῆναι τὴν ἀπειλὴν ἀλλὰ τῆς οἰκείας σωτηρίας ἐφρόντισε μόνης εἰρηκώς· «Γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.» Τούτου δὴ χάριν ὁ τῶν ὅλων θεὸς τὸν βασιλέα καταλιπὼν τοῖς [ἱ]ερεῦσι παρακελεύεται παραμυθεῖσθαι τὴν Ἱερουσαλὴμ ὡς ἤδη τῆς ἀπειληθείσης τιμωρίας καταλα[β]ούσης. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς. Πέρας [καλὸ]ν ἔλαβε τὰ τῆς ἀπειλῆς. Λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτή(ματα) αὐτῆς. Ἄξιον ἐνταῦθα θαυμάσαι τὴν τοῦ δεσπότου φιλανθρωπίαν· ἀγαθὸς γὰρ ὢν καὶ ἀγαθότητος ἄβυσσος καὶ σφόδρα ἐλάττονα τῆς ἁμαρτίας τιμωρίαν ἐπάγων τὴν σμικρὰν τιμωρίαν διὰ πολλὴν φιλανθρωπίαν διπλασίονα τῆς ἁμαρτίας καλεῖ. Ὅτι δὲ τῆς ἁμαρτίας σφόδρα ἐλάττων ἦν ἡ τιμωρία, μάρτυς ὁ αὐτὸς προφήτης βοῶν· «Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.» Ἀλλ' ὅμως ἐλέῳ πλείστῳ (τὸ δί)καιον κεραννύς, ἣν οἱ τιμωρούμενοι σμικρὰν ἐκάλουν παιδείαν διπλασίονα ὠνόμασεν (ὁ κ)ριτής. Εἶτα διδάσκει τοὺς παρακαλοῦντας τῆς ψυχαγωγίας τὸν τρόπον· 3 Φωνὴ βοῶντος (ἐν) τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε διὰ τῆς ἀβάτου τὰς τρίβους τοῦ θεοῦ ἡμῶν. Ἡ ἀληθὴς παράκλησις καὶ παραψυχὴ <καὶ> τῶν ἀνθρωπίνων λύσις κακῶν <ἡ> τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐνανθρώπησις. Ταύτης δὲ κῆρυξ ἐγένετο πρῶτος ὁ θεσπέσιος Ἰωάννης ὁ βαπτιστής. Τὰ κα[τ]' αὐτὸν τοίνυν ὁ προφητικὸς προαγορεύει λόγος· τοῦτο γὰρ ἡμᾶς καὶ οἱ τρεῖς μακάριοι ἐδίδαξαν [εὐα]γγελισταί, ὁ δὲ θειότατος Μᾶρκος καὶ προοίμιον τοῦτο τῆς συγγραφῆς ἐποιήσατο. Καὶ αὐτὸς [δέ] γε ὁ θεσπέσιος Ἰωάννης ἐρωτηθεὶς ὑπὸ τῶν Φαρισαίων, εἰ αὐτὸς εἴη ὁ Χριστός, ἔφη· «Ἐγὼ φωνὴ (βο)ῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης»· οὔκ εἰμι [θεὸς] λόγος ἀλλὰ φωνή, ἐγὼ γὰρ κηρύττω τὸν ἐνανθρωπήσαντα θεὸν λόγον. Ἄβατον δὲ καλεῖ τὰ ἔθνη [τὸ] προφητικὸν ἴχνος οὐδέπω δεξάμενα. 4 Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς (ταπει)νωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τραχεῖαι εἰς πεδία. Τὴν εὐκο(λίαν) τοῦ κηρύγματος διὰ τούτων ἐδήλωσεν· διὰ ταύτην γὰρ ἐν ὀλίγῳ χρόνῳ πᾶσαν τοῦτο τὴν (οἰκου)μένην ἐπλήρωσεν. Φάραγγας δὲ πληρουμένας καὶ ὄρη καὶ βουνοὺς ταπεινουμένους (κατὰ μὲν) τὸ ῥητὸν νοητέον τὴν λείαν ὁδὸν καὶ δυσκολίας ἀπηλλαγμένην, κατὰ δὲ διά(νοιαν) φάραγγες μέν εἰσιν αἱ τῶν ἀπίστων ψυχαὶ εἰς βάθος που κείμεναι καὶ μετάρσιον οὐ(κ ἔχουσαι) φρόνημα, ὄρη δὲ καὶ βουνοὶ οἱ ἐν τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς θεραπευόμενοι δαίμονες (ὧν τὴν) πλάνην ἡ τοῦ σωτῆρος ἡμῶν ἔσβεσεν ἐνανθρώπησις. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ περὶ (Ἰουδαίων τοῦ)το εἰρῆσθαι φήσας· περιφανεῖς γὰρ ὄντες καὶ περίβλεπτοι πάλαι διὰ τὴν θείαν |148 a| κηδεμονίαν ἧς ἀπήλαυον, νῦν ἐταπεινώθησαν ἔρημοι ταύτης γενόμενοι. Δηλοῖ τοίνυν ὁ λόγος ὅτι τὰ μὲν ταπεινὰ ἔθνη ὑψωθήσεται, οἱ μέγα δὲ φρονοῦντες Ἰουδαῖοι ταπεινωθήσονται. Τοῦτο γὰρ δηλοῖ καὶ τὰ ἑξῆς· 5 Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. Καὶ ἡ βεβαίωσις τῶν εἰρημ[ένων]· Ὅτι κύριος ἐλάλησεν. Ἀψευδὴς γάρ φησιν ὁ ταῦτα φθεγξάμενος. Ἐγὼ δὲ λίαν ἄγαμαι τοὺς οἰομένους ταῦτα περὶ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τὸν προφήτην θεσπίσαι· ἔδει γὰρ αὐτοὺς συνιδεῖν ὅτι ς[αφ]ῶς ὁ προφητικὸς προηγόρευσε λόγος πᾶσιν ἀνθρώποις δῆλον ἔσεσθαι τοῦ θεοῦ τὸ σωτήριον, ἐκείνη δὲ ἡ ἀνάκλησις οὐ πᾶσιν ἐγένετο δήλη, ὁ δὲ σωτήριος σταυρὸς καὶ τὰ δεσποτικὰ πάθη καὶ αὐτὰς ἔφθασε τὰς τῆς οἰκουμένης ἐσχατιάς. 6 Φωνὴ λέγοντος· Βόησον. Τοιαύτη τίς φησιν ἠνέχθη φωνή, βόησόν μοι παρεγγυῶς(α). Καὶ εἶπον· Τί βοήσω; Εἶτα λέγει τὸ προσταχθέν· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· 7ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν, ὅτι πνεῦμα κυρίου ἔπνευσεν εἰς αὐτόν· ἀληθῶς ὅμοιος χόρτῳ ὁ λαός· 8ἐξηράνθη ὁ χόρτος, καὶ ἐξέπεσε τὸ ἄνθος. Τῶν ἐθνῶν ἁπάντων προθεσπίσας τὴν σωτηρίαν προμηνύει καὶ τῶν Ἰουδαίων τὴν ἀκαρπίαν. Φύσει μὲν γάρ φησι χόρτῳ ἔοικε τῶν ἀνθρώπων τὸ γέν(ος), ἄνθει δὲ χόρτου ἡ ἐπιγινομένη δόξα καὶ δυναστεία. Καὶ καθάπερ τοῦ χόρτου ξηραινομένου τὸ ἄν(θος) ἐκρεῖ, οὕτω τοῦ θανάτου τοῖς ἀνθρώποις ἐπιόντος καὶ ἡ δυναστεία καὶ ἡ περιφάνεια σβέννυται. (Γί)νεται δὲ τοῦτο διὰ τοῦ θείου θελήματος καθάπερ τινὸς προσβαλόντος πνεύματος. Ἀληθέστερον μέντοι ταῦ(τα) ἁρμόττει τῷ χρηματίσαντι πάλαι λαῷ, ὃς ἐξηράνθη μὲν οὐκ ἔχων τὴν νοτίδα τῆς πίστεω(ς), τὴν ἐπανθοῦσαν δὲ ἀπώλεσε χάριν. Καὶ ἵνα μή τις ὑπολάβῃ ἀγνοίᾳ τὸν τῶν ὅλων θεὸν τ(οῦτον) ἐκλέξασθαι τὸν λαόν, ἐπήγαγεν· Τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. Ἄνωθέν φησι ταῦτα (καὶ) προέγνω καὶ προηγόρευσεν, ἀλλ' ὅμως καὶ ταύτην αὐτῶν τὴν ἀπείθειαν εἰδὼς ἐπιβαίνει προτ[ρέπων] εἰς σωτηρίαν· ᾔδει γὰρ τοὺς ἐν αὐτοῖς τὸ σωτήριον κήρυγμα δεξαμένους. 9 Ἐπ' ὄρους ὑψηλοῦ ἀνάβηθ(ι ὁ εὐ)αγγελιζόμενος τὴν Σιών, ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψ(ώσατε) μὴ φοβεῖσθε. Τὸν ἀποστολικὸν ἐνταῦθα χορὸν ὁ προφητικὸς διεγείρει λόγος. Οὗ δὴ χάρ(ιν) ἑνικῶς σχηματίσας τὴν παρακέλευσιν εἰς τὸν πληθυντικὸν μεταβέβηκε καί φησιν· Ὑψ(ώσατε) μὴ φοβεῖσθε. Οὕτως αὐτοῖς <καὶ> ὁ δεσπότης ἔλεγε Χριστός· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων (τὸ) σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι.» Καὶ πάλιν αὐτοὺς τῆς εἱρκτῆς ἀπαλλάξας [παρ]ηγγύησε μετὰ παρρησίας λαλεῖν τὰ ῥήματα τῆς ζωῆς. Ὅρος δὲ καλεῖ τῆς θεογνωσίας τὸ ὕψος. Εἶ(πον) ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ ὁ θεὸς ὑμῶν, 10ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχ(ίων) αὐτοῦ μετὰ κυρείας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον ἑκάστου ἐναντ(ίον αὐτοῦ). Ταῦτα τὴν δευτέραν τοῦ σωτῆρος ἡμῶν παρουσίαν μηνύει· τότε γὰρ καὶ τὸν μισθὸν τοῖς [ἐργά]ταις παρέξει καὶ «ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ»· τότε γὰρ «τὸ ἔργον ἑκάστου φ(ανερὸν) γενήσεται» κατὰ τὴν τοῦ ἀποστόλου φωνήν· «Ἡμέρα γάρ» φησι «δηλώσει, ὅτι ἐν πυρὶ ἀ(ποκαλύ)πτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.» Τοῦτο καὶ τοῖς ἱεροῖς [ἀποστόλοις] ὁ κύριος ποιεῖν παρηγγύησεν· «Πορεύεσθε» γὰρ ἔφη «πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα (οἴκου Ἰακ)ώβ. Πορευόμενοι δὲ λέγετε ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.» Ἔστι τοίνυν ἰδεῖν [οὕτω συ]μβαίνοντα τοῖς εὐαγγελικοῖς λόγοις τὰ κατὰ τὸν προφήτην θεσπίσματα. 11 Ὡς ποιμ(ὴν ποιμανεῖ) τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν τῷ κόλπῳ αὐτοῦ β(αστάσει καὶ) τὰς ἐν γαστρὶ ἐχούσας παρακαλεῖ. Καὶ τούτων τὸ πέρας ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἀκ[ριβῶς ἀληθῶς] τε μάθωμεν. Πρῶτον μὲν γὰρ αὐτὸς ὁ κύριος ἔφη· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ γινώ(σκω τὰ ἐμὰ) καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβά(των).» [Συνήγαγε |148 b| δὲ] καὶ τῷ βραχίονι ἄρνας· τῇ τῆς διδασκαλίας δυνάμει. Νῦν γὰρ τοῖς ἁλιεῦσιν ἔλεγεν· «Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιέας ἀνθρώπων», νῦν δὲ τοὺς τελώνας ἐκάλει καὶ τούτοις συνειστιᾶτο· ἄλλοτε δὴ καὶ πόρνης γυναικὸς παρὰ τοὺς πόδας ὀλοφυρομένης ἠνέσχετο· παρεκάλεσε δὲ καὶ τὰς κυούσας ὥσπερ σωτηρίᾳ τικτούσας· μανθάνουσαι γὰρ τὴν τοῦ θανάτου κατάλυσιν καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα, ἱκανὴν εἶχον τῶν ὠδίνων παραμυθίαν τῶν κηρυττομένων τὴν προσδοκίαν. Καὶ ἔτι δὲ κυοφορούμενος ὑπὸ τῆς ἁγίας παρθένου κυοφοροῦσαν τὴν Ἐλισάβετ εὐφροσύνης ἐνέπλησεν. Εἶτα διδάσκει τοῦ ἐνανθρωπήσαντος θεοῦ λόγου τὴν σοφίαν, τὴν ἐπιστήμην, τὴν δύναμιν καὶ διελέγχει τῶν εἰδώλων τὸ μάταιον· 12 Τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; Τὸ μὲν θεῖον ἀσώματόν τε καὶ ἀσχημάτιστον καὶ ἁπλοῦν καὶ ἀσύνθετον· ἐπειδὴ δὲ ἀνθρώπους ὄντας οὐ δυνατὸν ἄλλως ἢ ἀπὸ τῶν ἀνθρωπείων τὰ θεῖα καταμαθεῖν, διδάσκει ἡμᾶς ὁ προφητικὸς λόγος ὡς αὐτὸς μὲν ὁ τῶν ὅλων θεὸς ἀπερίληπτός τε καὶ ἀπερίγραφος, πᾶσαν δὲ τὴν κτίσιν ἐν χειρὶ περιέχει—τῆς χειρὸς δηλονότι ἐνεργείας τινὸς νοουμένης—, ὡς πᾶσαν μὲν τῶν ὑδάτων τὴν φύσιν μέτρον ἔχειν κοτύλης, τὰ δὲ τῶν οὐρανῶν κύτη τῇ σπιθαμῇ περιέχεσθαι, τὴν δὲ γῆν ἅπασαν μηδὲν διαφέρειν σμικροτάτης τινὸς ὕλης ὑπὸ τῶν πέντε τῆς χειρὸς συνεχομένης δακτύλων. (Τί) ἔστησε τὰ ὅρια σταθμῷ καὶ τὰς νάπας ζυγῷ; Ἀντὶ τοῦ· πάντα αὐτῷ δυνατά, πάντα (αὐ)τῷ μετρητά, καὶ ἕκαστον τῆς δημιουργίας εἶδος πρός τι γεγένηται χρήσιμον, οὐδὲν γὰρ (ἀ)ργὸν οὐδὲ περιττὸν εἰς τὸ εἶναι παρήχθη. 13 Τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐ(γέν)ετο ὃς συμβιβάσει αὐτόν; 14Ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; Ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; Ἅπαντες ἄνθρωποι διδασκαλίας δεόμεθα. Κἂν γὰρ ἄγαν τις ᾖ σοφός, ἀνατίθεται τὸ πρακ(τέο)ν ἑτέρῳ· ὁ δὲ τῶν ὅλων θεὸς σοφίας ἐστὶν ἄβυσσος καὶ συνέσεως πέλαγος. 15 Εἰ πάντα τὰ ἔ(θνη) ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς <ς>ίαλος λογισθήσονται· 16(ὁ δὲ) Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, 17καὶ (πά)ντα τὰ ἔθνη εἰς οὐθέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν αὐτῷ. 18Τίνι ὡμοιώσατε κύριον ἢ (τί)νι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Καὶ νομοθετῶν ὁ τῶν ὅλων θεὸς παρεκελεύσατο λέγων· «(Οὐ) ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κά(τω) καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς, ὅτι ἐγὼ κύριος ὁ θεός σου», τουτέστιν· οὗ εἶδος οὐκ ἐθεάσω. [Καὶ ἐν]ταῦθα ὁ προφητικὸς λόγος τῶν τὰ εἴδωλα τεκταινομένων τε καὶ προσκυνούντων τὴν ἄνοιαν διε[λέγχ]ων φιλονεικεῖ μὲν τῆς θείας δυνάμεως τὸ ἄπειρον δεῖξαι, μὴ δυνάμενος δὲ ἄλλως τοὺς ἀνθρώπους [διδά]ξαι ἀπὸ τῆς κτίσεως δείκνυσι τὴν ὑπερβολήν· ὅπερ γάρ ἐστί φησι σταγὼν πρὸς κάδον [καὶ ῥ]οπὴ ζυγοῦ καὶ σίαλος, τοῦτο πᾶσα τῶν ἀνθρώπων ἡ φύσις πρὸς τὴν ἄρρητον ἐκείνην καὶ ἀπεριό[ριστον] δύναμιν. Εἶτα διδάσκει ὡς ἅπαντα τῶν τετραπόδων τὰ γένη σμικρά τινα καὶ οὐκ ἀρκοῦντα [πρὸς θ]υσίαν τῇ θείᾳ μεγαλειότητι, ἅπαντα δὲ τοῦ Λιβάνου τὰ ξύλα οὐχ ἱκανὰ πληρῶσαι τὸ ἐπι[καιόμεν]ον πῦρ. Ποίαν τοίνυν εἰκόνα τοῦ τοιούτου κατασκευάσαι δυνήσεσθε; 19 Μὴ εἰκόνα ἐποίησε τέκτων; (Ἢ χρυσοχό)ος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτὸν ἢ ὁμοιώματι κατεσκεύασεν αὐτόν; Τὸν οὕτως (ἄπειρον), τὸν οὕτως ἀπεριόριστον ποία τέχνη δύναται μιμήσασθαι; 20 Ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων (καὶ σοφῶς) ζητεῖ, πῶς στήσει αὐτὸ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται. Ἐπὶ μὲν τοῦ θεοῦ τῶν ὅλων ἔφη [οὕτως]· «Ὁ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν», ἐνταῦθα δὲ τῶν εἰδώλων κωμῳδῶν τὴν ἀσθένειαν [ἀποφαίνει] ξύλου τὸν τεχνίτην δεόμενον εἰς τὴν τοῦ καλουμένου θεοῦ διαμόρφωσιν. Οὐ μόνον δέ φησιν |149 a| ἐξ ἐράνου λαμβάνει καὶ τὴν οὐσίαν καὶ τὸ εἶδος, ἀλλὰ καὶ πολλῆς δεῖται τ[έχνης, ἵνα τύχῃ ὁμοιώ]σεως καὶ ἀκίνητον μείνῃ. Εἶτα ἐντρεπτικῶς· 21 Οὐ γνώσεσθε; Οὐκ ἀκούσεσθε; Οὐκ ἀνηγγέλη ἐξ (ἀρχῆς) ὑμῖν; Οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Οὐκ ἄνωθέν φησιν ὑμᾶς ἐδίδαξα τῶν εἰδώλων τὸ [ἀσθενές]; Οὐκ ἔγνωτε τίς ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς; Τοῦτο γὰρ ἐπήγαγεν· 22 Ὁ κατέχων τὸν γῦρον τῆς γῆς καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας. Αὐτός φησιν αὐτὴν παρήγαγεν, αὐτὸς κατέχει καὶ κυβερνᾷ. Καὶ ἀκρίδων οὐδὲν διενηνόχασιν οἱ ἄνθρωποι τῇ θείᾳ δυνάμει παραβαλλόμενοι. Εἶτα διδάσκει ὡς οὐ μόνον τῆς γῆς ἐστι ποιητὴς ἀλλὰ καὶ τῶν οὐρανῶν δημιουργός· Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν. Ἐπειδὴ γὰρ ἐδάφει μὲν ἔοικεν ἡ γῆ, μιμεῖται δὲ καμαροειδῆ καὶ θολοειδῆ ὄροφον ὁ οὐρανός, εἰκότως σκηνῇ αὐτὸν ἀπείκασεν. Καὶ οὕτως ἡμῖν ὑποδείξας δημιουργὸν τὸν τῶν ὅλων θεὸν ὁ προφητικὸς λόγος ὑποδείκνυσιν ἡμῖν αὐτοῦ καὶ τὴν ἄρρητον πρόνοιαν· 23 Ὁ διδοὺς ἄρχοντα<ς> εἰς οὐδὲν ἄρχειν. Οὕτω γὰρ καὶ τὸν Σενναχηρὶμ καὶ τὸν Ναβουχοδονόσορ καὶ μυρίους ἑτέρους κατέλυσεν. Τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν. Οὐδὲ γὰρ τοῖς δημιουργήμασιν ἡ δύναμις μεμέτρηται τοῦ ποιητοῦ ἀλλὰ τῇ βουλήσει μόνῃ· «Πάντα» γάρ φησιν «ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν», οὐχ ὅσα ἴσχυσεν ἀλλ' ὅσα ἠθέλησεν· ἠδύνατο μὲν γὰρ πολλαπλάσια, πεποίηκε δὲ ἃ καλῶς ἔχειν ἔκρινεν. 24 Οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ φυτεύσωσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν· ἔπνευσεν ἐπ' αὐτοὺς ἄνεμος καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς. Περὶ τῶν ἀρχόντων ταῦτα ἔφη τῶν δυσσεβῶν οὓς τῆς δυναστείας ἐγύμνωσεν. 25 Νῦν οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος. Τὸν ταῦτα πεποιηκότα, τὸν ταῦτα διηνεκῶς ἐνεργοῦντα τίνι ἀπεικάζετε; Ποῖον ἄξιον προσφέρετε σέβας; 26 Ἀναβλέψατε εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· Τίς κατέδειξε ταῦτα πάντα; Βλέπετε γάρ φησι τὸν ἥλιον, τὴν σελήνην, τὴν τῶν ἀστέρων χορείαν, τὰς τοῦ ἔτους τροπάς, τὰς τῶν ὡρῶν μεταβολάς, τὰς ἰσομέτρους νυκτὸς καὶ ἡμέρας διαδοχάς. Τοῦ[το] γὰρ ἐπήγαγεν· Ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ. Κόσμον δὲ καλεῖ τὴν τῆς κτίσεως διακόσμησιν. Πάντας ἐπ' ὀνόματι καλέσει. Οὐδέν φησιν ἀγνοεῖ ἀλλὰ πάντα σαφῶς ἐπίσταται· αὐτὸς γὰρ ἑκάστῳ καὶ τὰ ὀνόματα τέθεικεν. Ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν (σε) ἔλαθεν. Πάντα ἰσχύει, πάντα δύναται, οὐδὲν ἀγνοεῖ τῶν γιγνομένων καὶ αὐτοὺς [ἐπί]σταται τῶν ἀνθρώπων τοὺς λογισμούς. 27 Μὴ γὰρ εἴπῃς Ἰακώβ, καὶ τί ἐλάλησας Ἱερουσαλήμ· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ μου, ἡ κρίσις μου παρῆλθεν; Μὴ νόμιζέ φησιν ἀγνοεῖν με τῶν ὑμετέρων ψυχῶν τὰ βουλεύματα μηδὲ οἴου λανθάνειν τὰ πονηρὰ λογιζόμενος. Ἐντεῦθεν δῆλον ὡς κ[αὶ] τούτων αὐτῶν ἐποιήσατο τῆς πολυθεΐας κατηγορίαν. 28 Καὶ νῦν οὐκ ἔγνως; Εἰ μὴ ἤκουσας; Ταῦτα οἱ Τρεῖς σαφέστερον ἡρμήνευσαν· ὁ μὲν γὰρ Σύμμαχός φησιν· «Μὴ οὐκ ἔγνως ἢ οὐκ ἤκουσας;» Ὁ δὲ Ἀκύλας· «Μήτι οὐκ ἔγνως ἢ οὐκ ἤκουσας;» Ὁ δὲ Θεοδοτίων· «Οὐκ ἔγνως ἢ οὐκ ἤκουσας;» Οὐδεμίαν φησὶν ἀ[πο]λογίαν ἔχεις· διὰ πάντων γάρ σε τῶν προφητῶν καὶ μυρίων θαυμάτων τὴν ἐμὴν ἐδίδαξα [δύν]αμιν. Εἶτα ἀναμιμνῄσκει ὧν πολλάκις ἐδίδαξεν· Θεὸς αἰώνιος. Τοῦτο καὶ ὁ μακάριος [ἔφη Μω]υσῆς· «Ἐγώ εἰμι ὁ ὤν», καὶ ὁ μακάριος δὲ Δαυίδ φησι πρὸς αὐτόν· «Σὺ δὲ κύριε εἰς τὸν αἰῶνα μένει(ς καὶ) τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν», καὶ πάλιν· «Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκ(λείψουσιν).» Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Καὶ τοῦτο ὁ μακάριος ἐδίδαξε Μωυσῆς· «(Ἐν ἀρχῇ)« γάρ φησιν «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», καὶ ὁ μακάριος Δαυίδ· «Ὁ θεμελιῶν τὴν γῆν (καὶ) τὴν ἀσφάλειαν αὐτῆς.» Οὐ πεινάσει οὐδὲ κοπιάσει. Καὶ τοῦτο διὰ τοῦ μακαρίου ἔφ[η Δαυίδ]· «(Μὴ |149 b| φάγο)μαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;» Οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Καὶ τοῦτο καὶ ὁ μακάριος Δαυὶδ προεκήρυξεν· «Μέγας ὁ κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.» 29 Διδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην. Τοῦτο καὶ ἡ θαυμασία Ἄννα ἔφη· «Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ» καὶ τὰ ἑξῆς. 30 Πεινάσουσι γὰρ νεώτεροι καὶ κοπιάσουσι νεανίσκοι καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται· 31οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν. Ταῦτα δὲ καὶ ἐπὶ τῶν Ἰουδαίων καὶ ἐπὶ τῶν θείων ἀποστόλων ἐγένετο. Ὅσοι μὲν γὰρ ἠπίστησαν, λιμῷ καὶ λοιμῷ καὶ πολέμῳ καὶ ἀνδραποδισμῷ παρεδόθησαν· οἱ δὲ πεπιστευκότες τῷ παναγίῳ νεουργηθέντες πνεύματι τὴν ὀξυτάτην τῶν ἀετῶν μιμησάμενοι πτῆσιν εἰς ἅπασαν ἔδραμον τὴν οἰκουμένην ὡς ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώμασιν. Οὕτω τῶν ἀποστόλων ὑποδείξας τὸν δρόμον ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις προαγορεύει τὴν σωτηρίαν· 411 Ἐγκαινίζεσθε πρός με νῆσοι· οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν. Νήσους τὰς ἐκκλησίας καλεῖ ὡς τὰ τῶν διωκόντων κύματα δεχομένας καὶ ἐπὶ τῆς πέτρας ἐρηρεισμένας, ἄρχοντας δὲ προσαγορεύει τῆς ἀληθείας τοὺς κήρυκας ἑτέρους ἀνθ' ἑτέρων μετὰ τὴν κλῆσιν γεγενημένους· «Δεῦτε» γάρ φησιν «ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιέας ἀνθρώπων.» Ἤλλαξαν τοιγαροῦν τὴν ἰσχύν· οὐκέτι γὰρ ἰχθύας ἀπὸ λίμνης μιᾶς ἀλλ' ἀνθρώπους ἀπὸ πάσης τῆς οἰκουμένης ἐθήρευον. Ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν. Τοῖς αὐτοῖς παρακελεύεται σύμφωνον προσφέρειν διδασκαλίαν καὶ τὴν ἐσομένην κρίσιν ἅπασι προμηνύειν. 2 Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; Ἐκάλεσαν αὐτὸν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσονται, καὶ δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν (καὶ) ὡς φρύγανα ἐξωσμένα τὰ τέκνα αὐτῶν 3καὶ διώξεται αὐτούς, καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ, οὐχ ἥξει. Περὶ ταύτης τῆς δικαιοσύνης καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ἐδόθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.» Ταύτης τῆς δικαιοσύνης ἀνατειλάσης καὶ τὴν οἰκουμένην περιδραμούσης ἐξέστησαν μὲν βασιλεῖς, ἡττήθησαν δὲ τύραννοι, πᾶν δὲ εἶδος τιμωρίας ἠλέγχθη, καὶ τοὺς διώκοντας οἱ διωκόμενοι νενικήκασι καὶ ὡς ἄκρας εἰρήνης ἀπολαύοντες τὸν προκείμενον ἐξήνυσαν δρόμον. Τὸ μέντοι· οὐχ ἥξει, παρὰ μὲν τοῖς Ἑβδομήκοντα οὐ κεῖται, ὡς δὲ παρὰ τοῖς Ἄλλοις κείμενον προσετέθη μετὰ ἀστερίσκου. Δηλοῖ δὲ ὡς δικαιοσύνη οὐ πᾶσιν ἥξει ἀλλὰ το[ῖς] πιστεύουσιν· οἱ γὰρ δυσσεβεῖς οὐδὲ προσέχειν ἐβούλοντο τοῖς θείοις κηρύγμασιν. 4 Τί(ς ἐνήρ)γησε (καὶ ἐπ)οίησε ταῦτα; Ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς, τουτέστι τὴν δικαιοσύνην. Ἄνωθέν φησι τὰ περὶ αὐτῆς προηγόρευσεν. Ταύτας καὶ πρὸς τὸν Ἀβραὰμ ἐποιήσατο τὰς συνθήκας «Ἐν τῷ σπέρματί σου» λέγων «εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς» καὶ πρὸς τὸν Ἰσαὰκ καὶ πρὸς τὸν Ἰ[ακ]ὼβ καὶ πρὸς τὸν Μω<υ>σέα καὶ πρὸς τὸν Δαυίδ· ταῦτα καὶ διὰ τῶν ἄλλων προφητῶν προηγό[ρευσεν]. Ἐγὼ θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Οὐκ ἄλλος φησὶ τὴν παλαιὰν ἔδωκε (δια)θήκην καὶ ἄλλος νομοθετεῖ τὴν καινήν· μία ἐστὶν ἡ θεία φύσις, ἀεὶ ὡσαύτως καὶ κατὰ ταὐτὰ (ἔχουσα). 5 Εἶδον ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἐξέστησαν. Καὶ μαρτυρεῖ τῶν πραγμάτων (ἡ πεῖρα)· καταλιπόντες γὰρ τὴν πλάνην οἱ ἄνθρωποι μετέμαθον τὴν ἀλήθειαν. Ἤγγισαν καὶ ἦλθον (ἅμα), 6κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι καὶ τῷ ἀδελφῷ. Οἱ γὰρ πάλαι πλανώμενοι τοῦ τῆς (θεογνω)σίας φωτὸς ἀπολαύσαντες οὐκ ἀνέχονται κρύπτειν τὴν αἴγλην ἀλλὰ πάντας εἰς κοινωνίαν (κα)λοῦσιν. Καὶ ἐρεῖ, τουτέστιν ὁ τοῦ γνόφου τῆς ἀγνοίας ἀπαλλαγείς· 7 Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς (τύπτων ς)φῦραν ἅμα ἐλαύνων ποτὲ μὲν ἐρεῖ· Σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ |150 a| ἐν ἥλοις, θήσουσιν αὐτό, καὶ οὐ κινηθήσεται. Ταῦτά φησιν ἐροῦσιν οἱ τῇ ἀληθείᾳ προσεληλυθότες τοῖς (ἔτι κα)τεχομένοις τῇ πλάνῃ τῇ τῶν εἰδώλων τὴν τούτων δεικνύντες ἀσθένειαν· οὔτε γὰρ βαδίσαι δύνανται οὔ(τε) στῆναι μὴ τοῖς ἥλοις δεσμούμενα. Τὸ δέ· σύμβλημα καλόν ἐστιν, οἱ Τρεῖς οὕτω τεθείκασιν· «Εἰς κόλλησιν καλόν ἐστιν», τουτέστι· καλῶς συμβέβληται, τεχνικῶς συνήρμοσται. 8 Σὺ δὲ Ἰσραὴλ παῖς μου, Ἰακὼβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ ὃν ἠγάπησα, 9οὗ ἀντελαβόμην ἀπ' ἄκρου τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπόν σοι· Παῖς μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε· 10μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ μου τῇ δικαίᾳ. Τῷ Ἰσραὴλ ποτὲ μὲν εὐφημίας ὑφαίνει ποτὲ δὲ κατηγορίας προσάπτει οὐκ ἐναντία ποιῶν ἀλλὰ κατάλληλα δρῶν· ἐκ γὰρ τοῦ Ἰσραὴλ οἱ πεπιστευκότες καὶ ἐκ τοῦ Ἰσραὴλ οἱ ἐσταυρωκότες· εἰκότως τοίνυν τοὺς μὲν ἐπαινεῖ τῶν δὲ κατηγορεῖ. Ἐνταῦθα μέντοι καὶ τῶν παλαιῶν ἀνέμνησεν αὐτοὺς <ἐπαγγελιῶν> καὶ εὐεργεσιῶν καὶ ὡς ἐξήγαγε μὲν ἐκ γῆς Χαλδαίων τὸν πατριάρχην, ἅπαν δὲ τὸ γένος τῆς Αἰγυπτίων ἠλευθέρωσε δυναστείας καὶ παντοδαπῆς προνοίας ἠξίωσεν. 11 Ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου, 12ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ· ἔσονται (γὰρ) ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε. Εἶτα τῆς νίκης τὴν αἰτίαν διδάσκει· 13 Ὅτι ἐ(γὼ) ὁ θεός σου, ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, ἐγὼ ἐβοήθησά σοι. Ταῦτα τυπικῶς μὲ[ν] καὶ ἐπὶ τῶν Βαβυλωνίων ἐγένετο. Καταλύσας γὰρ τὴν ἐκείνων ἀρχὴν ὁ τῶν ὅλων θεὸς καὶ τούτους τῆς πικρᾶς δουλείας ἐλευθερώσας εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν· κυρίως μέντοι καὶ ἀληθῶς ἁρμόττει τοῖς ἁγίοις ἀποστόλοις καὶ τοῖς νικηφόροις μάρτυσιν· οἱ γὰρ τούτους πολεμήσαντες ἐν αἰσχύνῃ γεγένηνται, καὶ φροῦδοι νῦν καὶ ἀφανεῖς οἱ διώξαντες, περίβλεπτοι δὲ καὶ περιφανεῖς τῆς ἀληθείας οἱ πρόμαχοι. Μὴ φοβοῦ σκώληξ 14Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ, ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε, ὁ ἅγιος τοῦ Ἰσραήλ. Καὶ ταῦτα μάλιστα δηλοῖ, ὡς τοῖς εἰς τὸν κύριον πεπιστευκόσιν ὁ προφητικὸς ἁρμόττει λόγος. Ὀλίγον τοῦ Ἰσραὴλ ἐπίστευσε μέρος, τὸ δέ γε πλεῖστον ἠπίστησεν. Διὰ τοῦτο καὶ ὁ θεῖος ἔλεγε Παῦλος· «Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν», καὶ πάλιν· «Ἡ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν», καὶ πάλιν ὁ προφήτης· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Μάλα δὲ ἁρμόττει καὶ τὸ τοῦ σκώληκος ὄνομα· πρ[ῶτον] μὲν διὰ τὴν ὁρωμένην εὐτέλειαν—καὶ γὰρ ὁ θεῖος ἀπόστολος ταύτην βουληθεὶς ἐπι[δεῖξαι] ἔφη· «Ἐξελέξατο ὁ θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀ(σθε)νῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ.» Τὴν γὰρ ὑπερβολὴν παραδηλῶσαι θελήσας καὶ μηδὲν εὑρὼν ἐοικός, μὴ ὄντα ἐκάλεσεν, ἀντὶ τοῦ· ἐν[αντίον] τῶν ἄλλων οὐδέν εἰσιν οὗτοι—, καλεῖ δὲ αὐτοὺς καὶ δι' ἕτερον σκώληκα· ἐν γὰρ τοῖς σαθροτέ[ροις τῶν] ξύλων ὁ σκώληξ κρυπτόμενος ὡς τὴν ὀλίγην αὐτῶν ἰσχὺν ἐν βραχεῖ καταναλίσκει χρόνῳ, [οὕτω] καὶ τῆς ἀληθείας οἱ ἀθληταὶ κρυπτόμενοι καὶ λανθάνοντες τὴν τῶν εἰδώλων κατέλυσαν πλά[νην]. Διδάσκει δὲ καὶ τὸν τρόπον τῆς νίκης· 15 Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας κ(αινοὺς) πριστηροειδεῖς, καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χοῦν θήσεις 16καὶ λικμή(σεις), καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς αὐτοὺς διασπερεῖ· σὺ δὲ εὐφρανθήσῃ ἐν κ(υρίῳ ἐν τοῖς ἁγί)οις Ἰσραήλ. Ἐπειδὴ σκώληκα αὐτοὺς προσηγόρευσε διὰ τὴν ὁρωμένην εὐτέλειαν, [ἐκ διαμέτρου νῦν] ἔδειξε τὴν κεκρυμμένην ἰσχύν· καθάπερ γὰρ ἡ πριονοειδὴς ἅμαξα λεπτύνει τ(ὸ δράγμα), |150 b| οὕτω καὶ ὑμεῖς ἅπασαν τὴν κατέχουσαν πλάνην τὴν καὶ τὸ ὕψος τῶν ὀρῶν καὶ τῶν βουνῶν μιμουμένην καὶ λεπτυνεῖτε καὶ λικμήσετε καὶ οἷόν τινι καταιγίδι διασκεδάσαντες παραδώσετε λήθῃ εὐφραινόμενοι καὶ γανύμενοι διὰ τὸ πλῆθος τῶν σῳζομένων. Καὶ ἀγαλλιάσονται 17οἱ πτωχοὶ καὶ ἐνδεεῖς. Τοὺς ἐξ ἐθνῶν λέγει πεπιστευκότας· οὗτοι γὰρ ἦσαν πτωχοὶ τὸν προφητικὸν οὐ δεξάμενοι πλοῦτον. Ζητήσουσιν ὕδωρ καὶ οὐκ ἔσται· ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξήρανται. Ταῦτα πρὸ τῆς κλήσεως ἐπεπόνθεισαν ἐν ἐνδείᾳ διάγοντες καὶ δίψει πολλῷ πιεζόμενοι. Ἐγὼ κύριος ὁ θεός σου, ἐγὼ ἐπακούσομαι αὐτῶν ὁ θεὸς Ἰσραὴλ καὶ <οὐκ> ἐγκαταλείψω αὐτούς. Εἰ γὰρ καὶ τοῦ Ἰσραὴλ χρηματίζω θεός, ἀλλὰ πάντων εἰμὶ θεός· οὗ δὴ χάριν 18 ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς. Τοὺς τὸ τῆς διδασκαλίας χάρισμα πεπιστευμένους οὕτω καλεῖ· καὶ γὰρ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη· «Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Ἔρημον προσαγορεύει τὰ ἔθνη· τούτοις δὲ καὶ ἐν τοῖς ἔμπροσθεν ταῦτα ἐπηγγείλατο. 19 Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην, θήσω ἐν τῇ Ἄραβα βράθυ, δαὰρ καὶ θαασοὺρ ἅμα. Ταῦτα τὰ ἀνερμήνευτα ὀνόματα οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν· «Θήσω ἐν τῇ ἀβάτῳ κυπάρισσον, πτελέαν, πύξον.» Δηλοῖ δὲ ὁ λόγος, ὡς τῶν ἐν ὕδασι τεθηλέναι πεφυ(κό)των φυτῶν ἡ ἔρημος πληρωθήσεται καὶ ἡ ἄνυδρος τοῖς φιλύδροις κοσμηθήσεται δένδροις—(δέ)νδρων δηλαδὴ τῶν ψυχῶν νοουμένων ὑπὸ τῆς θείας χάριτος ἀρδομένων. 20 Ἵνα ἴδωσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπίστωνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησε ταῦτα καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν αὐτά. Τὸ δὲ παράδοξον τῶν γιγνομένων τὸν τούτων αἴτιον ἐπιδείξει. Οὕτω δείξας τὴν τῆς ἐρήμου μεταβολὴν πάλιν ἐλέγχει τὴν τῶν εἰδώλων ἀσθένειαν· 21 Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει κύριος ὁ θεός· ἠγγίκασιν αἱ βουλαὶ ὑμ(ῶν), λέγει ὁ βασιλεὺς Ἰακώβ· 22ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, (ἢ) τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα· καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν, 23ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. Τό· ἐγγίζει ἡ κρίσις ὑμῶν, οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν· «Προσαγάγετε τὴν κρίσιν ὑμῶν, εἶπε κύριος· ἐγγίσατε ἰσχυρὰ ὑμῶν, εἶπεν ὁ βασιλεὺς Ἰακώβ.» Γίνεσθέ φησιν ἐμοῦ καὶ τῶν εἰδώλων κριταί, φέρετε εἰς μέσον τὰ ἰσχυρὰ ἢ κατὰ τὸν Θεοδοτίωνα «τὰ κραταιώματα ὑμῶν», τουτέστι τὰ εἴδωλα· προμηνυσάτωσαν τὰ ἐσόμενα, διδαξάτωσαν τὰ ἐξ ἀρχῆς γεγενημένα· ἐγὼ γὰρ ἀμφότερα ποιῶν διετέλεσα· διὰ γὰ[ρ] Μωυσέως τοῦ θεράποντός μου καὶ τὰ πρὸ τῆς τῶν ἀνθρώπων δημιουργίας γεγενημένα ἐδίδαξα, τὰ δὲ [ἐ]σόμενα καὶ δι' ἐκείνου καὶ διὰ τῶν ἄλλων ἐδήλωσα προφητῶν. Εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμάσομεν καὶ ὀψόμεθα ἅμα, 24ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; Εἰ [μὴ] βούλεσθέ φησιν ἀπὸ τῆς γνώσεως δεῖξαι τὴν ἰδίαν ἰσχύν, ἀπὸ γοῦν τῆς δυνάμεως τοῦτο [ποιή]σατε. Δείξατε τὴν εὐεργητικὴν ἢ τὴν τιμωρητικὴν ὑμῶν δύναμιν· «Ἐγὼ δὲ ἀποκτενῶ (καὶ ζ)ῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» Ἐπειδὴ δὲ ὑμεῖς καὶ γνώσεως ἐστέρησθε καὶ δυνάμεως, ἐγὼ ὑμῶν διελέγξω τὸ μάταιον. (Ἐκ) γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς. Εἴτε γὰρ ξύλινοί εἰσιν εἴτε ἀπὸ χρυσοῦ ἢ ἀργύρου ἢ [καττι]τέρου ἢ χαλκοῦ, ἀπὸ γῆς ἔχουσι τὴν φύσιν· τούτων γὰρ ἕκαστον ἀπὸ γῆς. Βδέλυγμα τὸ εἴδωλον ὀνομάζει ὡς βδελυγμίας μεστόν. 25 Ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ (καὶ τὸν) ἀπὸ ἡλίου ἀνατολῶν, καὶ κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες |151 a| ὡς πηλὸς κεραμέως, καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλὸν οὕτως καταπα(τηθήσεσθε. Τοῖς) εἰδώλοις ἀπειλεῖ τὴν κατάλυσιν. Καλεῖ δὲ τὸν μὲν ἀπὸ ἀνατολῶν τὴν ἀνατείλασαν δικαιοσύνην, περὶ ἧς καὶ ἤδη πρότερον εἶπεν· «Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην;» Τὸ(ν δὲ) ἀπὸ βορρᾶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, πρὸς ἣν ἦλθεν ὁ ἐκ Θαιμὰν ἢ «ἀπὸ λιβὸς» κατὰ [τοὺς] Λοιποὺς Ἑρμηνευτάς. «Ὁ θεὸς» γὰρ «ἐκ Θαιμὰν ἥξει», τουτέστιν ἀπὸ μεσημβρίας. Ταύτῃ ἐκ τῆς μεσημβρίας ἐπιφανεὶς ὁ δεσπότης Χριστὸς καὶ κατεψυγμένην εὑρὼν τῇ τῶν εἰδώλων ἐξαπάτῃ καὶ ταῖς μεσημβριναῖς αὐτὴν ἐκθερμάνας ἀκτῖσιν εἰς ζωὴν ἐπανήγαγεν. [Ὑπὸ] ταύτης καὶ τῶν αὐτῆς ἀρχόντων, ἱερέων καὶ διδασκάλων κατεπατήθη τῶν εἰδώλων τὸ πλῆθος. 26 Τίς γὰρ ἀνήγγειλε τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; Τὰ δοκοῦντά φησιν ὑμῶν χρηστήρια ψεύδους ἐστὶ μεστά. Οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκού(ων) ὑμῶν τοὺς λόγους. Καὶ μαρτυρεῖ τῷ λόγῳ τὸ τέλος· πέπαυται γὰρ τὰ πανταχοῦ γῆς καὶ θαλάττης μαντεῖα, καὶ οἱ περὶ ταῦτα κεχηνότες μετέμαθον τὴν ἀλήθειαν. 27 Ἀρχὴν Σιὼν δώσω (καὶ) Ἱερουσαλὴμ παρακαλέσω εἰς ὁδόν. Τὰ μέντοι προοίμια τῆς διδασκαλίας τῇ Ἱερουσαλὴμ προσοίσω. Οὕτω καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔλεγεν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ.» 28 Ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθείς. Πρῶτοι γὰρ οἱ ἐξ Ἰουδαίων πιστεύ(σαντες) ἐκείνων ἐγένοντο κήρυκες. Καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων. Πολλάκις αὐτῶν τὴν ἄγνοιαν ἐκωμῴδησεν. Καὶ ἐὰν ἐρωτήσω αὐτούς· Πόθεν ἐστέ; οὐ μὴ ἀποκρ(ιθῶ)σί μοι· 29εἰσὶ γὰρ οἱ ποιοῦντες ὑμᾶς ἄδικοι καὶ μάταιοι οἱ πλάσσοντες ὑμᾶς. Ἁρμοδίως καὶ τῶ[ν εἰ]δώλων τὸ ἀναίσθητον ἔδειξε καὶ τῶν ταῦτα τεκτηναμένων ἀσέβειαν κατηγόρησεν. [Τὰ μὲν] γάρ ἐστιν ἄψυχα, οἱ δὲ λίαν ἀνόητοί τε καὶ δυσσεβεῖς. Τούτων διελέγξας τὴν πλάνην δείκνυ[σι τῆς] ἀνατειλάσης εἰρήνης καὶ ἀληθείας τὸν χορηγόν· 421 Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτ(οῦ, Ἰσρα)ὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτ(όν, κρίσιν) τοῖς ἔθνεσιν ἐξοίσει. 2Οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φ(ωνὴ αὐτοῦ), 3κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ' εἰς ἀλή(θειαν ἐ)ξοίσει κρίσιν, 4ἀναβλέψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ (τῷ) ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Ταύτην τὴν μαρτυρίαν καὶ ὁ θεῖος τέθεικεν εὐαγγελιστής· (εἰρηκὼς) γὰρ ὡς πολλοὺς ὁ κύριος ἰασάμενος παρηγγύησεν ἵνα μηδενὶ εἴπωσιν, ἐπήγαγε τὰ προκείμενα. Εἰδέναι μέντοι χρὴ ὡς ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων οὔτε τὸ Ἰακὼβ [οὔτε] τὸ Ἰσραὴλ τεθείκασιν, οὔτε γὰρ παρὰ τῷ Ἑβραίῳ κεῖται. Οἷς ἀκολουθῶν καὶ ὁ θεῖος εὐα[γγελιστὴς] εἴρηκεν· «Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρετισάμην, ὁ ἐκλεκτός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή (μου).» [Ὅτι] δὲ τούτων οὐδὲν Ἰουδαίοις ἁρμόττει, καὶ αὐτὰ δηλοῖ τῆς προφητείας τὰ ῥή[ματα. Τί γὰρ] ἐκείνων θρασύτερον; Τί δὲ μανικώτερον; Ὁ δὲ προφητικὸς λόγος πᾶσαν τ[ὴν τοῦ σωτῆρος] ἐπιείκειαν καὶ πραότητα μαρτυρεῖ. Οὗτος καὶ τὴν ἐσομένην κρίσιν τοῖς ἐ[χθροῖς] τῶν ἀποστόλων ἐμήνυσεν. Παῖδα δὲ αὐτὸν καλεῖ ἢ «δοῦλον» κατὰ τοὺς [Ἄλλους Ἑρμηνευτὰς] κατὰ τὸ ἀνθρώπειον· κατὰ τοῦτο γὰρ αὐτὸν καὶ Ἰακὼβ καὶ Ἰσραὴλ ὀνομάζει ὡς ἐξ [Ἰακὼβ τοῦ] καὶ Ἰσραὴλ κατὰ σάρκα βλαστήσαντα. Οὕτω καὶ τὸ πανάγιον δέχεται πνεῦμα οὐχ [ὡς θεός, ἀ]νενδεὴς γάρ, ἀλλ' ὡς ἄνθρωπος, ἵνα τύπος γένηται τῶν εἰς αὐτὸν πεπιστευκ[ότων. Ταύτῃ τῇ |151 b| πρα]ότητι δὲ τὰ ῥήματα μαρτυρεῖ καὶ τὰ πράγματα· «Μάθετε» γάρ φησιν «ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Οὕτω δεξάμενος τὴν ἐπὶ κόρρης πληγὴν ἔφη τῷ παίσαντι· «Ἑταῖρε, εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;» Καὶ δυνάμενος σκηπτοῖς ἀναλῶσαι τοὺς κατ' αὐτοῦ λυττῶντας καὶ οἷόν τινα κάλαμον συντεθλασμένον συντρῖψαι καὶ καθάπερ λίνον καπνιζόμενον σβέσαι, τῆς ἐκείνων μανίας ἠνέσχετο· ᾔδει γὰρ τοῦ γινομένου τὸ τέλος καὶ τὴν ἐντεῦθεν τεχθησομένην ἀλήθειαν. Οὕτως καὶ τῷ θανάτῳ παραδοθεὶς ἔλαμψεν αὖθις καὶ τὴν γῆν τῆς ἀληθείας ἐπλήρωσε καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἐξήρτησε τὰ ἔθνη. Τοῦτο γὰρ ὁ προφητικὸς ἔφη λόγος· ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Καὶ τοῦτο καὶ ἄντικρυς ἐλέγχει τὴν Ἰουδαίων ἄνοιαν· ποῖα γὰρ ἐπὶ τῷ ἐκείνω<ν> ὀνόματι ἤλπισεν ἔθνη; Ποῖον δὲ αὐτοὺς οὐ κατεπολέμησεν ἔθνος; Εἰς δὲ τὸ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ὄνομα πάντα ἐλπίζει τὰ ἔθνη. 5 Οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν (αὐ)τήν. Οὐ γὰρ μόνον ἐποίησεν ὁ θεὸς τὴν κτίσιν, ἀλλὰ καὶ τὸ διαρκὲς αὐτῇ δέδωκε, καὶ [ὅσο]ν αὐτὸς βούλεται διαμένει χρόνον. Ἔδωκε πᾶσι μὲν ἀνθρώποις πνοήν, τὸ δὲ πανάγιον πνεῦμα [οὐ πᾶ]σιν ἀλλὰ τοῖς πατοῦσι τὴν γῆν, τουτέστι τὸ γήινον φρόνημα. 6 Ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν (δικαι)οσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς (φῶς) ἐθνῶν. Πρὸς ὃν ἐκάλεσε παῖδα ταῦτά φησι καὶ ὡς πρὸς ἄνθρωπον διαλέγεται. Τοιαῦτα δὲ [πολ]λὰ ταπεινὰ καὶ ἐν τοῖς θείοις εὐαγγελίοις εὑρίσκομεν· «Τὸ γὰρ παιδίον» φησὶν «ηὔξανε καὶ (ἐκρ)αταιοῦτο πνεύματι, καὶ χάρις θεοῦ ἦν ἐπ' αὐτό», καὶ πάλιν· «Ἰησοῦς προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ καὶ (χάρι)τι παρὰ θεῷ καὶ ἀνθρώποις», οὕτως εὐχόμενος ἔλεγεν· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ (ποτή)ριον τοῦτο.» Ὅτι δὲ ταῦτα ἀνθρώπινα ἦν, ὁμολογεῖν οἶμαι καὶ αὐτοὺς τοὺς τῇ θεότητι τοῦ μο[νογεν]οῦς πολεμοῦντας καὶ κτίσμα ταύτην ἀποκαλεῖν τολμῶντας. Καὶ ἐνταῦθα τοίνυν [ὡς ἀνθρώπῳ] ταῦτά φησιν· Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. Μαρτυρεῖ δὲ καὶ τὸ [γένος] τῇ φύσει· Ἃ γὰρ ὑπεσχόμην τοῖς σοῖς κατὰ σάρκα προγόνοις, τῷ Ἀβραάμ, τῷ Ἰσαάκ, [τῷ Ἰα]κώβ, τῷ Δαυίδ, ταῦτα πεπλήρωκα νῦν καὶ διὰ σοῦ, ὃς ἐκ τῆς τούτων συγγενείας κατὰ σάρκα κατάγει, τὴν μὲν πρὸς τούτους ἐπαγγελίαν πληρῶ, τοῖς δὲ ἔθνεσι τῆς θεο[γν]ωσίας τὸ φῶς χορηγῶ. Ταύτης τῆς συγγενείας καὶ ὁ μακάριος ἐμνημόνευσε Παῦλος· «(Ὧν) οἱ πατέρες» φησὶ «καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, (ἀμ)ήν.» Ὁ γὰρ αὐτὸς ἐξ Ἰουδαίων μέν ἐστι κατὰ σάρκα, ἐπὶ πάντων δὲ θεὸς ὡς ἐκ τοῦ θεοῦ καὶ πατρὸς [πρὸ] τῶν αἰώνων γεγεννημένος. Εἶτα προλέγει τὰς ἐσομένας θαυματουργίας· 7 Ἀνοῖξαι ὀφθαλ(μοὺς) τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκό(τει. Τυ)φλοὺς ἐνταῦθα τοὺς τὸ ὀπτικὸν τῆς διανοίας κακῶς διακειμένους καλεῖ, τοὺς δὲ αὐτοὺς (καὶ ταῖς) τῆς ἁμαρτίας πεπεδημένους σειραῖς καὶ τῷ σκότει τῆς πλάνης κατεχομένους. Τούτους (τοῦ ζόφου) τῆς ἀγνοίας ἐλευθερώσας καὶ τῆς ἁμαρτίας τὰ δεσμὰ διαρρήξας προσήγαγε τῷ (τῆς ἀληθεί)ας φωτί. 8 Ἐγὼ κύριος ὁ θεός, τοῦτό μοί ἐστιν ὄνομα· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. [Καὶ δει]κνὺς περὶ τίνων λέγει, ἐπήγαγεν· Οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Ὁ γὰρ υἱὸς τοῦ πατρὸς (ἔχει τὴν) δόξαν καὶ ἐν τῇ τοῦ πατρὸς ἐπιφανήσεται δόξῃ· μία γὰρ υἱοῦ καὶ πατρὸς ἡ θεότης. Εἰ δέ φησιν (ὁ θεὸς ὡς) ἑτέρῳ τὴν δόξαν οὐ δώσει, δείκνυται δὲ ὁ υἱὸς τοῦ πατρὸς ἔχων τὴν δόξαν, δῆλον ὡς οὐχ ἕτερός (ἐστι κα)τὰ τὴν οὐσίαν ἀλλὰ τὴν αὐτὴν ἔχει τῷ πατρὶ φύσιν. 9 Τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασιν, ἃ πάλαι |152 a| φησὶ προηγόρευσεν. Καὶ <καινὰ ἃ ἐγὼ νῦν ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.> Καινὰ τοῖς ἀγνοοῦσι τὰ προφητικὰ θεσπίσματα, δῆλα τοῖς ἐκεῖνα πεπιστευμένοις· Καὶ πάλαι γὰρ αὐτά φησιν εἶπον ὑμῖν. Ἐπειδὴ δὲ τὰ καινὰ μηνύει, εἰκότως ὕμνον καινὸν προσενεγκεῖν παρακελεύεται τῷ θεῷ· 10 Ὑμνήσατε τῷ θεῷ ὕμνον καινόν. Ἡ ἀρχὴ αὐτοῦ ἄνω δοξάζεται, τὸ ὄνομα αὐτοῦ δοξάζεται ἀπ' ἄκρου τῆς γῆς. Καθάπερ γὰρ ἐν τοῖς οὐρανοῖς τὴν βασιλείαν αὐτοῦ καὶ τὴν δεσποτείαν ὑμνοῦσι τῶν ἀγγέλων οἱ δῆμοι, οὕτω τὸ σεπτὸν αὐτοῦ ὄνομα πᾶσα (ἡ γῆ) προσκυνεῖ. Οἱ κατοικοῦντες τὴν θάλασσαν καὶ πλέοντες αὐτήν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς. Διαφερόντως δὲ τοῦτο ποιοῦσιν οἱ μὴ μόνον διὰ γῆς ἀλλὰ καὶ θαλάττης ὁδεύοντες ὥστε τοῦτο τὸ ὄνομα τοὺς ἀγνοοῦντας διδάξαι, ὅθεν οὐ μόνον ἠπειρῶται ἀλλὰ καὶ νησιῶται τὸν τῶν ὅλων ὑμνοῦσι θεόν. 11 Εὐφράνθητι ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδάρ. Εὐφρανθήσονται οἱ κατοικο(ῦντες) Πέτραν, ἀπ' ἄκρου τῶν ὀρέων βοήσουσι, 12δώσουσι τῷ θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν. Κηδὰρ τῶν Ἰσμαηλιτῶν τοὺς ἀπογόνους καλεῖ, Πέτρα δέ ἐστι τῶν Ἰδουμαίων μητρόπολις. Ἔδειξε τοίνυν καὶ διὰ τούτων ὁ προφητικὸς λόγος τὴν εἰς ἅπασαν τὴν οἰκουμένην χυ[θεῖσαν] θεογνωσίαν. Ὁρῶμεν δὲ καὶ ἡμεῖς τὴν τῆς προρρήσεως ἔκβασιν· οὐ γὰρ μόνον ἡ οἰκουμένη ἀλλὰ καὶ ἡ ἀοίκητος καὶ αἱ νῆσοι πᾶσαι τῶν τῆς ἀληθείας ναμάτων ἀπήλαυσαν. Ἐγὼ δὲ ἐβουλόμην Ἰουδαίου πυθέσθαι, ποίαν εὐφροσύνην Ἰσμαηλίταις καὶ Ἰδουμαίοις ὁ προφητικὸς εὐαγγελίζεται λόγος, πῶς δὲ αἱ νῆσοι τὸν τῶν ὅλων ὑμνοῦσι θεόν. Ἀλλ' ἐκείνους ἐπὶ τοῦ παρόντος ἐάσαντες τῆς ἀληθείας ἐχώμεθα. 13 Κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται συντρῖψαι πόλεμον, ἐπεγερεῖ ζῆλον, σημανεῖ καὶ (βο)ήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος. Αὐτὸς γὰρ κατέλυσε τοῦ θανάτου τὸ κράτος, αὐτὸς (τὸν) δρόμον τῆς ἁμαρτίας ἀνέκοψεν, αὐτὸς ἔπαυσε τοῦ διαβόλου τὴν τυραννίδα, αὐτὸς τῶν (εἰδώλων) τὴν πλάνην κατέσβεσεν. 14 Ἐσιώπησα ἀπ' αἰῶνος· μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομ(αι); Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. Πολὺν ἠνεσχόμην χρόνον, πλείστῃ ἐχρησάμην μακροθυμίᾳ, ἤνεγκα [καταφρο]νούμενος. Ἐκφανῶ καὶ ἐκστήσω καὶ ξηρανῶ ἅμα, 15ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ πάντα τ(ὸν) χόρτον ξηρανῶ καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ. Διὰ τούτων πάντων τὴν (παῦλαν) τῆς πλάνης ἐδήλωσεν· τὰ γὰρ ἐν τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς τιμώμενα τεμένη τῶν εἰδώλων κατέλ(υσε) καὶ τὴν ἐκείνων μνήμην παρέδωκε λήθῃ καὶ οἷόν τινα χόρτον ἐξήρανε, καὶ τὰ τῶ(ν φιλο)σόφων δόγματα καθάπερ τινῶν ποταμῶν ῥεύματα καταπαύσας οὐδὲ βραχεῖαν ἐ(ν αὐτοῖς) ἰκμάδα κατέλιπεν. Ὡσαύτως δέ φησι καὶ τὰ ποιητικὰ ἕλη δείξω ξηρά. 16 Καὶ ἄξω τυφλο(ὺς) ἐν ὁδῷ (ᾗ) οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν ποιήσω πατῆσαι αὐτούς. Πάλιν τυφλοὺς τ(οὺς) ἀπιστίαν νοσοῦντας καὶ τὸ ὀπτικὸν τῆς διανοίας πεπηρωμένους καλεῖ. Τούτους ὑπισχ(νεῖται) ποδηγήσειν εἰς τὴν ἀγνοουμένην ὁδόν· οὐ γὰρ ᾔδεισαν τῆς ἀληθείας τὴν τρίβον ἀλλὰ τὰς τῆς ἀπά(της) ὥδευον ἀτραπούς. Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς. Τῆς προτέρας αὐτοὺς ἀγνοίας ἀπαλλάξ[ας τῆς] θείας αὐτοὺς γνώσεως ἀξιώσω· ἔοικε γὰρ σκότει μὲν ἡ ἄγνοια, φωτὶ δὲ ἡ γνῶσις. Καὶ τὰ (σκολιὰ) εἰς εὐθεῖαν. Τὴν γὰρ δύσπορον τῆς σωφροσύνης καὶ τῆς ἐγκρατείας καὶ τῆς δικαιος[ύνης ὁδὸν] πεποίηκεν εὔπορον, τοῖς πόνοις τῆς ἀρετῆς τὴν τῶν μελλόντων ἀγαθῶν συνάψας ἐλπί[δα]. (Ταῦτα) τὰ ῥήματα ἃ ποιήσω αὐτοῖς· καὶ οὐκ ἐγκαταλείψω αὐτούς, λέγει κύριος. Τούτων [τῶν ἀγαθῶν] αὐτοὺς διηνεκῶς ἀξιώσω καὶ πᾶσαν αὐτῶν κηδεμονίαν καὶ εἰς τὸν ἔπειτα [ποιήσω] χρόνον. 17 Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. Ἐμοῦ δὲ ταῦτα τοῖς ἔθνεσι τὰ ἀγαθὰ [διδόντος] οἱ τὰς ἐπαγγελίας ἔχοντες Ἰουδαῖοι καὶ τὰ μεγάλα ταῦτα θεώμενοι θαύματα τὴν ἐν[αντίαν ἐ]τράποντο τὴν ἐμὴν ἀρνούμενοι ποδηγίαν. Ἀλλ' ἡμεῖς οἱ τῶν τοσούτων ἀπολαύο[ντες] ἀγαθῶν τὴν εὐθεῖαν ὁδεύωμεν ἑπόμενοι τῷ ποδηγοῦντι καὶ τὸ φῶς χορηγοῦν[τι θεῷ τῷ |152 b| καὶ τὴν αἰώνιον ὑπισχνου]μέν[ῳ] ζωήν, ἵνα καὶ ταύτης τύχωμεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ὑπο[στηρίζοντος] σωτῆρος, μεθ' οὗ τῷ πατρὶ σὺν τῷ παναγίῳ πνεύματι δόξα <καὶ> κράτος πρέπει καὶ μεγαλοπρέπεια [νῦν καὶ ἀεὶ] καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg008.local001/.
