# Commentaria in Isaiam 13.1

Theodoretus, Commentaria in Isaiam, Section 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/commentaria-in-isaiam/13.1

ΤΟΜΟΣ ΙΓʹ Αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς· Ὑμεῖς (ἐστε) θεοὶ ἡμῶν. Τὴν τῶν ἐθνῶν προθεσπίσας μεταβολὴν μεταφέρει τὸν λόγον πρὸς Ἰουδαίους· περὶ γὰρ αὐτῶν καὶ ἤδη ἔφη· «Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω» τοσαῦτα θαύματα θεασάμενοι καὶ τὴν τῶν ἐθνῶν ἑωρακότες ἐπιστροφήν. Γλυπτὰ καὶ χωνευτὰ τὰ εἴδωλα κέκληκεν· τὰ μὲν γὰρ ἐκ ξύλων καὶ λίθων τὰ δὲ ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ καττιτέρου κατασκευασθήσεται. 18 Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν. Εἶτα σαφέστερον διδάσκει τίνας αὐτῶν προσαγορεύει· 19 Καὶ τίς τυφλὸς ἀλλ' ἢ ὁ λαός, παῖδές μου, (καὶ) κωφοὶ ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Κυριεύοντας τοὺς βασιλεύοντας καὶ τοὺς ἄρχοντας καλεῖ, κωφοὺς δὲ αὐτοὺς ὀνομάζει ὡς τῶν προφητικῶν ἐπαΐειν οὐκ ἐθέλοντας λόγων. Τὸν δὲ (λοι)πὸν ὅμιλον τυφλὸν προσηγόρευσεν ὡς ὁρῶντα τὴν τῶν εἰδώλων ἀσθένειαν καὶ συνιδεῖν (οὐ) βουλόμενον. Τίς τυφλὸς ὡς ὁ ἀπεσχηκώς; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ. Ὁ δὲ Σύμμαχος [οὕτω]· «Τίς τυφλὸς ὡς ὁ τέλειος καὶ τυφλὸς ὡς ὁ δοῦλος κυρίου;» Εἰ γὰρ καὶ τὰ ἔθνη φησὶν ὁμοίως πλανᾶται [ὅμως οὐ]κ ἴσην ἔχει κατηγορίαν· οὐ γὰρ ἔχει προφήτας δᾳδουχοῦντας πρὸς τὴν ἀλήθειαν οὐδὲ τοσαύ[της ἐπ]ιμελείας ἠξίωται. Καὶ ὁ ἀπεσχηκὼς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν, ἀντὶ τοῦ· ὁ ὑπὸ τοῦ [θεοῦ π]ροκληθεὶς καὶ ἑαυτὸν ἀπορρήξας τῆς τοῦ θεοῦ δουλείας καὶ τὴν τῶν εἰδώλων προελόμενος [θερ]απείαν. 20 Εἴδετε πλεονάκις καὶ οὐκ ἐφυλάξασθε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Τὰ γὰρ θαύματα ἑώρων καὶ διδασκαλίας θείας ἀπέλαυον καὶ οὔτε τὰ ὦτα τοῖς λόγοις οὔτε τοὺς ὀφ(θα)λμοὺς τοῖς ἔργοις προσέφερον. 21 Κύριος ὁ θεὸς ἡμῶν ἐβούλετο, ἵνα δικαιωθῆτε καὶ μεγαλύνητε αἴνεσιν. Σαφῶς ἔδειξε τῆς αἰνέσεως τὸν σκοπόν· τοῦ γὰρ ὕμνου τὸ κέρδος ὁ τοῦτον προσφέρων καρποῦται. (Καὶ) εἶδε, 22καὶ ἐγένετο ὁ λαὸς προνενομευμένος καὶ διηρπασμένος. Καὶ τὸν θεῖον ἡμᾶς ἐδίδαξε σκοπὸν καὶ [τὸ τῆ]ς ἀνθρωπίνης κτίσεως αὐτεξούσιον. Αὐτὸς μὲν ὑμᾶς φησιν ἐβούλετο δικαιωθῆναι τὴν εὐ[σέ]βειαν αἱρουμένους, ὑμεῖς δὲ τὴν ἐναντίαν ὁδεύσαντες τὸν ὄλεθρον ἐτρυγήσατε. Ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτούς. Παγίδα καλεῖ τὴν περὶ τὰ εἴδωλα πλάνην· ὥσπερ γὰρ ἡ παγὶς ἀγρεύει τῶν ἀλόγων τὰ γένη, οὕτως ἡ πλάνη τῶν ἀνθρώπων τὸ γένος. Ἐδίδαξε [δὲ] ὁ προφητικὸς λόγος ὡς πανταχοῦ τὰ εἴδωλα προσεκύνουν. Ἐγένοντο εἰς προνομήν, καὶ οὐ(κ ἦν) ὁ ἐξαιρούμενος. Ἀποστάντες γὰρ τῆς ἐμῆς θεραπείας τῆς ἐμῆς οὐκ ἀπήλαυον προμη(θεί)ας. Ἅρ(πα)γμα, καὶ οὐκ ἦν ὁ λέγων· Ἀπόδος. Ταῦτα ὑπέμειναν ὑπὸ Βαβυλωνίων καὶ ὕστερον ὑ(π)ὸ Ῥωμαίων οὐδενὸς ἐπαμύνοντος οὐδὲ δίκας τῆς ἀσεβείας εἰσπραττομένου. 23 Τίς (ἐν) ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, προσέξει καὶ εἰσακούσεται εἰς τὰ ἐπερχόμενα; 24Τίς ἔδωκεν (εἰς διαρ)παγὴν Ἰακὼβ καὶ Ἰσραὴλ τοῖς προνομεύουσιν αὐτόν; Ταῦτα κατ' ἐρώτησιν εἰρηκὼς ἐπιδεί[κνυσι σα]φῶς τὸν τοῦτο πεποιηκότα, ἐπιδείκνυσι δὲ <καὶ> τῆς αἰτίας τὸ εὔλογον· Οὐχὶ ὁ θεός, ᾧ ἥμαρτον αὐτῷ (καὶ οὐκ ἐ)βούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ; Προὔδωκέ φησιν (αὐτοὺς ὁ νο)μοθέτης, ἐπειδὴ τὴν παρανομίαν ἠγάπησαν. 25 Καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς ὀργὴν θυμοῦ (αὐτοῦ, καὶ κ)ατίσχυσεν αὐτῶν πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ. Οὐ γὰρ μόνον οἱ πόρρωθεν [αὐτοῖς ἐπῆλθον] ἀλλὰ καὶ οἱ πλησιόχωροι συνεμάχουν ἐκείνοις δῃοῦντες καὶ ἐμπιπρῶντες καὶ τὴν [γῆν αὐτ]ῶν διαφθείροντες. Καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν, καὶ ἀνήφθη (ἐν αὐτοῖς). Τὴν δὲ αἰτίαν τῶν ἀνιαρῶν συνιδεῖν οὐκ ἠθέλησαν. Ταύτην δὲ τὴν νόσον καὶ νῦν ἔχουσιν [Ἰουδαῖοι]· τῆς γὰρ πολυθρυλήτου μητροπόλεως αὐτῶν ἐξεληλαμένοι καὶ τῆς θείας παντελῶς γυμνωθέντες [κηδεμονίας] τὴν τῶν κακῶν οὐ συνορῶσιν αἰτίαν. 431 Καὶ νῦν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας |153 a| σε Ἰακὼβ καὶ ὁ πλάσας σε Ἰσραήλ· Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομ(ά σου) Ἐμὸς—εἶ—σύ. Καὶ παιδεύων ὁ φιλάνθρωπος οὐ καταλείπει τὸν ἔλεον ἀλλ' ἅπερ νομοθετεῖ πρῶτος ποιεῖ—ἔλεγξον γάρ φησιν, ἐπιτίμησον, παρακάλεσον. Ἐνταῦθα δὲ τοὺς ἀνδραποδισθέντας καὶ τὴν Βαβυλωνίαν κατειληφότας ψυχαγωγεῖ. Καὶ ἐπειδὴ λαὸς τοῦ θεοῦ ἐχρημάτιζεν, εἰκότως ἔφη· Ἐκάλεσά (σε) τὸ ὄνομά σου Ἐμὸς—εἶ—σύ. Τοῦτό φησιν εἶχες ὄνομα τὸ ἐξ ἐμοῦ καλεῖσθαι. 2 Καὶ ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε. Οὕτως γάρ φησι καὶ τὴν Ἐρυθρὰν διέβης Θάλασσαν καὶ τὸν Ἰορδάνην ποταμόν. Καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε, 3ὅτι ἐγὼ κύριος ὁ θεός σου ὁ ἅγιος Ἰσραὴλ ὁ σῴζων σε. Καὶ μάρτυρες οἱ γενναῖοι μάρτυρες Ἀνανίας Ἀζαρίας Μισαὴλ διὰ τὴν εἰς τὸν θεὸν ἐλπίδα περιγενόμενοι τῆς φλογός. Ἐποίησα ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Συήνην ὑπὲρ σοῦ. Τὴν Συήνην καὶ ὁ Ἑβραῖος καὶ οἱ Λοιποὶ Ἑρμηνευταὶ «Σαβὰ» τεθείκασιν· ἔθνος δὲ καὶ τοῦτο Αἰθιοπικόν. Προσημαίνει δὲ ὁ λόγος τὴν τῶν ἐθνῶν ἐπιστροφήν· ὑμῶν γάρ φησιν ἀντιτεινόντων καὶ πιστεύειν οὐ βουλομένων ἕτερον ἐξ ἐθνῶν διαφόρων ἐμαυτῷ κατασκευάσω λαόν. 4 Ἀφ' οὗ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης κἀγώ σε ἠγάπησα. Τὰς εὐεργεσίας ὧν ἀπήλαυσαν ἐξηγεῖται· ἀγαπηθείς φησιν ὑπ' ἐμοῦ καὶ ἐκλεχθεὶς ἐπίσημος ἐγένου καὶ πολυθρύλητος. Καὶ δώσω ἀνθρώπους ὑπὲρ σοῦ πολλοὺς καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Τοὺς Βαβυλωνίους λέγει οὓς τῷ Κύρῳ παρέδωκεν. 5 Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι, ἀπὸ ἀνατολῶν ἄξ(ω) τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε. Ταῦτα μετὰ τὴν τῶν Βαβυλωνίων κατάλυς(ιν) τὸ πέρας ἐδέξατο· ὁ γὰρ Κῦρος αὐτοῖς ἐπανελθεῖν εἰς τὴν Ἰουδαίαν ἐκέλευσεν. Τότε τούτων ἐπανελθόντων ἀπὸ τῆς ἕω οἱ κατὰ τὸν τοῦ πολέμου καιρὸν πεφευγότες καὶ τὴν ἑσπέραν κατειληφότες ἐπανῆλθον ὡς εἰκὸς τὴν τῆς Ἰουδαίας εἰρήνην μεμαθηκότες. Ἀληθῶς μέντοι <καὶ> κυρίως ὁ λόγος δηλοῖ τοὺς διὰ τῶν ἱερῶν ἀποστόλων ἐκ πάσης κληθέντας τῆς οἰκουμένης καὶ τῆς σωτηρίας τετυχηκότας· καὶ γὰρ ἐν ἑκάστῃ πόλει πρώτοις Ἰουδαίοις προσέφερον τὰ θεῖα παιδεύματα. 6 Ἐρῶ τῷ βορρᾷ· Ἄγε, καὶ τῷ λιβί· Μὴ κώλυε. Ἀπὸ τῶν κλιμάτων τοὺς βασιλέας ἐκάλεσεν· βορειοτέρα μὲν γὰρ τῆς (Ἱερουσα)λὴμ ἡ Βαβυλών, πρὸς λίβα δὲ κεῖται ἡ Αἴγυπτος. Καὶ τούτοις φησὶν ἐπαναγαγεῖν κελεύσω τὸν (ἐμὸν) λαὸν καὶ τούτοις μὴ ἀντιπράττειν. Ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν καὶ τὰς θυγατέρας μου (ἀπ' ἄ)κρου τῆς γῆς, 7πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου· ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν (καὶ) ἔπλασα αὐτὸν καὶ ἐποίησα αὐτόν. 8Ἐξήγαγον λαὸν τυφλόν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ὡσαύτως (εἰσὶ) τυφλοί, καὶ κωφὰ τὰ ὦτα ἔχοντες. Καὶ τὴν οἰκείαν ἔδειξε πρόνοιαν καὶ τὴν ἐκείνων ἤλε(γξεν) ἀπιστίαν· Ἐγὼ μὲν γάρ φησι πάσης αὐτοὺς κηδεμονίας ἠξίωσα, αὐτοὶ δὲ τυφλώττοντες καὶ κωφεύοντες διετέλεσαν· οὔτε γὰρ τὰ θαύματα ἑώρων οὔτε τῶν θείων λογίων ἐπήκουον. 9 Πάντα (τὰ ἔθνη) συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Οὗτοι μὲν οὖν τυφλώττουσι καὶ κ[ωφεύουσι], πάντα δὲ τὰ ἔθνη τὸν οἰκεῖον ἐπέγνω θεὸν καὶ μία ἐκ πάντων ἐκκλησία συνέστη, καὶ ἐξ αὐτῶν [τῶν ἐθνῶν] τούτων εἰσὶ καὶ τῆς ἐκκλησίας οἱ ἄρχοντες. Ὁρῶμεν δὲ καὶ τῆσδε τῆς προφητείας τὸ [πέρας· Σύ]ρων μὲν γὰρ προστατεύουσι Σύροι, Κιλίκων δὲ <Κίλικες> καὶ Ῥωμαίων Ῥωμαῖοι καὶ βάρβαροι βαρ[βάρων]. Ἄρχοντας δὲ τοὺς ἱερέας καλεῖ. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιή(σει ὑμῖν); Ὑμεῖς δὲ οὐδὲ τῶν ἤδη γεγενημένων ἀναμιμνῄσκεσθε οὐδὲ τὰ ἐσόμενα βούλεσθε πρ[ομαθεῖν]. Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ ἀκουσάτωσαν καὶ εἰπάτωσαν (ἀληθῆ). Μάρτυρας καλεῖ τοὺς προφήτας· διὰ τούτων γὰρ αὐτοῖς καὶ προὔλεγε καὶ διεμαρτύρετο. Πρ(ῶτος) δὲ τούτων ὁ μακάριος Μωυσῆς, τούτῳ γὰρ ἔφη πρώτῳ· «Καταβὰς διαμάρτυραι (τῷ λαῷ) τούτῳ.» Ἐκεῖνος <δὲ> διαμαρτυρόμενος καὶ τὴν τούτων ἀλλοτρίωσιν καὶ τῶν ἐθνῶν προηγόρευσε [τὴν μεταβολήν]. |153 b| 10 Γένεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Εἰ βούλεσθέ φησιν ἔχειν με τῆς ὑμετέρας ψήφου μάρτυρα, (μαρ)τυρήσατε τῇ ἀληθείᾳ μου πρότεροι· τούτου γὰρ γιγνομένου οὐκ ἐγὼ μαρτυρήσω μόνος ἀλλὰ καὶ ὁ ἐκλεκτός μου παῖς· καλεῖ δὲ οὕτως οὔτε Μωυσέα οὔτε ἄλλον τινὰ τῶν προφητῶν ἀλλὰ τὸν δεσπότην Χριστόν. Καλεῖ δὲ αὐτὸν οὕτως οὐχ ὡς θεὸν ἀλλ' ὡς ἄνθρωπον· ἐκλεκτὸς γὰρ ὡς ἄνθρωπος ὀνομάζεται. Ταύτην δὲ τῶν μαρτύρων τὴν δυάδα καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις εὑρίσκομεν· τοῖς γὰρ Ἰουδαίοις ὁ δεσπότης Χριστὸς διαλεγόμενος ἔφη· «Ἐν τῷ νόμῳ ὑμῶν γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.» Οὕτω καὶ ἐνταῦθα· Ἐγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ τὴν παλαιὰν ἔδωκα διαθήκην, ἐγὼ δώσω καὶ τὴν καινήν, ἐγὼ τὰ ἐν Αἰγύπτῳ πεποίηκα θαύματα, ἐγὼ τῆς Βαβυλωνίων ὑμᾶς ἐλευθερώσω δουλείας. 11 Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ θεός σου, καὶ οὐκ ἔσται πάρεξ ἐμοῦ σῴζων. Καὶ ταῦτα τὴν μίαν (κη)ρύττει θεότητα. Ὅτι γὰρ καὶ ὁ δεσπότης Χριστὸς σωτὴρ ὑπὸ τῆς θείας γραφῆς ὀνομάζεται, οἶμαι καὶ τοὺς Ἀρείου (καὶ) Εὐνομίου συνομολογεῖν φοιτητάς· εἰ δὲ πάρεξ αὐτοῦ σῴζων οὐκ ἔστι, σωτὴρ δὲ καὶ ὁ Χριστὸς ὀνομάζεται, ἐξ ἐ(κεί)νης ἐστὶ δηλονότι τῆς φύσεως. Εἰ δὲ οὐκ ἔστι κατὰ τὸν λόγον τῶν βλασφημούντων, οὐδὲ σωτήρ ἐστι (κατὰ) τὴν τῆς προφητείας ἀπόφασιν. Εἰ δὲ σωτήρ ἐστιν, ἐκ τῆς αὐτῆς ἄρα οὐσίας ἐστίν, ἧς μόνης ἴδιον (τὸ) σῴζειν. 12 Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα. Προεῖπον καὶ τὸ πέρας ἐπέθηκα. Ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. [Τὸ] ὠνείδισα οἱ Τρεῖς «ἠκούτισα» τεθείκασιν ἀντὶ τοῦ ἐμαρτυράμην. Καὶ τὸ ὠνείδισα δὲ τὴν αὐτὴν ἔχει [διά]νοιαν· ἀεὶ γὰρ ἁμαρτάνοντες ὠνειδίζοντο. Τοῦτο δὲ λέγει ὅτι, ἡνίκα ἐνομοθέτουν, ἀλλότριος [οὐ πα]ρῆν θεός. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ κύριος ὁ θεός. Ἴστε φησὶ σαφῶς ὡς οὐδεὶς ὑμᾶς ἕτερος [ἐξεζή]τησεν, ἀλλὰ τῆς παρ' ἐμοὶ προνοίας ἀπηλαύσατε μόνης. 13 Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι· καὶ οὐκ ἔστιν (ὁ) ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος, ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Ταῦτα καὶ διὰ τοῦ μακαρίου [Μωυς]έως ἔφη· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς (ἐξελ)εῖται ἐκ τῶν χειρῶν μου.» 14 Οὕτως λέγει κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμᾶς ὁ ἅγιος τοῦ Ἰσραήλ· Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. Τὴν τῶν Βαβυλωνίων προλέγει κατάλυσιν καὶ τῶν Χαλδαίων τὸν ἀνδραποδισμόν. Ταῦτα δέ φησιν ὑμῶν [ἕνε]κεν πείσονται, ἐπειδὴ συνιδεῖν οὐκ ἠθέλησαν ὡς ἑκόντος μου νενικήκασι καὶ παρ' ἐμοῦ [ἀποδοκιμασθέν]τας ὑμᾶς ἔλαβον αἰχμαλώτους. 15 Ἐγὼ κύριος ὁ θεὸς ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ β(ασιλέα ὑμῶν). [Τοῦ]το δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «Ἐγὼ κύριος ὁ ἅγιος ὑμῶν, κτίστης Ἰσραήλ, βασιλεὺς ὑμῶν», συμφωνοῦσι δὲ καὶ οἱ Λοιποί. Ἐγὼ γάρ φησι τὸν ὑμέτερον διέπλασα πρόγονον καὶ βασιλεύειν ὑμῶν [ἠθέλησα]. 16 Οὕτως λέγει κύριος ὁ δοὺς ὁδὸν ἐν θαλάσσῃ καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον, 17ὁ ἐξαγαγὼν ἅρ(ματα) καὶ ἵππον καὶ ὄχλον πολὺν καὶ ἰσχυρόν. Τῶν ἐπὶ Μωυσέως γεγενημένων ἀναμιμνῄσκει (θαυμάτ)ων καὶ τῆς ξένης ἐκείνης καὶ παραδόξου λεωφόρου, ἣν <ἡ> Μωσαϊκὴ κατεσκεύασε ῥά(βδος), ἐν ᾗ ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν. Ἀλλ' ἐκοιμήθησαν καὶ (οὐκ ἀναστή)σονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον. Περὶ τῶν Αἰγυπτίων ταῦτά φησιν, ὅτι διῶξαι (τὸν Ἰσρα)ὴλ πειραθέντες πανωλεθρίαν ὑπέμειναν. 18 Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ (συλλογί)ζεσθε· 19Ἰδοὺ γὰρ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά. Ἀξιαγαστότερά φησιν [ἔσται τῶν] γεγενημένων τὰ ὑπ' ἐμοῦ γενησόμενα. Τίνα δὲ ταῦτα, ἐπάγει· Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ (ὁδὸν) καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. Τινὲς ὑπέλαβον περὶ τῆς <ἀπὸ τῆς> Βαβυλῶνος ἐπανόδου ταῦτα [οὐκ ὀρθῶς]· οὔτε γὰρ ὁδὸν αὐτοῖς ξένην οὔτε ποταμοὺς ἐπανιοῦσιν ἐδωρήσατο τότε. Ἀλλὰ καλεῖ |154 a| ἔρημον μὲν τὰ ἔθνη, ποταμοὺς δὲ τὰ τῶν ἀποστόλων κηρύγματα, ὁδὸν δὲ τὴν ἀπλανῆ πορείαν. Τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα δηλοῖ· 20 Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, οἱ θηριώδη βίον πάλαι βεβι[ωκότες]. Σειρῆνες δὲ καὶ θυγατέρες στρουθῶν, οἱ τοῖς κεκαλλιεπημένοις λόγοις καταθέλγοντες τοὺς ἀνθρώπους (ῥή)τορες καὶ φιλόσοφοι, τῆς πλάνης ἀπαλλαττόμενοι καὶ μεταμανθάνοντες τὴν ἀλήθειαν ἐμὲ τὸν εὐεργέτην ὑμνήσουσιν. Θυγατέρας δὲ στρουθῶν οἱ Λοιποὶ «στρουθοκαμήλους» ἡρμήνευσαν. Τοῦτο δὲ τὸ ζῷον πεζὸν μέν ἐστι, μετέχει δὲ ὅμως καὶ τῆς πτηνῆς φύσεως. Τοιοῦτοι δέ εἰσιν οἱ ἐν λόγοις τὸν βίον ποιούμενοι καὶ πρὸς γῆν κεχηνότες. Ἀλλ' ὅμως καὶ τούτοις ὁ λόγος ὑπισχνεῖται μεταβολήν· Ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, 21τὸν λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου ἐξηγεῖσθαι. Γένος αὐτοῦ κατὰ τὴν ἀνθρωπείαν ἣν ἔλαβε φύσιν πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, πλησιέστερον δὲ τῶν Ἰουδαίων τὸ ἔθνος· πρόδηλον γάρ φησιν ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν Ἰησοῦς. 23 Οὐ νῦν ἐκάλεσά σε Ἰακώβ. Ἄνωθέν φησιν· «Ἐξελεξάμην σε.» Οὐ γὰρ νῦν σε μετὰ τῶν ἄλλων ἐθνῶν τῆς σωτηρίου ἠξίωσα [κλήσεως]. Οὐδὲ κοπιᾶσαι ἐποίησά σε Ἰσραήλ, 23οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου. Τοῖς γὰρ εἰδώλοις ταῦτα προσέφερες. Οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με. Ἐπεισάκτου γὰρ οὐ δέομαι δόξης. Οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ, 24οὐδὲ ἐκτήσω μοι ἀργυρ(ίου) θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα. Ταῦτα ἐν τοῖς προοιμίοις τῆσδε [τῆς] προφητείας ἐξέβαλεν ὁ δεσπότης. Ἀλλ' ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην (σου). Διὰ γὰρ τῆς παρανομίας ἐπεσπάσω τὴν τιμωρίαν, ἐγὼ δὲ σοῦ πᾶσαν ἐποιούμην κηδεμονί[αν]. 25 Ἐγώ εἰμι, ἐγώ εἰμι αὐτὸς ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ, καὶ τὰς ἁμαρτίας σου οὐ μ(νη)σθήσομαι. Τὸ ἐμαυτῷ ἁρμόττον ποιῶ καὶ φιλάνθρωπος ὢν ἐλέῳ χρῶμαι καὶ οὐχ ἁπλῶς ἀφίημι τ[ὰς] ἁμαρτίας ἀλλὰ καὶ αὐτὰς τὰς τούτων ἐξαλείφω κηλῖδας καὶ λήθῃ τὴν τούτων παραδίδωμι [μνή]μην. 26 Σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν ἅμα. Σύ φησι τῶν ἐπταισμένων μὴ ἐπιλάθῃ ἀλλ' ἀς[φαλῶς] ἔχε τὴν τούτων μνήμην, ἵνα γινώσκῃς ἀεὶ τῆς εὐεργεσίας τὸ μέγεθος καὶ φύγῃς τῶν ὁ[μοίων] τὴν πρᾶξιν. Ἐπειδὴ δὲ κρίσεως ἀνέμνησε καὶ φόβον εἰκότως ἀνέθηκε, διδάσκει τοὺς ὑπ[ευθύ]νους τῆς νίκης τὸν τρόπον· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Οὐ βούλομαί [φησι] νικῆσαί σε ἀλλὰ τὴν ἧτταν ἀσπάζομαι. Μάθε πῶς οἷόν τέ σε νικῆσαι, ὁμολόγης[ον] π[ρό]τερον τὰ ἐπταισμένα, κἀγώ σοι τῆς συγγνώμης ὀρέγω τὴν ψῆφον· ἐὰν κρύψῃς ἐλέγξω, ἐ[ὰν] ὁμολογήσῃς ἀπαλείψω. Εἶτα ὁ κριτὴς ὑπὲρ τῆς γεγενημένης τιμωρίας ἀπολογίαν πρ[ος]φέρει· 27 Οἱ πατέρες ὑμῶν πρῶτοι ἥμαρτον καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ, 28(καὶ ἐμί)αναν οἱ ἄρχοντές σου τὰ ἅγιά μου, καὶ ἔδωκα ἀπολέσαι Ἰακὼβ καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν. (Πρὸς) τοὺς ἐν Βαβυλῶνι ταῦτα εἴρηκεν. Οὐκ ἐγώ φησι τούτων αἴτιος τῶν συμφορῶν ἀλλ' οἱ πατέρες (ὑμῶν) καὶ οἱ ἱερεῖς ὑμῶν τοὺς ἐμοὺς παραβεβηκότες νόμους· διὰ γὰρ τὴν ἐκείνων (παρα)νομίαν ἐπονείδιστος γέγονεν ὁ πολυθρύλητος Ἰσραήλ. 441 Νῦν δὲ ἄκουσον Ἰακὼβ ὁ παῖς (μου καὶ) Ἰσραὴλ ὃν ἐξελεξάμην· 2οὕτως λέγει κύριος ὁ θεός σου ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας· (Ἐγὼ) βοηθήσω σοι. Συνεχῶς καὶ τῆς δημιουργίας καὶ τῆς μετὰ τὴν δημιουργίαν ἀν(αμιμνῄ)σκει προμηθείας. Μὴ φοβοῦ παῖς μου Ἰακὼβ καὶ ὁ ἠγαπημένος Ἰσραὴλ ὃν ἐξε(λεξάμην), 3ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψῃ τοῖς πορευομένοις <ἐν ἀνύδρῳ>. Οὐ μόνον σύ φησι τῶν ἐμῶν ἀπολαύ(σεις ἀγα)θῶν, ἀλλὰ καὶ τὰ ἄνυδρα ἔθνη διὰ τῶν σῶν ἀπογόνων πίεται τὰ σωτήρια νάματα. [Δηλοῖ δὲ] τοῦτο σαφέστερον τὰ ἐπαγόμενα· Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου (καὶ τὰς εὐλογίας μου) ἐπὶ τὰ τέκνα σου. Πρὸς τοὺς ἐν Βαβυλῶνι διαλεγόμενος ὑπισχνεῖται οὐκ αὐτοῖς (δώσειν τὴν) |154 b| χάριν τοῦ πνεύματος ἀλλὰ τοῖς ἐκείνων ἀπογόνοις. Τοῦτο δὲ καὶ δι' Ἰωὴλ τοῦ προφήτου ἐθέσπισεν· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν (οἱ υἱοὶ) ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν.» Τοῦτο δὲ καὶ κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς τετύχηκε πέρατος, ἡνίκα τῶν ἱερῶν συνειλεγμένων ἀποστόλων ἐπεφοίτησεν ἡ χάρις τοῦ πνεύματος καὶ ἐλάλουν «ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι». Καὶ ἐνταῦθα τοίνυν ὁ προφητικὸς λόγος, ὑποσχόμενος δώσειν ὕδωρ τοῖς πορευομένοις ἐ<ν> ἀνύδρῳ, ἔδειξε διὰ τίνων δώσει· Ἐπιθήσω γάρ φησι τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. <εἶτα> τῶν ἀρδομένων προλέγει τὰ ἄνθη· 4 Καὶ ἀνατελοῦσιν ὡς ἀνὰ μέσον ὕδατος χόρτος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ. Προλέγει δὲ καὶ τῆς πίστεως αὐτῶν τὴν θερμότητα· 5 Οὗτος ἐρεῖ· Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράψει τῇ χειρὶ αὐτοῦ Τοῦ— θεοῦ—εἰμι, καὶ ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται. Μαρτυρεῖ δὲ τῇ προφητείᾳ τὰ πράγματα· μετὰ παρρησίας γὰρ τῶν πιστῶν ἕκαστος Χριστιανὸν ἑαυτὸν ὀνομάζει καὶ ἐπὶ ταύτῃ τῇ προσηγορίᾳ σεμνύνεται. 6 Οὕτως λέγει κύριος ὁ βασιλεὺς Ἰσραήλ, ὁ ῥυσάμενος αὐτὸν θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεός. Εἰ πλὴν αὐτοῦ οὐκ ἔστιν, οὐχ ὁμοούσιος δὲ ὁ υἱὸς κατὰ τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν, πῶς (ἀπ') αὐτῶν καλεῖται θεός; Εἰ δὲ θεός ἐστιν, ἀληθὴς δὲ καὶ ὁ προφητικὸς λόγος ἄντικρυς λέγων ἕτερον μὴ (εἶναι) θεόν, μία τῆς ἁγίας τριάδος ἡ θεότης ἐστί, κἂν μὴ θέλωσιν. 7 Τίς ὥσπερ ἐγώ; Στήτω καὶ καλεσάτω (καὶ ἀν)αγγειλάτω καὶ ἑτοιμασάτω μοι ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα (πρὸ) τοῦ ἐλθεῖν ἀπαγγειλάτωσαν ὑμῖν. Οἱ καλούμενοί φησι παρ' ὑμῶν θεοὶ εἰπάτωσαν ὑμῖν τὰ [προγε]γενημένα ἢ προειπάτωσαν τὰ ἐσόμενα. 8 Μὴ παρακαλύπτεσθε μηδὲ πλανᾶσθε. Οὐκ ἀπ' ἀρχῆς (ἠνω)τίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; Μὴ σκήπτεσθέ φησιν ἄγνοιαν· τοῦτο γὰρ εἶπε· Μὴ παρακαλύπτεσθε. Ἄνωθεν [ἐγὼ ὑ]μᾶς ἐδίδαξα τὴν ἀλήθειαν, εὐθὺς τῆς νομοθεσίας ἀρξάμενος εἶπον· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι (πλὴν) ἐμοῦ.» Μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστι θεὸς πλὴν ἐμοῦ. Ἐξετάσατε τῶν πραγμάτων τὴν φύσιν [καὶ ὁ]μολογήσατε καὶ ὑμεῖς ἕτερον μὴ εἶναι θεόν. Καὶ οὐκ ἦσαν τότε 9οἱ πλάσσοντες μάταια καὶ οἱ γλύφοντες ἀνωφελῆ, τουτέστιν ἡνίκα ἐνομοθέτουν· μετὰ γὰρ τὴν νομοθεσίαν ἐμοσχοποίησαν. Πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν ἃ οὐκ ὠφελήσει αὐτούς. Καὶ μάρτυρες αὐτῶν (εἰσιν). Ἀντὶ τοῦ· ὅτι οὔκ εἰσι θεοί· αὐτοὶ γὰρ αὐτῶν εἰσι δημιουργοί. Οὐκ ὄψονται καὶ οὐ γνώσονται, ἵνα αἰσχυνθῶσιν. Τουτέστιν· ἀναλγησίαν νοσοῦσιν. 10 Τίς πλάσσει ἰσχυρὸν καὶ γλυπτὸν χωνεύσει εἰς ἀν(ω)φελῆ; Ἰδοὺ πάντες οἱ κοινωνοῦντες αὐτῷ αἰσχυνθήσονται. Ἔδειξε κατὰ ταὐτὸν καὶ τῶν τεκται[νο]μένων καὶ τῶν σεβομένων τὴν πλάνην· κοινωνοῦντας γὰρ τοὺς ἀσεβοῦντας ἐκάλεσεν. Καὶ (αἰσχ)υνθήσονται πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελῆ πάντες. 11Καὶ πάντες ὅθεν ἐγένοντο (ἐξηράν)θησαν καὶ κωφοί εἰσιν ἀπὸ ἀνθρώπων. Καὶ διὰ τούτων τὴν πολλὴν αὐτῶν ἀναισθησίαν διδάσκει, (ὅτι ὁρ)ῶντες τὸ ἀκερδὲς προσκυνοῦσιν ὡς εὐεργέτας. Συναχθήτωσαν πάντες καὶ στησάτωσαν (ἅμα, ἐν)τραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα· τέκτονες γάρ εἰσιν ἀπὸ ἀνθρώπων. Οἱ τῶν καλουμένων [θεῶν] δημιουργοὶ ἄνθρωποί εἰσι τὴν αὐτὴν φύσιν τοῖς προσκυνοῦσιν ἔχοντες, καὶ ὁ κατασκευά[σα]ς τοῦτο ὡς θεῷ προσκυνεῖ ἄνθρωπος. 12 Ὅτι ὤξυνε τέκτων σίδηρον σκεπάρνῳ, εἰργάσατο αὐτὸ (ἐν ἄνθραξι) καὶ ἐν τερέτρῳ ἐρρύθμισεν αὐτὸ καὶ ἔστησεν αὐτὸ καὶ εἰργάσατο <αὐτὸ> ἐν τῷ βραχίονι τῆς ἰσχύος (αὐτοῦ) καὶ πεινάσει καὶ ἀσθενήσει καὶ διψήσει καὶ οὐ μὴ πίῃ ὕδωρ. Ἔδειξεν ἐξ ἐράνου συ(νισταμένους) τοὺς καλουμένους θεούς· δεῖται γὰρ ὁ τούτων δημιουργὸς χαλκέως μὲν εἰς τὴν τῶν |155 a| ὀργάνων κατασκευήν, θηγάνης δὲ ὥστε ταῦτα ὀξύνειν· δεῖται δὲ καὶ ἀνθράκων ὁ χαλκοτύπος καὶ τῆς τοῦ πυρὸς συνεργίας· χρῄζει δὲ καὶ τροφῆς καὶ πόσεως ὁ ταῦτα τεκταινόμενος· ἐκ δὲ τούτων ἁπάντων κατασκευάζεται ὁ προσκυνούμενος ὑπὸ τῶν ἀνοήτων θεός. Ταῦτα καὶ διὰ τῶν ἑξῆς κωμῳδεῖ· ξύ(λον) γάρ φησιν ἐκλεξάμενος τέκτων πρῶτον μὲν ὑποβάλλει μέτρῳ τὸν καλούμενον θεόν—ὁ δὲ ὄντως θεὸς οὐ περιγράφεται μέτρῳ—, εἶτα τῆς τέχνης ὀργάνῳ διαμορφοῖ—ἴδιον δὲ θεοῦ τὸ ἀνείδεόν τε καὶ ἀσχημάτιστον. 13 Καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. Μιμεῖται δὲ οὐ θείους φησὶν ἀλλ' ἀνθρωπείους χαρακτῆρας καὶ ἀνθρωπείαν ἐκτυπῶν εἰκόνα ὡς θεὸν προσκυνεῖ τὴν ἰδίαν εἰκόνα. Εἶτα διδάσκει ὡς τοὺς δρυμοὺς καὶ τὰ ἐν τοῖς ὄρεσιν ἄλση δέδωκεν ὁ δημιουργὸς τοῖς ἀνθρώποις ὥστε χορηγεῖν τῷ [πυρὶ] τροφὴν καὶ τὰς χρείας ἐντεῦθεν πορίζειν τῷ σώματι, οἱ δὲ λαβόντες πρῖνον ἢ δρῦν ἢ πίτυν ἅπ[ερ] ἐφύτευσε μὲν ὁ τῶν ὅλων θεὸς τῇ δὲ τοῦ ὑετοῦ χορηγίᾳ διέθρεψεν ἵν' ἀφθόνως οἱ ἄνθρωποι τῶν σωματικῶν ἀπολαύσωσιν ἀγαθῶν, θεοὺς ἐντεῦθεν δημιουργοῦσιν. Καὶ τὴν τῆς ἀνοίας διδάσκων ὑπερβολὴν ἐπήγαγεν· 15 Καὶ λαβὼν ἀπ' αὐτοῦ καύσας ἐθερμάνθη· καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτοῖς, τὸ δὲ λοιπὸν εἰργάσαντο καὶ ἐποίησαν θεοὺς καὶ προσκυνοῦσιν αὐτο(ῖς). Ἐποίησεν αὐτὸ γλυπτὸν καὶ προσπίπτει αὐτό, 16οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ἐπ(ὶ τοῦ) ἡμίσους κρέα ὀπτήσας ἔφαγε καὶ ἐνεπλήσθη καὶ θερμανθεὶς εἶπεν· Ἡδύ μοι, ὅτι ἐθερμάν(θην καὶ εἶδον) πῦρ. 17Τὸ δὲ λοιπὸν αὐτοῦ ἐποίησεν εἰς γλυπτὸν θεὸν καὶ προσπίπτει αὐτὸ καὶ προσεύχεται α(ὐτῷ λέγων)· Ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ. Εἰ θεός φησίν ἐστιν, ὅλον ἔστω τὸ ξύλον θεός. Τί δήποτε τὰ περιττ[ὰ τοῦ] ξύλου κατακαίεις καὶ διὰ τοῦ πυρὸς πορίζεις τροφήν, νῦν μὲν ἄρτους πέπτων νῦν δὲ κρέ[α ἕψων] καὶ ὀπτῶν καὶ κατὰ ταὐτὸν ἐσθίων τε καὶ θαλπόμενος καὶ φωτὸς ἀπολαύων; Οὐ συγγενῆ τῷ πρ[ος]κυνουμένῳ τὰ τῷ πυρὶ προσφερόμενα; Πῶς οὖν τὸ μὲν καταφρονεῖς τὸ δὲ προσκυνεῖς; [Διὰ τοῦ]το εἰκότως ἐπήγαγεν· 18 Οὐκ ἔγνωσαν τοῦ φρονῆσαι, ὅτι ἠμαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφ(θαλμοῖς) αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. Τὸ τῆς ψυχῆς αὐτῶν διὰ τούτων δεδήλωκε σκότος· τοῦ[το γὰρ] αὐτοῖς ἐπικείμενον οὐκ εἴα ἐπιγνῶναι τῶν γιγνομένων τὴν φύσιν. Εἰς μείζονα δὲ τῆς παρα[δο]ξίας αὐτῶν ἔλεγχον πάλιν τὰ αὐτὰ λέγει καὶ τὸ τελευταῖον ἐπάγει· 20 Γνῶθι ὅτι σποδὸς (ἡ καρδία) αὐτῶν καὶ πλανῶνται καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν ἑαυτοῦ. Ἐκράτησε γὰρ αὐτ[οὺς] ἡ ἄνοια, καὶ τὸ λογικὸν διαφθείραντες τῇ ἀλογίᾳ δουλεύουσιν. Διὰ τοῦτο δώσω τὸ πνεῦμά [μου] ἐπ[ὶ τὸ σπ]έρμα σου, ἵνα ἐκ τῆς πλάνης ἐλευθερωθῶσιν· οὐδὲ γὰρ ἄλλως αὐτοὺς οἷόν τε κατ[αμαθεῖν] τὴν ἀλήθειαν. Ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου; Τοῦτο οἱ Λοιποὶ τοῖς ἄνω ς[υνάπτουσιν]· «Ὅτι οὐδεὶς δύναται ἐξελέσθαι τὴν ἑαυτοῦ ψυχὴν οὐδὲ ἐρεῖ· Μὴ ψεῦδος ἐν τῇ δεξιᾷ μου;» [Περὶ δὲ] τῶν πεπλανημένων εἶπεν ὅτι οὐ συνορῶσιν ὃ κατέχουσι ψεῦδος. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ [τοῦτο ἐκ προ]σώπου τοῦ θεοῦ λαμβανόμενον οὕτω νοητέον· Μὴ τοιαῦτά φησίν ἐστι τὰ ἐμὰ οἷα τ[ὰ τῆς θηγ]άνης; Μὴ ἄνθρωπός με κατεσκεύασε; Μὴ εἴδωλον; Μὴ ἐκ λίθων ἢ ξύλων ἢ χρυσοῦ ἢ [ἀργύρου] κατεσκεύασμαι; 21 Μνήσθητι ταῦτα Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου εἶ σύ, ἔπλασά σε παῖ(δά μου), ἐμὸς εἶ σύ· καὶ σὺ Ἰσραὴλ μὴ ἐπιλανθάνου μου. Βλέπε τὴν διαφορὰν τοῦ ὄντος καὶ τῶν [εἰδώλων], βλέπε τὴν ἐκείνων ἀσθένειαν καὶ τὴν ἐμὴν δύναμιν, τὰς παντοδαπάς μου εὐεργεσί[ας] κατάμαθε, μὴ ἐπιλάθῃ ὧν ἀπέλαυσας ἀγαθῶν. 22 Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομ(ίας σου) καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου. Ἐπιστράφηθι ἐπ' ἐμέ, καὶ λυτρώσομαί σε. Συνεχώρησε μὲν α(ὐτοῖς τὰ) πλημμελήματα, ἡνίκα τῆς Βαβυλωνίων δουλείας ἀπήλλαξεν· κυρίως δὲ καὶ ἀληθῶς (μετὰ τὴν) ἐνανθρώπησιν τῶν εἰς αὐτὸν πεπιστευκότων τὰς ἀνομίας ἀπήλειψε καὶ τὸν τῶν ἁμαρτ(ημάτων |155 b| ἐς)κέδασε γνόφον καὶ τὴν αἰώνιον ζωὴν ἐχορήγησεν. Ἡμεῖς δὲ τὴν τῶν εὐεργεσιῶν ἄσβεστον δι[α]φυλάξωμεν μνήμην καὶ βίῳ καθαρῷ τὸν εὐεργέτην ἀμειβόμενοι προσμείνωμεν τῶν ἐλ[πιζ]ομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, ὧν ἡμᾶς τυχεῖν γένοιτο χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν [Ἰησο]ῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ δόξα σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg008.local001/.
