# Commentaria in Isaiam 17.1

Theodoretus, Commentaria in Isaiam, Section 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/commentaria-in-isaiam/17.1

ΤΟΜΟΣ ΙΖʹ 13 Ἰδοὺ ς(υνή)σει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα. Τὸ δεσποτικὸν λοιπὸν ἀκριβέστερον προλέγει πάθος. Κατὰ τάξιν δὲ ἅπαντα ἔδειξε τὰ ἀνθρώπινα· τὴν σοφίαν, τὴν θαυματουργίαν, τὸ παρὰ πάντων σέβας. Τὸ γάρ· Συνήσει ὁ παῖς μου, ἔοικε τῷ εὐαγγελικῷ ἐκείνῳ ῥητῷ· «Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ», τὸ δέ· Ὑ(ψωθήσεται) καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα, σημαίνει τὴν ἐπὶ τοῖς θαύμασιν ἔκ[στασιν] τῶν θεωμένων· ποτὲ μὲν γὰρ αὐτὸν καὶ βασιλέα ἠβουλήθη<σαν> ποιῆσαι κατὰ τὴν εὐαγγελ[ικὴν ἱ]στορίαν, ποτὲ δὲ ἐβόων· «Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» Ἀλλὰ [μετὰ τὰ] θαύματα τὸ πάθος. Διά τοι τοῦτο καὶ ὁ προφήτης οὕτω καὶ τὴν πρόρρησιν ἔταξε καί φησιν· 14 (Ὃν τρόπον) ἐκστήσονται πολλοὶ ἐπὶ σέ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ υἱῶν τῶν ἀν(θρώπων. Σταυρῷ) προσηλώθη, ἀκάνθας αὐτοῦ τῇ κεφαλῇ περιέθεσαν, καλάμῳ τύπτοντες ἔλεγον· «Προφή(τευσον) ἡμῖν Χριστέ, τίς ἐστιν ὁ παίσας σε.» Εἶτα μετὰ τὴν ἀτιμίαν ἐκείνην τῆς οἰκουμένης προλέγει [τὴν ἔκστασιν]· 15 Οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτῷ. Οὐ γὰρ πάντες ἐπίστευσαν, οἱ δὲ (πεπιστευκότες |167 b| ὑ)περηγάσθησαν τὸ τῆς εὐσεβείας μυστήριον. Καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν. Οἱ πάλαι διώκοντες καὶ βλασφημεῖν τολμῶντες ἐναργῶς θεωροῦντες αὐτοῦ τὴν δύναμιν ἀποστήσουσι τῆς λοιδορίας τὴν γλῶτταν. Εἶτα σαφέστερον· Ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐ(κ ἀκη)κόασι συνήσουσιν. Οἱ γὰρ τὰς προφητικὰς οὐ δεξάμενοι προρρήσεις ἀλλὰ τοῖς εἰδώλοις δουλεύ(οντε)ς ὄψονται διὰ τῶν κηρύκων τῆς ἀληθείας τοῦ κηρυττομένου τὸ κράτος καὶ γνώσονται αὐτοῦ τὴν δύ(να)μιν. Οὕτω ταῦτα περὶ τῶν ἐθνῶν προθεσπίσας καὶ τὴν Ἰουδαίων ἀπιστίαν προλέγει· 531 Κύριε τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Τὰ ἔθνη φησὶ μηδὲν περὶ αὐτοῦ παρ' ἡμῶν τῶν προφητῶν προακούσαντα ἐδέξατο προθύμως τὸ κήρυγμα, οὗτοι δὲ καὶ ἀκηκοότες παρ' ἡμῶν πολλάκις καὶ πεῖραν αὐτοῦ τῆς δυνάμεως ἐσχηκότες ἐπέμειναν ἀπιστοῦντες καὶ ἀντιλέγοντες. 2 Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ, τουτέστι τοῦ λαοῦ τούτου τοῦ νῦν ἀντιλέγοντος. Τί δαὶ ἀνηγγείλατε; Ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ. Κατὰ δὲ τὸν Ἀκύλαν· «ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου.» Προείπαμέν φησι τὴν ἐκ παρθένου γέννησιν· αὐτὴν γὰρ ἄβατον καὶ διψῶσαν προσηγόρευσεν ὡς ἴχνος ἀνδρὸς καὶ γαμικὸν ὑετὸν οὐδαμῶς δεξαμένην. Καὶ τοῦτο δὲ ἀνηγγείλαμεν ὡς οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα, τουτέστι παρὰ τὸν τοῦ πάθους (καιρ)όν· πολλὴ γὰρ ἦν ἡ ἀτιμία καὶ ἡ ὕβρις. Καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος (αὐτοῦ) 3ἄτιμον, ἐκλεῖπον τὸ εἶδος αὐτοῦ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Μεγίστη τοῦ παναγίου πνεύματος ἡ ἐνέργεια· (τὰ) γὰρ μετὰ πολλὰς γενόμενα γενεὰς οὕτω τοῖς ἁγίοις προφήταις προέδειξεν ὡς μὴ λέγειν ἐκείνους· (ἠ)κούσαμεν, ἀλλ'· εἴδομεν. Εἶτα διδάσκει τῆς ἀτιμίας καὶ ἀδοξίας τὰ εἴδη· Ἄνθρωπος ἐν πληγῇ ὤν. Ἔδειξε [τὴν] φύσιν τὴν δεξαμένην τὸ πάθος· τὸ σῶμα γὰρ τῷ σταυρῷ προσηλώθη, ἡ δὲ θεότης ᾠκειοῦτο τὸ πάθος. (Καὶ) εἰδὼς φέρειν μαλακίαν. Καὶ τοῦτο κατὰ τὸ ἀνθρώπινον εἴρηται· τὸ γὰρ καρτερεῖν καὶ φιλοσοφεῖν οὐ θείας [φύ]σεως ἀλλ' ἀνθρωπείας. Ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Τοῦτο [οἱ Τ]ρεῖς οὕτως ἡρμήνευσαν· «Καὶ ὡς ἀποκρυβὴ προσώπου ἀπ' αὐτοῦ, ἐξουδενωμένος καὶ οὐκ ἐλογί[ς]θη αὐτό<ς>.» Τουτέστιν· ἀπέκρυψε τὴν θείαν ἐνέργειαν, γνώμῃ τὸ πάθος δεξάμενος καὶ τοὺς ἐσταυρωκότας οὐκ ἀμυνόμενος· καὶ γὰρ σταυρούμενος ἔλεγεν· «Πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Διδάσκει δὲ καὶ [τ]ὰς τοῦ πάθους αἰτίας· 4 Οὗτος τὰς μαλακίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. [Ὁ] δὲ Σύμμαχος οὕτως· «Ὄντως τὰς νόσους ἡμῶν αὐτὸς ἀνέλαβε καὶ τοὺς πόνους ἡμῶν ὑπέ(μει)νεν.» Ἡμῶν γὰρ ὑπὲρ ὧν ἡμάρτομεν ὀφειλόντων θάνατον καὶ διὰ τοῦτο ταύτην δεξαμένων (τὴν) ψῆφον, αὐτὸς τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον· καὶ ἡμῶν ὑποκειμένων (ταῖς κατά)ραις (διὰ τὴν) τοῦ νόμου παράβασιν «αὐτὸς ὑπὲρ ἡμῶν ἐγένετο κατάρα. Γέγραπται γάρ· Ἐπικατάρατος (πᾶ)ς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ ὑπὸ θεοῦ (καὶ ἐν κ)ακώσει. Τοῦ λαοῦ τὴν ἄγνοιαν ὁ προφήτης ᾠκειώσατο καί φησιν ὑπειληφέναι αὐτὸν (οἰκείων) ἕνεκα ταῦτα πάσχειν ἁμαρτημάτων. 5 Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας καὶ (με)μαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἡμεῖς ὑπεκείμεθα τιμωρίαις ἡμαρτηκότες, (αὐτὸς δὲ) καθαρὸς ὢν ἁμαρτημάτων ὑπὲρ ἡμῶν τὰς τιμωρίας ὑπέμεινεν· Παιδεία εἰρήνης (ἡμῶν) ἐπ' αὐτόν. Ἡμαρτηκότες ἐξεπολεμήθημεν τῷ θεῷ, ἔδει δὲ ἡμᾶς παιδευθέντας (οὕτω τ)υχεῖν τῆς εἰρήνης, ἀλλ' αὐτὸς εἰς ἑαυτὸν τὴν παιδείαν δεξάμενος τῆς εἰρήνης ἡμᾶς ἠξίωσεν. (Τῷ) μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καινὸς καὶ παράδοξος ἰατρείας τρόπος· ὁ ἰατρὸς (ἐδέ)ξατο τὴν τομήν, καὶ ὁ ἄρρωστος ἔτυχε τῆς ἰάσεως. 6 Πάντες ὡς πρόβατα ἐπλανήθημεν, (ἄνθρωπος) τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Οὔτε γὰρ ἴσα πάντων τὰ πλημμελήματα, οὐδὲ εἷς τῆς ἀσεβείας |168 a| ὁ τρόπος· ἄλλα γὰρ τὰ Αἰγυπτίων εἴδωλα καὶ ἄλλα τὰ Φοινίκων καὶ τὰ Ἑλλήνων ἕτερα καὶ ἄλλα τὰ Σκυθῶν. Ἀλλ' ὅμως, εἰ καὶ διάφοροι τῆς πλάνης οἱ τρόποι, πάντες ὁμοίως τὸν ὄντα θεὸν καταλελοιπότες ἐῴκειμεν πλανωμένοις προβάτοις καὶ προκειμένοις λύκοις. Καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρ(τίαις) ἡμῶν. Ὑπὲρ παντός φησι προσηνέχθη τοῦ τῶν ἀνθρώπων γένους. 7 Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ (ἀνοί)γει τὸ στόμα αὐτοῦ. Τοῦτο καὶ ἡ τῶν ἱερῶν εὐαγγελίων ἱστορία διδάσκει· πρὸ γὰρ τοῦ πάθους νύ(κτωρ) καὶ μεθ' ἡμέραν διαλεγόμενος καὶ τὴν ὀνησιφόρον διδασκαλίαν προσφέρων κατὰ τὸν τοῦ (πάθους) ἐσίγησε καιρόν. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφ(ωνος), οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ 8ἐν τῇ ταπεινώσει. Σαφῶς ἔδειξεν ὅτι κατὰ τὸν τοῦ πάθους ἐ[σίγησε] καιρόν· ἐν γὰρ τῇ ταπεινώσει ἐῴκει προβάτῳ κειρομένῳ καὶ σφαττομένῳ μετὰ σιγῆς. Διὰ μέντ[οι τῶν] εἰρημένων ἀμφότερα ἔδειξεν· καὶ τὸ παθητὸν τῆς ἀνθρωπότητος καὶ τὸ ἀπαθὲς τῆς θεότητος· οὐ γὰρ μό[νον] σφαγὴν ἀλλὰ καὶ κουρὰν τὸ πάθος ἐκάλεσεν· ἡ μὲν γὰρ ἀνθρωπότης ἐσφάττετο, ἡ δὲ θεότης ἐδόκει πως ἀποκείρεσθαι τὸν τῆς ἀνθρωπότητος πόκον οὐ χωριζομένη ταύτης οὐδὲ κατὰ τὸν τοῦ πάθους καιρὸν οὔτε μὴν αὐτὴ δεχομένη τὸ πάθος. Ἡ κρίσις αὐτοῦ ἤρθη. Ὁ δὲ Σύμμαχος οὕτως· «Καὶ ἀπὸ κριτηρίου ἐλήφθη», [οὕτω δὲ] καὶ οἱ Ἄλλοι. Τὸ γὰρ παράνομον τῶν Ἰουδαίων κριτήριον ταύτην ἐξήνεγκε κατ' αὐτοῦ τὴν ψῆφον. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀπερινόητος γὰρ ἡ θεία φύσις. Ἐπειδὴ γὰρ πολλὰ εἶπεν ἀνθρώπεια, ἀναγκαίως ὑπέδειξε [καὶ] τὴν θείαν μεγαλοπρέπειαν. Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Οὐ γὰρ μεμένηκεν ἐπὶ τοῦ [τάφου], ἀλλὰ καὶ ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνελήφθη. Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον. [Ὁ χρη]ματίζων μου λαὸς ταῦτα κατ' αὐτοῦ τετόλμηκε συνήθως παρανομῶν. Εἶτα προλέγει τὰ τούτοις αὖ συμβησόμενα· 9 Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Τὸ δώσω οἱ Τρεῖς «δώσει» ἔφασαν· αὐτὸς γὰρ ὁ ταῦτα παθὼν τῷ Ῥωμαϊκῷ αὐτοὺς παρα(δώσει) πολέμῳ. Πλουσίους δὲ τοὺς Φαρισαίους καὶ γραμματέας καὶ ἀρχιερέας ἐκάλεσεν, ὡσαύτως (δὲ) καὶ πονηρούς· οὗτοι γὰρ τὰ πάντων ἐσφετερίζον. Καὶ τοῦτο διδάσκων ὁ κύριος ἔλεγεν· «Οὐαὶ ὑμῖν (γρα)μματεῖς καὶ Φαρισαῖοι ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν.» Ὅτι ἀνομίαν οὐκ ἐποίησεν οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ. Οὔτε γὰρ δι' ἔργων οὔτε διὰ λόγων ἐξήμαρτεν, ἀλλ' ἀκηλίδωτον καὶ ἁμαρτημάτων ἐλευθέραν καὶ τὴν ἀνθρωπείαν διεφύλαξε φύσιν, οἱ δὲ ὡς παράνομον τῷ ξύλῳ προσήλως[αν]. 10 Καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, τουτέστιν ἀθῷον δεῖξαι καὶ μὴ ὑποκ(είμενον) θανάτῳ. Οὕτω καὶ ὁ μακάριος ἔφη Πέτρος· «Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεὸς λύσας τὰς ὠδῖνας (τοῦ) θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ.» Οὕτω τοῦ λαοῦ τὴν παρανομίαν προαγορ[εύσας] τὴν περὶ μετανοίας αὐτοῖς προσφέρει παραίνεσιν—προεώρα γὰρ τοὺς ἐξ αὐτῶν μετὰ τ[αῦτα] πιστεύοντας· ἐκ τούτων γὰρ ἦν καὶ ὁ θειότατος Παῦλος, ἐκ τούτων οἱ τρισχίλιοι καὶ αἱ πολλαὶ μ[υριά]δες—καί φησιν· Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. (Ἐὰν) ὁμολογήσητε τὴν ἀσέβειαν καὶ τὴν σωτηρίαν αἰτήσητε, τεύξεσθε τῆς αἰωνίου ζωῆς· ταύ(την γὰρ μα)κρ(όβ)ιον κέκληκεν. Καὶ βούλεται κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν 11ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐ(τοῦ, δεῖξαι) αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς. Τὴν λύσιν ἔδ[ειξε τοῦ] θανάτου δι' αὐτοῦ τοῦ κυρίου γεγενημένην· ἐν γὰρ χειρὶ αὐτοῦ, τουτέστι τοῦ πεπονθότος, καὶ τοῦ θανάτου [τὸν] πόνον ἔλυσε καὶ τὸ τῆς ἀναστάσεως ὑπέδειξε φῶς καὶ οἱονεὶ πλάσιν νέαν διέπλασεν ἄφθαρτον καὶ [ἀθ]άνατον καὶ ἐδικαίωσεν οὐχ ἁμαρτωλὸν ὄντα ἀλλὰ δίκαιον τουτέστιν ἀθῷον ὄντα [ἁμαρτημάτων]. |168 b| Τὸ δέ· εὖ δουλεύοντα πολλοῖς, τῷ εὐαγγελικῷ συμβαίνει ῥητῷ· αὐτὸς γὰρ ὁ κύριος ἔφη· «Ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.» Διά τοι τοῦτο καὶ «λέντιον διέζωσεν ἑαυτὸν» καὶ ἔνιψε «τοὺς πόδας τῶν μαθητῶν». Καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ ἀνοίσει «βαστάσει» τέθεικεν, ὁ δὲ Θεοδοτίων «ὑπήνεγκεν». Αὐτὸς γὰρ ἦν κατὰ τὸν θεσπέσιον Ἰωάννην «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». 12 Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, τουτέστι πάντα τὰ ἔθνη· οὕτω γὰρ καὶ ὁ μακάριος Δαυὶδ ἐκ προσώπου τοῦ θεοῦ καὶ πατρὸς ἔφη· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα. Ἰσχυροὺς καλεῖ τοὺς δαίμονας, σκῦλα δὲ τοὺς ἀνθρώπους. Σκῦλα δὲ καλεῖται τῶν ἀνῃρημένων τὰ ὅπλα. Ὅπλα δὲ τῶν δαιμόνων πάλαι ἦσαν οἱ ἄνθρωποι· διὰ γὰρ τῶν ἡμετέρων ἡμῖν ἐπολέμουν μελῶν. Ἀλλὰ τούτους καταλύσας ὁ δεσπότης Χριστὸς τὰ τούτων σκῦλα τοῖς ἀποστόλοις διένειμε, τοὺς μὲν Ῥωμαίων, τοὺς δὲ Αἰγυπτίων, τοὺς δὲ Ἰνδῶν διδασκάλους χειροτονήσας. Ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ. Ἡ γὰρ νομιζομένη τοῦ πάθους ἀτιμία αὕτη τὸ παρὰ πάντων αὐτῶν προσοίσει σέβας. Καὶ ἐν τοῖς (ἀν)όμοις ἐλογίσθη. Οὐ γὰρ μόνον τὴν τοῖς παρανόμοις ἀπονενεμημένην ὑπέμεινε τιμωρίαν ἀλλὰ (καὶ μ)ετὰ λῃστῶν ἐσταυρώθη. Τοῦτο δὲ καὶ ὁ εὐαγγελιστὴς τέθεικεν· εἰρηκὼς γὰρ ὅτι συνεσταύρωσαν αὐτῷ (δύ)ο λῃστάς, ἔφη πληρωθῆναι τὴν γραφὴν τὴν λέγουσαν· «Καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη.» Καὶ αὐτὸς ἁ(μα)ρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη. Ὁ δὲ Σύμμαχος οὕτως· «Αὐτὸς δὲ ἁ[μα]ρτίας πολλῶν ἀνέλαβε καὶ τοῖς ἀθετοῦσιν ἀντέστη», οὕτω δὲ καὶ οἱ Λοιποί. Ἐκεῖνοι μέν φησι τοῖς [ἀν]όμοις αὐτὸν συνέζευξαν λῃσταῖς, αὐτὸς δὲ τὰς ἁπάντων ἁμαρτίας εἰς ἑαυτὸν ἀναλαβὼν τὸ πάθος ὑπέμεινε, τοῖς ἀθετήσασιν ἀνθιστάμενος δαίμοσιν. Οὕτω προθεσπίσας τὸ πάθος, τῆς ἐκκλησίας τῆς πάλαι στείρας τὴν πολυπαιδίαν προλέγει· 541 Εὐφράνθητι στεῖρα, ἡ οὐ τίκτουσα. Οὐ γὰρ ἔτικτεν εὐσέβειαν πάλαι, τῇ δὲ τῶν εἰδώλων δουλείᾳ προσήδρευεν. Εἶτα ὡς ἐπὶ γυναικὸς δυστοκούσης· Ῥῆξον καὶ βόησον καὶ τέρπου ἡ οὐκ ὠδίνουσα. Τέθεικε δὲ τὸ μὲν ῥῆξον ἐπὶ τῆς βιαίας γεννήσεως, ὡσαύτως (δὲ) καὶ τὸ βόησον· φασὶ γὰρ καὶ τὰς μαίας παρακελεύεσθαι ταῖς δυστοκούσαις καὶ βιάζεσθαι καὶ βοᾶν. (Τὸ) δὲ τέρπου ἐπὶ τῆς παρ' ἐλπίδα δωρηθείσης πολυπαιδίας. Ἐναντίον δέ πως εἶναι δοκεῖ τὸ ῥῆξον τῷ (τέρ)που, ἀμφότερα δὲ ὅμως συνέβη· καὶ γὰρ παρ' ἐλπίδα γεγέννηκεν· τοιαῦται γὰρ τοῦ παναγίου (πνεύματος) αἱ ὠ(δῖ)νες. Ὅτι πολλὰ <τὰ> τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἔρημος ἦν πάλαι ἡ ἐξ ἐθνῶν (ἐκκλ)ησία· διὸ καὶ ἐν τοῖς πρόσθεν αὐτῇ ἐλέγετο· «Εὐφράνθητι ἔρημος διψῶσα», καὶ πάλιν· «Ἔσται ἡ ἔρημος (ὡς) ὁ Χερμέλ», καὶ αὖθις· «Ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ.» Τὸν δὲ ἄνδρα [εἶχεν] ἡ Ἰουδαίων πληθύς. Σαφέστερον δὲ τὰ περὶ τοῦδε τοῦ γάμου διδάσκει ὁ προφήτης Ἰεζεκιήλ· δι' [ἐκ]είνου γὰρ ὁ τῶν ὅλων θεὸς πρὸς τὸν πρότερον λαὸν ὡς πρὸς γυναῖκα διαλεγόμενος ἔφη· «Καὶ εἶδόν σε (πεφ)υρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι· Ἐν τῷ αἵματί σου ζωή, πληθύνου. Καὶ ἦσθα γυμνὴ καὶ (ἀσχημ)ονοῦσα, καὶ περιέβαλα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ συνεκάλυψα τὴν ἀσχημοσύνην σου καὶ (εἶδόν σε), καὶ ἰδοὺ καιρός σου καὶ καιρὸς καταλυόντων, καὶ εἰσῆλθον πρὸς σὲ ἐν διαθήκῃ μου, καὶ ἐγένου μοι» (καὶ ἐ)γέννησάς μοι υἱοὺς καὶ θυγατέρας. Καὶ διὰ πάντων δὲ τῶν προφητῶν τοῦτο ἡμᾶς διδά[σκει ὁ] τῶν ὅλων θεός, ὡς ὑπερβαλλούσῃ φιλανθρωπίᾳ χρώμενος οὐ μόνον δεσπότην ἑαυτὸν καὶ πατέρα ........... ἀλλὰ καὶ ἄνδρα καὶ νυμφίον ἑαυτὸν ἀποκαλεῖ. Αὕτη μέντοι ἡ προφητεία |169 a| [δι]δάσκει ὡς τῆς ἐρήμου τὰ τέκνα πολλαπλάσια τῆς ἐχούσης τὸν ἄνδρα. Εἶπε γὰρ κύριος· 2Πλάτ(υνον) τὸν τόπον τῆς σκηνῆς σου καὶ τὰς δέρρεις τῶν αὐλαιῶν σου πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους κατίσχυσον· 3ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. Δέρρεις καὶ αὐλαίας τῷ Μωυσῇ προσέταξεν ὁ θεὸς κατασκευάσαι, ἡνίκα αὐτῷ ποιῆσαι παρεκελεύσατο τὴν σκηνήν. Τούτων τοίνυν ἐπὶ τοῦ παρόντος τῶν ὀνομάτων ἐμνήσθη δεικνὺς ὡς αὐτὸς κἀκεῖνα καὶ ταῦτα πεποίηκεν. Παρακελεύεται δὲ τῇ στείρᾳ τῶν εὐκτηρίων οἴκων τὴν οἰκουμένην ἐμπλῆσαι καὶ εἰς τὰ ἀριστερὰ καὶ εἰς τὰ δεξιά, τουτέστιν εἰς τὰ νότια καὶ εἰς τὰ βόρεια, τοῦτο δρᾶσαι. Πασσάλους δὲ οὐκ ἄν τις ἁμάρτοι τοὺς ἁγίους προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας ὀνομάζων· οὗτοι γὰρ ἐν τῇ γῇ κεκρυμμένοι καθάπερ οἱ πάσσαλοι κατέχουσι τὴν τῆς ἐκκλησίας σκηνὴν οἷόν τισι σχοινίοις τῇ διδασκαλίᾳ ταύτῃ προσηρμοσμένοι. Οὗτοι καὶ θεμέλιοι <προσαγορεύονται. Οὕτω γὰρ ὁ μακάριος ἔφη Παῦλος· «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ> τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Ἐκληρονόμησε δὲ τὰ ἔθνη τῆς ἐκκλησίας τὸ σπέρμα· οἱ γὰρ ταύτης τρόφιμοι τὴν πνευματικὴν τῶν ἐθνῶν ἡγεμονίαν ἐδέξαντο καὶ τὰς ὑπὸ τῆς ἀσεβείας διαφθαρείσας πόλεις τοῖς τῆς εὐσεβείας ἀνῳκοδόμησαν δόγμασιν. 4 Μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης. Ὠνείδιζον Ἰουδαῖοι πάλαι τοῖς ἔθνεσι τὴν ἀσέβειαν ὡς ἡ Φενάννα τῇ Ἄννῃ τὴν ἀτεκνίαν. Ὑπισχνεῖται τοίνυν ὁ προφητικὸς λόγος αὐτῇ τὴν τοῦ ὀνείδους ἀπαλλαγήν. Ἐπάγει γάρ· Ὅτι αἰσχύνην αἰώνιον ἐπι(λήσῃ) καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ ἔτι. Καὶ τὴν αἰτίαν τούτων διδάσκει σαφέστερον· 5 Ὅ(τι κύριος) ὁ ποιῶν σε <κύριος> Σαβαὼθ ὄνομα αὐτῷ, καὶ ὁ ῥυσάμενός σε αὐτὸς θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται. [Τοῦτον] γὰρ ἡμεῖς οἱ εἰς αὐτὸν ἠλπικότες καὶ πεπιστευκότες καὶ θεὸν Ἰσραὴλ καὶ θεὸν Ἀβραὰμ ὀνομάζομ[εν] καὶ τῆς ἐκείνων γενέσθαι μερίδος ἀντιβολοῦμεν. Οὗτός φησιν ὁ τοῦ Ἰσραὴλ θεὸς ἔσται σου νυμ[φίος] καὶ τῆς χηρείας καὶ τῆς ἀτεκνίας τὰ ὀνείδη παύσει· 6 Οὐχ ὡς γυναῖκα ἐγκαταλελειμμένην (καὶ) ὀλιγόψυχον κέκληκέ σε ὁ κύριος, ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην; Τοῦτο κατ' ἐρώτησιν ἀναγνωστέον. Οὐκ ἐῴκεις φησὶ γυναικὶ διά τινας παρανομίας ἐκβεβλημένῃ καὶ [διηνεκῶς] ὀδυνωμένῃ καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς μεμισημένῃ; Κατὰ ταύτην δὲ τὴν διάνοιαν καὶ οἱ Λοιποὶ ἡρμήνευσαν· ὁ μὲν γὰρ Ἀκύλας καὶ ὁ Θεοδοτίων οὕτως ἔφασαν· «Ὅτι ὡς γυναῖκα ἐγκαταλελειμμένην καὶ κατώδυνον πνεύματι ἐκάλεσέ <σε> κύριος», ὁ δὲ Σύμμαχος οὕτως· «Ὡς γὰρ γυναῖκα ἐγκαταλελειμμ(ένην) καὶ (κατώ)δυνον πνεύματι ἐκάλεσέ <σε> κύριος καὶ γυναῖκα νεότητος ὅταν ἀποστῇ.» Ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπέστη τοῦ [θεοῦ] τῶν ἀνθρώπων ἡ φύσις, ἀλλ' ὅμως αὐτὴν πάλιν ἀνεκαλέσατο· τοῦτο γὰρ καὶ ὁ προφητικὸς ἔφη [λόγος]· Εἶπεν ὁ θεός· 7Χρόνον μικρὸν κατέλιπόν σε καὶ μετ' ἐλέου μεγάλου ἐλεήσω σε, 8ἐν θυμῷ μικρῷ ἀπέ(στρεψα) τὸ πρόσωπόν μου ἀπὸ σοῦ καὶ ἐν ἐλέῳ αἰωνίῳ ἐλεήσω σε. Μικρὸν ἔφη τὸν τῆς ἐγκαταλείψεως [χρόνον], τοῖς ἀπεί[ροις] αἰῶσι τοῦτον παραμετρῶν. Εἶπεν ὁ ῥυσάμενός σε κύριος· 9Ἀπὸ ὕδατος τοῦ ἐπὶ Νῶε το(ῦτό μοί) ἐστιν· καθότι ὤμοσα αὐτῇ ἐν τῷ καιρῷ ἐκείνῳ τῇ γῇ μὴ θυμωθήσεσθαι ἔτι ἐπ' αὐτῇ μηδὲ ἀπ(ειλῇ μου) 10τὰ ὅρια αὐτῆς μεταστῆσαι, οὐδὲ οἱ βουνοὶ αὐτῆς μετακινηθήσονται, οὕτως οὐδὲ τὸ (παρ' ἐμοῦ) σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη μου οὐ μὴ μεταστῇ. Ἀναμνήσθητί φησι τῶν γεγενημένων μοι συνθηκ[ῶν πρὸς] τὸν Νῶε καὶ βλέπε τούτων τὸ ἀληθές· ἐπαγγειλάμενος γὰρ μηκέτι τοιαύτῃ πανωλε[θρίᾳ παρα]δώσειν τὴν γῆν, ἅπερ ὑπεσχόμην πεπλήρωκα. Ἔχουσα τοίνυν ἐνέχυρον τὴν προτέραν [διαθήκην] πίστευσον ὡς καὶ σὺ διηνεκῶς τῆς ἐμῆς φιλανθρωπίας ἀπολαύσῃ, καὶ βεβαίαν σοι τὴν εἰρ[ήνην] φυλάξω καὶ οὐκέτι τοῦτο διαλύσω τὸ συνοικέσιον. Εἶπε γὰρ κύριος ἵλεώς σοι· 11Ταπεινὴ |169 b| καὶ ἀκατάστατος οὐ παρεκλήθης. Ὁ δὲ Σύμμαχος οὕτως· «Εἶπεν ὁ οἰκτείρων σε κύριος· Ταπεινή, καταιγισθεῖσα, μὴ παρηγορημένη.» Ἵλεώς σοι γεγένημαι· εἶδον γάρ σε πεπλανημένην καὶ τῇδε κἀκεῖσε καθάπερ ὑπό τινων καταιγίδων τῶν τῆς ἀπάτης πνευμάτων †περικειμένην καὶ ἀκατάστατον ἔχουσαν τὴν γνώμην. Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον 12καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους (κρ)υστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς. Τὸ εὐσεβὲς πολίτευμα πόλιν καλεῖ. [Διά]φορα δὲ τῶν ἁγίων τὰ κατορθώματα, ἀρεστὰ δὲ ὅμως ἅπαντα τῷ θεῷ· οὗ δὴ χάριν καὶ [ἅπ]αντας λίθους ὀνομάζει τιμίους, εἰ καὶ διάφορον ἔχουσι τὴν ἰδέαν. Ἄνθρακα δὲ ὑποληπτέον τὸν [περὶ] τὸν θεὸν διάπυρον ἔρωτα· σάπφειρον δὲ τὸν τὴν ἀρετὴν κατακρύπτοντα, βαθεῖα γὰρ ἡ τοῦ σαπ[φείρ]ου χροιά· ἴασπιν δέ, ἢ «καρχηδόνιον» κατὰ τὸν Σύμμαχον, τὸ λαμπρὸν τῆς θαυματουργίας ὀνο[μά]ζεσθαι νομίζω. Διὰ τοῦτο καὶ τὰς ἐπάλξεις ἐκ τούτου προλέγει οἰκοδομηθήσεσθαι, ἐκ δὲ [τῆς] σαπφείρου τὰ θεμέλια, τὰς δὲ πύλας ἐκ κρυστάλλου· σαφοῦς γὰρ τοῖς εἰσαγομένοις διδασκα[λί]ας δεῖ. Ταῦτα μὲν οὖν περὶ τῶν τῆς ἐκκλησίας ἡγεμόνων ἔφη, οὓς καὶ θεμέλια καὶ ἐπάλ[ξεις] καὶ πύλας ὠνόμασεν· καὶ ὁ λοιπὸς δὲ τῶν πιστῶν ὅμιλος ἐκλεκτὸς προσηγορεύθη, ἅπαντα γάρ σού [φησι] τὸν περίβολον ἐκ πολυτίμων καὶ ἐκλεκτῶν δομήσομαι λίθων. Εἶτα τὸ τροπικὸν καταλιπὼν σχῆ[μα] ἐπὶ τὸ σαφέστερον τὸν λόγον μετήνεγκεν· 13 καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ (τέ)κνα σου, 14καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ. Ἔδειξας <...> λίθους τὰ τῆς ἀρετῆς εἴδη τροπικῶς προσηγόρευσεν. [Εἰρήν]ην δὲ ἐνταῦθα τὴν πρὸς θεὸν ὑπισχνεῖται. Ταύτης τῆς οἰκοδομίας καὶ ὁ μακάριος μέμνηται Παῦλος, [λέγ]ει δὲ οὕτως· «Ἐγὼ ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος ἐποικοδομεῖ, ἕκαστος δὲ βλε(πέτ)ω πῶς ἐποικοδομεῖ. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς (Χριστός). Εἰ δέ τι ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται.» Ἄπεχε ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. Ταύτης ἀπολαύσασα τῆς εὐεργεσίας μὴ γένῃ περὶ τὸν εὐεργέτην ἀχάριστος· οὕτω γὰρ κρείττων ἔσῃ τῶν (πολ)εμούντων. 15 Ἰδοὺ προσήλυτοι προσελεύσονται δι' ἐμὲ καὶ παροικήσουσί σοι καὶ ἐπὶ σὲ καταφεύ(ξο)νται. Προσηλύτους καλεῖ τοὺς καθ' ἑκάστην ὡς ἔπος εἰπεῖν ἡμέραν ἐκ τῶν ἐθνῶν ἀγρευο(μέ)νους καὶ τῷ θείῳ προσιόντας βαπτίσματι. Καὶ ταύτης τοίνυν τῆς προφητείας ὁρῶ(μεν τὸ τέλος). [Εἶτα δι]δάσκει τῆς νέας δημιουργίας τὸν τρόπον· 16 Ἰδοὺ ἐγὼ κτίζω σε οὐχ ὡς χαλκεὺς φ(υσῶν ἐν) πυρὶ (ἄνθ)ρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον. Τὸ ἄπονον καὶ λίαν εὐπετὲς τῆς δημιουργίας δεδήλωκεν· (οὐ γὰρ δέ)ομαί φησιν ὀργάνων τινῶν καὶ πυρὸς καὶ φυσῶν τοῖς χαλκεῦσι παραπλησίως, ἀ(λλ') ἀρκεῖ (μοι λόγ)ος εἰς ποίησιν. Ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθεῖραι. Ἐπειδὴ «ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς (χοϊκός)«, ἐδέξατο δὲ καὶ τοῦ θανάτου τὴν ψῆφον, ὑπισχνεῖται ὁ τῶν ὅλων δημιουργὸς εἰς ἀφθ(αρσίαν) νεουργεῖν τῶν ἀνθρώπων τὴν φύσιν. 17 Πᾶν σκεῦος φθαρτὸν ἐπὶ σὲ οὐκ εὐοδωθήσεται. [Οἱ δὲ] ταύτην τὴν ἀφθαρσίαν ἐνδύσασθαι μὴ βουλόμενοι ἀλλ' ἐπὶ τῆς προτέρας φθορᾶς διαμέ[νοντες] οὐ περιέσονταί σου πολεμεῖν σοι πειρώμενοι. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς σαφέστερον δηλοῖ· (Καὶ) πᾶσα φωνὴ ἣ ἀναστήσεται ἐπὶ σέ, εἰς κρίσιν πάντας αὐτοὺς ἡττήσεις. Ὁ δὲ Ἀκύλας οὕτως· «[Καὶ] πᾶσαν γλῶσσαν ἱσταμένην σὺν σοὶ εἰς κρίσιν καταδικάσεις.» Τοὺς γὰρ ἐξ ἁπάντων τῶν [ἐθνῶν] ἀντιτείνοντάς σοι καὶ κατακρινεῖς καὶ ἡττήσεις. Οἱ δὲ ἔνοχοι ἔσονται ἐν λύπῃ. Δρέπονται [λύπην] οἱ τὰς κατὰ σοῦ τεκταινόμενοι μηχανάς, σὺ δὲ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσεις. |170 a| Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Ἔστι κληρονομία τοῖς θεραπεύουσι κύριον, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει κύριος. Τοῦτο καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἐδίδαξεν· «Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου.» Δίδωσι δὲ ταύτην τοῖς τὴν νενομοθετημένην δικαιοσύνην προφέρουσιν· «Ἐπείνασα γάρ» φησι «καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ (ἐπο)τίσατέ με» καὶ τὰ ἑξῆς. Τοῦτο κἀνταῦθα δείξας τὴν τῆς δικαιοσύνης ὁδὸν ἐπιδείκνυσιν· 551 Οἱ δι(ψῶντες) πορεύεσθε ἐφ' ὕδωρ. Διὰ γὰρ τοῦ παναγίου βαπτίσματος «δικαιούμεθα δωρεὰν» κατὰ τὸν θεῖον ἀπόστολον «διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ». Τοῦτο γὰρ καὶ ὁ προφητικὸς ᾐνίξατο λόγος· Καὶ (ὅσοι) μὴ ἔχετε ἀργύριον βαδίσαντες ἀγοράσατε καὶ φάγεσθε καὶ πορεύεσθε καὶ ἀγοράσατε κ(αὶ) πίεσθε ἄνευ ἀργυρίου. Ἀργύριον δὲ τὴν δικαιοσύνην πολλάκις ἡ θεία γραφὴ προ<ς>αγορεύει· «(Τὰ λό)για» γάρ φησι «κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ.» Καὶ τοὺς παρανομίᾳ [συζῶντας] «ἀργύριόν» φησιν «ἀποδεδοκιμασμένον καλέσατε, ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος ὁ θεός». Ὑπισχνεῖ[ται] τοίνυν ὁ φιλάνθρωπος δεσπότης καὶ τοῖς οὐ κεκτημένοις τὸ καλούμενον ἀργύριον, τουτέστι τὴν δικαιοσύν[ην], προῖκα δώσειν τὸ τριπόθητον ὕδωρ· τοὺς γὰρ τῷ παναγίῳ προσιόντας βαπτίσματι οὐκ εὐθύνας ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων εἰσπράττεται ἀλλὰ τὴν τούτων ἄφεσιν ἐπαγγέλλεται. Οἶνον κα(ὶ στέαρ) 2ἵνα <τί> τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις, καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν; Τὰς νομικὰς (ἐν)ταῦθα θυσίας ἐξέβαλεν. Διαφερόντως γὰρ πάλαι τῶν ἱερείων τὸ στέαρ τῷ βωμῷ προ(σφέρειν) ἐκέλευσεν, οὗ δὴ χάριν καὶ μεταλαμβάνειν στέατος ἀπηγόρευσεν· καὶ οἶνον δὲ σπένδειν εἰώθεσαν. Δι[δάσκει] δὲ ὁ προφητικὸς λόγος ὡς οὐδεμίαν ταῦτα τροφὴν προσέφερε τῇ ψυχῇ· τοῦτο γὰρ εἶπεν· ἐν οὐκ ἄρτοις καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν, ἀντὶ τοῦ ἀκερδής, ἀνόνητος, οὐδὲν ἔχων πνευματικόν. Οὕτω[ς ἐπι]θεὶς τῇ παλαιᾷ διαθήκῃ τὸ πέρας ὑποδείκνυσι τὴν καινήν· Ἀκούσατέ μου καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν· 3προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου, εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώ(νιον), τὰ ὅσια Δαυὶδ τὰ πιστά. Τῷ Δαυὶδ ὁ θεὸς ἐπηγγείλατο ὅτι «τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει καὶ ὁ (θρό)νος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.» Ταύτας τοίνυν τὰς συνθήκας τὰς πρὸς ἐκεῖνον γεγενημένας ἐφ' ὑμῶν πληρώσω, τὴν μὲν ἀνθρωπείαν φύσιν [ἐ]κ τοῦ Δαυιτικοῦ γένους κατὰ τὴν ὑπόσχεσιν ἐνδυόμενος, τὴν δὲ καινὴν διαθήκην εἰσφέρων. 4 Ἰδοὺ μαρ(τύριον) ἐν (ἔθνεσι) δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Τὸν γὰρ ὑπὸ Ἰουδαίων ἐσταυρωμένον πᾶ(σα γῆ καὶ) θάλαττα προσκυνεῖ καὶ τοὺς τούτου νόμους ἀσπάζεται. Μαρτύριον δὲ αὐτὸν καλεῖ, (ἢ κατὰ) τὸν Ἀκύλαν κ(αὶ) τ(ὸν) Σύμμαχον «μάρτυρα», ὡς περὶ τῆς μελλούσης διαμαρτυρόμενον κρίσεως καὶ τῆς γε(έννης ἀπειλ)οῦντα τὴν φλόγα. 5 Ἰδοὺ ἔθνη ἃ οὐκ οἴδασί σε ἐπικαλέσονταί σε, λαοὶ οἳ οὐκ ἐπίσταντ(αί σε ἐπὶ σὲ κ)αταφεύξονται ἕνεκεν κυρίου τοῦ θεοῦ <σου> καὶ τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασά σε. Τίνι ταῦτα προσαρμό(ζουσιν) Ἰουδαῖοι; Τίνα (τὰ) ἔθνη ἐπεκαλέσατο; Ἐπὶ τίνα δὲ κατέφυγον οἱ λαοί; Ἀλλ' ἐκεῖνοι μὲν ο(ὐ δύνανται δεῖξαι), ἡ(μεῖς δὲ) ὁρῶμεν τὰ πράγματα καὶ τὸν ἀγνοούμενον ὑπὸ τῶν ἐθνῶν ἀσπασίως ὑπ' αὐτῶν (προσκυνού)μενον. Τὸ δέ· ἕνεκεν κυρίου τοῦ θεοῦ σου ὅτι ἐδόξασέ σε, ἀνθρωπίνως εἴρηται· καὶ γὰρ αὐτὸς ὁ κύριος ἐν τοῖς [ἱεροῖς] εὐαγγελίο[ις προσευ]χόμενος ἔλεγεν· «Πάτερ δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε.» Τοῦτ[ο περὶ τῶν] ἐθνῶν προθεσπίσας καὶ τὴν ἐκείνων πίστιν σαφῶς ἐπιδείξας προσφέρει καὶ Ἰουδαίοις [τὸν λόγον]· 6 Ζη(τήσα)τε τὸν θεόν. Τουτέστιν· Ἐπίγνωτε ὃν ἠγνοήσατε. Καὶ ἐν τῷ ὑμᾶς εὑρίσκειν αὐτὸν ἐπι(καλέσασθε). [Ἐπίγν]ωτ[ε], μὴ ἀπαγορεύσητε τὴν σωτηρίαν ὡς προσηλώσαντες, ἀλλ' αἰτήσατε συγγν[ώμην]. (Ἡνίκα) |170 b| δ' ἂν ἐγγίζῃ ὑμῖν, 7ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστραφήτω πρὸς κύριον καὶ ἐλεηθήσεται καὶ πρὸς τὸν θεὸν ἡμῶν, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Ὅταν φησὶ ζητήσαντες εὕρητε καὶ ἐπικαλεσάμενοι τύχητε συγγνώμης, φεύγετε τὴν προτέραν τῆς ἀσεβείας καὶ παρανομίας ὁδὸν καὶ δότε τῷ θεῷ τὰ πρόσωπα καὶ μὴ τὰ νῶτα. Μεταδώσει (γὰρ) ὑμῖν ἐλέου καὶ τῶν ἁμαρτημάτων δωριεῖται τὴν ἄφεσιν. 8 Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥς(περ) αἱ βουλαὶ ὑμῶν οὐδ' ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει κύριος. 9Ἀλλ' ὥσπερ ἀπέχει ὁ οὐρανὸς (ἀπ)ὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς δι(ανοίας) μου. Πολύ φησιν ἀλλήλων ἀφεστήκαμεν καὶ τοσοῦτον ὅσον ὁ οὐρανὸς γῆς· ὑμεῖς μὲν γὰρ μι(σεῖτε), ἐγὼ δὲ φιλῶ· ὑμεῖς φεύγετε, ἐγὼ καλῶ· ὑμεῖς πολεμεῖτε, ἐγὼ εὐεργετῶ. 10 Ὡς γὰρ ἐὰν καταβῇ (ὑετ)ὸς ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ καὶ οὐ μὴ ἀποστραφῇ ἐκεῖ ἕως ἂν μεθύσῃ τὴν γῆν, ἐκτέκῃ καὶ ἐκβλαστήσῃ (καὶ δ)ῷ σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν, 11οὕτως ἔσται τὸ ῥῆμά μου ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ (στόμ)ατός μου, οὐ μὴ ἀποστραφῇ πρός με κενόν, ἕως ἂν συντελέσῃ πάντα ὅσα ἐλάλησα, καὶ εὐοδώσω τὰς (ὁδού)ς μου καὶ τὰ ἐντάλματά μου. Καθάπερ φησὶν ὑετὸς καὶ χιὼν ἀρδείας χάριν χορηγεῖται τῇ γῇ, ὥστε τοὺς γηπόνους (ἀπολα)βεῖν τοὺς πόνους τὰ δράγματα καρπουμένους καὶ ἐντεῦθεν ποριζομένους τροφήν, οὕτως ὁ ἀποφαν(τικός) μου λόγος ἐνεργέστατός ἐστι καὶ πρακτικώτατος πάντα πληρῶν ὅσα βούλομαι. 12 Ἐν γὰρ εὐφροσύνῃ ἐ(ξελεύσε)σθε καὶ ἐν χαρᾷ δι<δα>χθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, (καὶ πάντα) τὰ ξύλα τοῦ δρυμοῦ ἐπικροτήσει τοῖς κλάδοις. Τῆς τοῦ διαβόλου τυραννίδος ἀπαλλαττόμενοι (καὶ τῆς ἐκ)είνου δυναστείας ἐλευθερούμενοι πάσης εὐφροσύνης ἐμπλησθήσεσθε. Εἶτα, τῆς θυμηδίας δεικνὺς (τὴν ὑπ)ερβολήν, καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰ ξύλα ἔδειξεν εὐφραινόμενα. Τοῦτο γὰρ καὶ ὁ μα(κάριος) ἔφη Δαυὶδ τὴν ἐξ Αἰγύπτου ἔξοδον τοῦ λαοῦ διηγούμενος· «Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Τούτῳ δὲ τῷ εἴδει κέχρηται ἡ θεία γραφὴ τῷ ἔθει τῶν ἀνθρώπων ἀ(κολου)θοῦσα. Εἰώθαμεν γὰρ λέγειν· Πᾶσα ἡ πόλις εὐφραίνεται, πᾶσα ἡ πόλις ἑορτάζει, οὐ τοὺς τοίχους νοοῦντες (πό)λιν ἀλλὰ τοὺς ἐνοικοῦντας. Εἰ δὲ καὶ τροπικῶς τις νοεῖν βούλοιτο ὄρη μὲν καὶ βουνοὺς τὰς ἐπουρανίους (δυνά)μεις, ξύλα δὲ ἀγροῦ τοῖς κλάδοις δεικνύντα τὴν ἡδονὴν τοὺς ἁγίους—περὶ ὧν εἴρηται· «Δίκαιος (ὡς φοῖ)νιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται», καὶ· «Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος (ἐν τῷ οἴ)κῳ τοῦ θεοῦ μου»—, εὑρήσει καὶ οὕτως τὴν τῆς προφητείας ἀλήθειαν. 13 Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται (κυπάρ)ισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· καὶ ἔσται κυρίῳ εἰς ὄνομα καὶ εἰς ση(μεῖ)ον (αἰώνιον) καὶ οὐκ ἐκλείψει. Ἔδειξε διὰ τούτων τῶν ἀλλοφύλων ἐθνῶν τὴν μεταβολήν. Οἱ γὰρ (πάλαι ἀ)χρή(στοις βοτάν)αις καὶ χαμαιζήλοις ἐοικότες οὗτοι μετὰ τὴν ἐπίγνωσιν τοῦ σωτῆρος τῆς κυπαρίσς(ου τὸ) ὕψος (καὶ μ)υρσίνης τὸ εὐῶδες μεμίμηνται καὶ κηρύττουσι διὰ τῶν πραγμάτων τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν (τὴν δύναμ)ιν, οἷόν τι σημεῖον καὶ τέρας μέγα καὶ παράδοξον καὶ διαρκὲς ἐπιδεικνύντες τὴν οἰκεία(ν μεταβολήν). Τοῦτο δὲ τὸ σημεῖον αἰώνιον ἔσται καὶ οὐκ ἐκλείψει, καθάπερ τῶν Ἰουδαίων ἐξέλιπεν ἡ δόξα. [Ἐπιδείξωμεν] τοίνυν ἑαυτοὺς τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν σημεῖον θεοπρεπές, μὴ μόνον τοῖς ὑγιέσι προσέ[χοντες δόγμ]ασιν ἀλλὰ καὶ τὸν κατάλληλον ἀσπαζόμενοι βίον, ἵνα γνόντες «τὰ καλὰ ἔργα» ἡμῶν οἱ ἄνθρωποι «(δοξάσωσι) τὸν πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς», ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ μεγαλοπρέπεια σὺν τῷ [μονογενεῖ] αὐτοῦ υἱῷ καὶ τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg008.local001/.
