Ancient Greek · ~185 min
Section 3
Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam 3.1
Not analysed yet
ΤΟΜΟΣ Γʹ 61 Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Ἅπαντα μὲν τὰ προηρμηνευμένα βασιλεύοντος Ὀζίου προεθέσπισεν ὁ προφήτης, ταῦτα δὲ τὰ νῦν ἀνεγνωσμένα ἐπὶ Ἰωάθαμ ἐθεάσατο, ὃς υἱὸς ὢν Ὀζίου τὴν ἐκείνου διεδέξατο βα(σι)λείαν. (Αἰνί)ττεται δὲ ὁ προφήτης τὴν γεγενημένην παῦλαν τῆς προφητείας διὰ τὴν τοῦ Ὀζίου παρανομί(αν). Οὗτος γὰρ ἀπέλαυσε μὲν εὐθὺς βασιλεύσας τῆς τοῦ θεοῦ κηδεμονίας καὶ τῶν τε Ἀλλοφύλων τῶν τε ἄλλων πλησιοχώρων ἐκράτησε πολεμίων· τυφωθεὶς δὲ μετὰ τὴν νίκην καὶ τῆς ἱερωσύνης ἥρπασε τὴν ἀξίαν καὶ τῶν ἀδύτων τοῦ ναοῦ κατατολμήσας προσενεγκεῖν ἐτόλμησε τὸ θυμίαμα, ὃ οὐδὲ πᾶσιν ἐξῆν προσφέρειν τοῖς ἱερεῦσιν· μόνῳ γὰρ εἰσιτητὸν ἦν τῷ ἀρχιερεῖ εἰς τὰ ἅγια τῶν ἁγίων. Καὶ ἐπειράθη μὲν αὐτὸν ἐπισχεῖν Ἀζαρίας ὁ ἱερεὺς καὶ ἕτεροι σὺν τούτῳ τῆς ἱερωσύνης ἠξιωμένοι· ἐπειδὴ δὲ οὐδὲ τὴν τούτων ἐδέξατο συμβουλήν, φιλάνθρωπον αὐτῷ παιδείαν ὁ δεσπότης ἐπήγαγεν· οὐ γὰρ ἐκέλευσεν αὐτῷ χῆναι τὴν γῆν οὐδὲ πρηστῆρα οὐρανόθεν ἐπήνεγκεν, ἀλλὰ τὴν τοῦ σώματος ἐνήλλαξε χρόαν καὶ τῆς λέπρας αὐτῷ τὴν ἀτιμίαν ἐπέθηκεν. Ταύτην δεξάμενος τὴν παιδείαν παραυτίκα μὲν ἐξελήλυθε τοῦ νεώ, οἴκοι δὲ καθήμενος διὰ Ἰωάθαμ τοῦ παιδὸς διεῖπε τὴν βασιλείαν. Τούτου χάριν ὁ τῶν ὅλων θεὸς χαλεπαίνει μὲν τῷ λαῷ καὶ οὐδεμίαν αὐτοῖς προσφέρει χρησμολογίαν, ἀγανακτεῖ δὲ καὶ κατὰ τοῦ προφήτου σεσιγηκότος καὶ μὴ προσενηνοχότος τὸν ἔλεγχον. Μετὰ μέντοι τὴν ἐκείνου τελευτὴν ταύτην δείκνυσι τῷ προφήτῃ τὴν ὀπτασίαν. Εἰκότως τοίνυν τῆς ἐκείνου μέμνηται τελευτῆς διδάσκων πότε μὲν ἐσίγησε πότε δὲ πάλιν τὴν προφητείαν ἀπέλαβεν. Καὶ [λέγ]ει τεθεᾶσθαι τὸν κύριον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενον καὶ τὸν οἶκον τῆς δόξης πεπληρωμένον. Εἰδέναι δὲ χρή, ὡς οὐκ αὐτὴν εἶδε τοῦ κυρίου τὴν φύσιν· «Θεὸν» γὰρ «οὐδεὶς ἑώρακε πώποτε· ὁ μο(νογ)ενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.» Αὐτοῦ δὲ ἔστι φωνή· «Οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν ἐκ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα», καί· «Οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα. τις οἶδεν εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.» Ἀπεκάλυψε δὲ ὅτι πατήρ (ἐστιν), οὐ τί τὴν φύσιν ἐστίν. Μαρτυρεῖ δὲ καὶ τὰ διάφορα τῶν ὄψεων σχήματα, ὡς οὐδεὶς τὴν θείαν ἐθεώρησε φύσιν· ἄλλως γὰρ ὤφθη τῷ Ἀβραὰμ καὶ ἄλλως τῷ Μωυσεῖ, (ἑτέρ)ως τῷ Μιχαίᾳ καὶ ἄλλως τῷ Δανιήλ, καὶ μέντοι καὶ ὁ Ἰεζεκιὴλ ἕτερον ἐθεάσατο σχῆμα. (Τὸ δὲ θεῖο)ν οὐ πολύμορφον ἀλλ' ἀνείδεόν τε καὶ ἀσχημάτιστον, ἀσύνθετόν τε καὶ ἁπλοῦν (καὶ ἀόρατον καὶ) ἀνέφικτον. Διά τοι τοῦτο καὶ αὐτὸς ὁ θεός φησιν· «Ἐγὼ ὁράσεις ἐπλήθυνα (καὶ ἐν χερσὶ προ)φητῶν ὡμοιώθην», οὐκ ὤφθην· ὡς γὰρ βούλεται, σχηματί(ζ)ει τὰς ὄψεις. 2 (Καὶ σεραφὶμ εἱστήκεισαν) κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ |106 a| ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας αὐτῶν καὶ ταῖς δυσὶν ἐπέτοντο. 3Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· Ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Τοῦ ἀλαζόνος βασιλέως κατηγορ(εῖ) τῶν ἁγίων σεραφὶμ ἡ εὐλάβεια. Ὁ μὲν γὰρ ἀναιδῶς τῆς μηδαμόθεν αὐτῷ προσηκούσης κατετόλμησε λειτουργίας, αἱ δὲ ἀόρατοι δυνάμεις τὴν ἐπουράνιον ὑμνῳδίαν πεπιστευμέν(αι) τῷ σχήματι τὸ δέος ἐμήνυον· ἐκάλυπτον γὰρ τὰ πρόσωπα ὡς οὐδὲ τὴν αἴγλην ἰδεῖν δυνάμεναι τὴν ἐκ τῆς δεσποτικῆς ἀπαστράπτουσαν θέας, κατέκρυπτον δὲ καὶ τοὺς πόδας καὶ διὰ τούτου τὴν δουλείαν σημαίνουσαι καὶ τὸ δέος ἐμφαίνουσαι καὶ τὴν λειτουργίαν εὐσχημόνως ἀποπληροῦσαι. Ἡ δὲ πτῆσις τὸ μετάρσιον αἰνίττεται τοῦ φρονήματος. Τοῦτον δὲ τὸν ὕμνον προσέφερον καὶ τὴν μίαν τῆς θεότητος φύσιν διὰ τῆς κύριος φωνῆς αἰνιττόμεναι—ἑνικῶς γὰρ τοῦτο προσέφερον—καὶ τῆς τριάδος τὸν ἀριθμὸν ὑπεμφαίνουσαι—τρὶς γὰρ ἐπεφώνουν τὸ ἅγιος. Τὸ μὲν γὰρ ἅγιος ἅγιος ἅγιος τῆς τριάδος δηλωτικόν, τὸ δὲ κύριος Σαβαὼθ τῆς φύσεως τῆς μιᾶς σημαντικόν. Ὑμνεῖ δὲ τὰ σεραφὶμ τὴν ἀΐδιον φύσιν ὡς μὴ μόνον τὸν οὐρανὸν ἀλλὰ καὶ τὴν γῆν ἅπασαν τῆς δόξης ἐμπλήσασαν. Τοῦτο δὲ ἡ τ(οῦ) θεοῦ καὶ (σωτῆρο)ς ἡμῶν πεποίηκεν ἐνανθρώπησις· μετὰ γὰρ δὴ τὴν δεσποτικὴν ἐπιφάνειαν ἐδέξατο τὰ ἔθνη τὴν τῆς θεογνωσίας ἀκτῖνα. 4 Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Τὰ γὰρ ἐσόμενα μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησιν προδεδηλωκότων τῶν σεραφίμ, ἀναγκαίως μηνύεται καὶ τῶν δύο λαῶν ἡ συνάφεια. Ἀπὸ γὰρ τῆς φωνῆς, ᾗ τὴν γῆν ἅπασαν πεπληρῶσθαι τῆς θείας δόξης ἐμήνυεν, ἐπήρθη τὸ ὑπέρθυρον· τοῦτο δὲ γενόμενον περιττὴν τῶν θυρῶν ἐδείκνυ τὴν χρείαν· τῶν δὲ θυρῶν οὐκ ἐπικειμένων εἰσιτητὸν ἦν εἰς τὸν οἶκον τῷ βουλομένῳ λοιπόν. Ἐπειδὴ γὰρ Ὀζίας τοῦ νόμου κρατοῦντος ἔτι παρανόμως κατετόλμησε τῶν ἀδύτων, προσημαίνεται διὰ τῆς ὄψεως τῶν ἐθνῶν ἁπάντων ἡ κλῆσις. Μὴ γὰρ δή τις νομιζέτω φησὶν ἐν τῷ ναῷ περιγεγράφθαι τοῦ θεοῦ τῶν ὅλων τὴν δόξαν· ὁ γὰρ τῶν ὅλων δεσπότης τὰ πάντα πληροῖ. Καὶ τοῦτο δὲ οὐκ εἰς μακρὰν δῆλον γενήσεται· ἅπαντες γὰρ οἱ ἄνθρωποι τὸ τῆς θεογνωσίας εἰσδεξάμενοι φῶς πανταχοῦ ναοὺς ἀναστήσουσι τῷ τῶν ὅλων δημιουργῷ, ἐκείνων δὲ πληρουμένων τῆς δόξης οὗτος τῆς προτέρας γυμνωθήσεται δόξης καὶ ἀντὶ τοῦ θείου φωτὸς τοῦ Ῥωμαϊκοῦ πυρὸς εἰσδέξεται τὸν καπνόν. Τοῦτο δὲ καὶ κατὰ τὸν καιρὸν γεγένητ(αι) τοῦ σταυροῦ· ἐσχίσθη γὰρ τὸ καταπέτασμα καὶ τῆς ἐπανθούσης τῷ ναῷ χάριτος τὴν ἀπόστασιν ἔδει(ξεν). 5 Καὶ εἶπον· Ὢ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη <ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη> ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· «Οἴμοι ὅτι ἐσιώπησα· ἀνὴρ γὰρ ἀκάθαρτος χείλεσιν ἐγὼ καὶ (ἐν) μέσῳ λαοῦ ἀκαθάρτου χείλεσιν ἐγὼ οἰκῶ.» Σύμφωνος δὲ καὶ τῶν Ἄλλων ἡ ἑρμη(νεία). Αἰνίττεται δὲ τὴν γεγενημένην ἐπὶ τῇ παρανομίᾳ τοῦ Ὀζίου σιγήν· καὶ διὰ (τοῦτο ἑαυτὸν) ἀκάθαρτον χείλεσιν ὀνομάζει ὡς κεκοινωνηκὼς τῷ τολμήματι διὰ (τῆ)(ς) (σιωπῆ)(ς) —τὴν αὐτὴν δὲ καὶ τοῦ λαοῦ κατηγορίαν πεποίηται—καὶ τὴν θείαν δέδιεν ἐ(πιφάνειαν ὡς δι)καστικὴν παρουσίαν. 6 Καὶ ἀπεστάλη πρός με ἓν τῶν σεραφίμ, (καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν) ἄνθρακα (ὃν τ)ῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου 7καὶ ἥψα(το τοῦ στόματός μου καὶ) |106 b| εἶπεν. Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὸ ἀνόμιμ[όν] (σου) καὶ τὰς ἁμαρτίας περικ(αθαριεῖ). Καὶ τοῦτο δηλοῖ τῆς σιωπῆς τὸ πλημμέλημα· οὐκ ἄλλῳ γάρ τινι μορίῳ τοῦ σώματος ἀλλὰ τῷ στόματι τὸν ἄνθρακα τὸ σεραφὶμ προσενήνοχεν. Ἐλέγχει δὲ καὶ τὴν τοῦ Ὀζίου παρανομίαν τὸ γεγονός· ὁ μὲν γὰρ τοῦ θυσιαστηρίου λίαν ἀναιδῶς κατετόλμησεν, τὸ δὲ σεραφὶμ καὶ πυρὸς ἔχον προσηγορίαν καὶ θείας λειτουργίας ἠξιωμένον οὐ γυμνῇ τῇ χερὶ τῇ δὲ λαβίδι τὸν ἄνθρακα ἔλαβε καὶ τοῦτον ἐπιθὲν τῷ τοῦ προφήτου στόματι ἐμήνυσεν αὐτῷ τὴν τῆς ἁμαρτίας ἀπαλλαγήν. Προδιαγράφεται δὲ καὶ προδιατυποῦται διὰ τούτων ἡ τῶν ἡμετέρων ἀγαθῶν μετουσία, ἡ διὰ τοῦ δεσποτικοῦ σώματός τε καὶ αἵματος τῶν ἁμαρτημάτων ἀπαλλαγή. 8 Καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Οὐκ ἀγνοῶν ὃν ἀποστεῖλαι προσήκει ταῦτά φησιν ὁ δεσπότης ἀλλὰ τὸν προφήτην εἰς διακονίαν προτρέπων. Δηλοῖ δὲ τοῦτο καὶ τὰ ἑξῆς· Καὶ εἶπον· Ἰδοὺ ἐγώ, ἀπόστειλόν με. Ὑπὲρ τῆς προτέρας ὁ προφήτης ἀπολογεῖται σιγῆς καὶ ἕνα ἐλέγξαι μὴ βουληθεὶς παντὸς τοῦ λαοῦ τὸν ἔλεγχον ἀναδέχεται. Οὐδὲ γὰρ τὴν τιμὴν ἁρπάζων αὐτοχειροτόνητος τρέχει ἀλλ' ὑπὲρ τῆς προτέρας ἀπολογούμενος σιωπῆς καὶ τοὺς παρὰ τοῦ λαοῦ κινδύνους ἀναδεχόμενος. 9 Καὶ εἶπε· Πορεύθητι καὶ εἶπον (τῷ) λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Τὴν ἐσομένην Ἰουδαίοις ἐπὶ τῆς δεσποτικῆς ἐπιφανείας ἀντιλογίαν προαγορεύει· καὶ γὰρ ἀκούσαντες τῶν θείων λογίων οὐκ ἤκουσαν καὶ τὰ μυρία θαύματα θεωροῦντες συνιδεῖν οὐκ ἠθέλησαν. Οὗ δὴ χάριν ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις προέλεγεν· «Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.» Οἱ μὲν γὰρ τὸ σῶμα τυφλώττοντες ἑώρων αὐτὸν τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, οἱ δὲ ὑγιεῖς ἔχοντες τοὺς τοῦ σώματος ὀφθαλμοὺς τυφλὸν εἶχον τῆς διανοίας τὸ ὀπτικόν. Οὐ μόνον δὲ τοὺς ὀφθαλμοὺς μεμυκότας εἶχον ἀλλὰ καὶ τὰς ἀκοὰς βεβυσμένας. Τούτου χάριν ὁ κύριος ἔλεγεν· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.» Ὁ μέντοι προφήτης, μᾶλλον δὲ ὁ τοῦ προφήτου θεός, διδάσκει διὰ τῶν ἑξῆς, ὡς κατὰ γνώμην αὐτοῖς προσγέγονε ταῦτα τὰ πάθη. Ἐπάγει γάρ· 10 Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. Οὐχ ἡ φύσις ἀλλ' ἡ γνώμη τὰ πάθη ταῦτα εἰργάσατο· οὐ γὰρ τυφλοὶ κατὰ φύσιν ἦσαν, ἀλλ' αὐτοὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν καὶ βαρέως τῶν θείων λογίων ἤκουσαν ὥσπερ ἑαυτοῖς πολεμοῦντες καὶ τὴν διὰ τῆς θέας καὶ τὴν διὰ τῆς ἀκροάσεως καὶ τῆς ἐντεῦθεν φυομένης μεταμελείας ἀπωθούμενοι σωτηρίαν. Καὶ τοῦτο δὲ ὁ Σύμμαχος σαφέστερον εἴρηκεν· «Ὁ λαὸς οὗτος τὰ ὦτα ἐβάρυνε καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἔμυσε, μήπως ἴδῃ ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ καὶ ἐν τοῖς ὠσὶν (ἀκ)ούσῃ καὶ ἡ καρδία αὐτοῦ οὐ μὴ συνῇ καὶ ἐπιστραφῇ καὶ ἰαθῇ.» Ταῦτα δὲ πάντα οὐ φυσικὴν (τῶν μ)ορίων ἀσθένειαν ἀλλὰ τὴν γνωμικὴν ἀπιστίαν σημαίνει· ἑκόντες γάρ φησι καὶ τυφλώ(ττουσι καὶ κωφ)εύουσι καὶ πάντα πόρον κινοῦσιν, ἵνα μὴ τύχωσι σωτηρίας. 11 Καὶ εἶπον· Ἕως (πότε κύριε; Ἠρό)μην δὲ ἐγὼ τῆς ἀπειθείας τὸν χρόνον μαθεῖν ποθῶν. Καὶ εἶπεν· Ἕως ἂν ἐρημω(θῶσι πόλεις παρὰ) τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους καὶ ἡ γῆ καταλειφ(θήσεται ἔρημος). Μέχρι τέλους φησὶν ἐπιμενοῦσι τῇ πονηρίᾳ, καὶ οὐδὲ (ἡ) τιμωρία |107 a| μετα(βο)λὴν αὐτοῖς τινα πραγματεύσεται· οὔτε γὰρ ἡ τῶν πόλεων πόρθησις οὔτε ἡ τῶν οἰκιῶν κατάλυσις οὔτε τῆς γῆς ἁπάσης ἡ ἐρημία αἴσθησιν αὐτοῖς τινα καὶ τῆς παρανομίας πραγματεύσεται γνῶσιν. Αἰνίττεται δὲ διὰ τούτων τὰ ὑπὸ Ῥωμαίων αὐτοῖς ἐπενεχθέντα κακά. Καὶ ὁ θεῖος δέ γε ἀπόστολος τὰ αὐτὰ τῷ προφήτῃ φησίν· «Ἡ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν, καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.» Τὸ δὲ ἔδωκεν οὐκ ἐνεργητικῶς δεῖ νοεῖν· εἰ γὰρ αὐτὸς ἔδωκε καὶ μὴ βλέπειν ἠνάγκασε, πῶς εὐθύνας εἰσπράττεται; Πῶς ἀπειθοῦντας κολάζει; Οὐκοῦν τὸ ἔδωκεν ἀντὶ τοῦ συνεχώρησε τέθεικεν· ἐριστικῶς γὰρ καὶ φιλονείκως διακειμένους τοῖς οἰκείοις εἴασεν ἀκολουθεῖν λογισμοῖς· αὐτεξούσιον γὰρ πεποίηκε τῶν ἀνθρώπων τὴν φύσιν. 12 Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους. Τὸ μακρυνεῖ «μακρὰν ποιήσει» ὁ Σύμμαχος εἴρηκε, τουτέστιν· εἰς αἰχμαλωσίαν ἐκπέμψει αὐτούς. Καὶ πληθυνθήσονται οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς· 13Καὶ ἔτι ἐπ' αὐτῆς ἐστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. Διὰ τούτων σημαίνει καὶ τὴν προτέραν αὐτῶν καὶ τὴν δευτέραν πολιορκίαν. Οὐεσπ(ας)ιανὸς (μὲν) (γὰρ) πρῶτος στρατηγῶν αὐτοῖς ἐπεστράτευσεν· εἶτα μετὰ τὴν Νέρωνος τελευτὴν τὸν υἱὸν Τίτον καταλιπὼν αὐτὸς διὰ τὴν βασιλείαν ἀνέστρεψεν. Ὁ Τίτος τοίνυν τὴν πόλιν πολιορκήσας καὶ τὸν ναὸν ἐμπρήσας καὶ πολλοὺς δορυαλώτους λαβὼν εἰς τὴν Ῥωμαίων ἐπανῆλθε μητρόπολιν. Ἀλλ' οἱ τὰς ἐκείνων διαφυγόντες χεῖρας πάλιν ἐπανῆλθον καὶ τὴν πόλιν ᾤκησαν· πολλῷ δὲ οὗτοι τῶν προτέρων οἰκητόρων ἦσαν ἐλάττους· οὗ δὴ χάριν αὐτοὺς τὸ ἐπιδέκατον ἐκείνων καλεῖ, τουτέστι δεκατημόριον. Ἀλλὰ πάλιν Ἀδριανὸς αὐτοῖς στασιάσασι παντελῆ ἐπήγαγεν ὄλεθρον καὶ αὐτὴν δὲ τῆς πόλεως τὴν προσηγορίαν ἐνήλλαξεν ἐκ τῆς οἰκείας ἐπωνυμίας ταύτην καλεῖσθαι κελεύσας· Αἰλία γὰρ ἐκεῖθεν προσηγορεύθη· Αἴλιος γὰρ ἐπίκλην ὠνομάζετο. Ταῦτα τῷ προφήτῃ διαγορεύων εἶπεν ὁ θεὸς ὅτι πάλιν ἔσται εἰς προνομήν. Καὶ τὴν ἐρημίαν αὐτῆς σημαίνων καὶ τῆς καρδίας τὸ ἄκαρπον καὶ ἀντίτυπον, οὐκ ἀπῄκασε δένδρῳ καρπίμῳ ἀλλὰ τερεβίνθῳ καὶ βαλάνῳ καὶ τούτοις φύλλω(ν ἐστ)ερημένοις. Ἢ κατὰ τὸν Σύμμαχον· «Ἔσται εἰς καταβόσκησιν ὡς δρῦς καὶ ὡς βάλανος, ἥτις ἀποβαλοῦσα τὰ φύλλα ἵσταται μόνη.» Σαφῶς γὰρ διὰ τούτων δεδήλωκεν ὅτι κατεβοσκήθη ὑπὸ ἀλλ(ογενῶν) ἀνθρώπων καθάπερ ὑπὸ χοίρων αἱ βάλανοι καὶ μεμένηκεν ἔρημος τῶν ἀγαθῶν ὡς δρῦς καὶ βάλανος καρπῶν καὶ φύλλων γεγυμνωμέναι. Ταῦτα ἐν τῇ βασιλείᾳ Ἰωάθαμ καὶ ἰδὼν καὶ μαθὼν ὁ προφήτης—μετὰ γὰρ τὸν Ὀζίαν αὐτὸς ἐβασίλευσεν— τὰ ἐπὶ Ἄχαζ λοιπὸν—υἱὸς δὲ αὐτὸς τοῦ Ἰωάθαμ— γεγενημένα τε καὶ τεθεσπισμένα συγγράφει. Ἀλλ' ὁ μὲν Ἰωάθαμ εὐσεβείας τρόφιμος ἦν, ὁ δὲ Ἄχαζ ἐκ δι(αμέτρου) παράνομός τε ἅμα καὶ δυσσεβής. Οὗ δὴ χάριν τῆς θείας κηδεμονίας οὐκ ἔτυχεν, ἀλλὰ πολέμου συγκροτηθέντος καὶ τοῦ βασιλέως τῶν δέκα φ(υλῶν) παραταξαμένου—Φακεὲ δὲ ἦν ὄνομα τούτῳ Ῥομελίου υἱός—ἀ(ποβάλλει) μὲν ἑκατὸν εἴκοσι χιλιάδας ἐν τῷ πολέμῳ, ἐξανδ(ραποδίζουσι δὲ) οἱ νενικηκότες γυναικῶν καὶ παιδίων ἑτέρας χιλιά(δας διακοσίας. Ἀλλὰ) τοὺς μὲν αἰχμαλώτους Ὠδὴδ ὁ προφήτης ἀφεθῆναι π(εποίηκεν)—[ἡ δὲ τῶν] |107 b| Παραλειπομένων ἱστορία διδάσκει ταῦτα—πρὸς τοὺς νενικηκότας εἰπών· «Ἰδοὺ ὀργὴ τοῦ θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ἰούδαν, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖ(ρας) ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ, καὶ ἕως τῶν οὐρανῶν ἔφθασεν. Καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἱερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσασθαι εἰς δούλους καὶ δούλας· Οὐκ ἰδοὺ οὔκ εἰμι μεθ' ὑμῶν, μαρτύρεται κύριος ὁ θεὸς ὑμῶν· πλημμέλεια μεθ' ὑμῶν κυρίῳ τῷ θεῷ ὑμῶν. Καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε ἀπὸ τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ κυρίου ἐφ' ὑμᾶς.» Οὗτος ὁ θαυμάσιος προφήτης καὶ τὴν αἰτίαν ὑποδείξας τῆς ἥττης —διὰ γὰρ τὴν ἀσέβειαν παρέδωκεν αὐτοὺς ὀργισθεὶς ὁ θεός—καὶ τῆς συγγενείας ἀναμνήσας ἔπεισεν ἀφεῖναι τοὺς δοριαλώτους γεγενημένους. Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα πέπονθεν ὁ δυσσεβὴς βασιλεύς· καὶ γὰρ Ἰδουμαῖοι τοὺς πελάζοντας καὶ Ἀλλόφυλοι τοὺς γειτονεύοντας ἐξηνδραπόδισαν. Ὁ δὲ παράνομος βασιλεύς, δέον παρὰ τοῦ θεοῦ τὴν συμμαχίαν αἰτῆσαι, πρὸς τὸν τῶν Ἀσσυρίων κατέφυγε βασιλέα. Ὁ δὲ φιλάνθρωπος δεσπότης καὶ μὴ καλούμενος συμμαχεῖ καὶ καταφρονούμενος προμηθεῖται. Τοῦτο δὴ κἀνταῦθα πεποίηκεν· τοῦ γὰρ Φακεὲ τὸν βασιλέα τῶν Σύρων εἰς συμμαχίαν καλέσαντος καὶ μετ' ἐκείνου τὴν Ἱερουσαλὴμ ἐπὶ πολιορκίᾳ κατειληφότος ἐξεδειματώθη μὲν εἰκότως ὁ ἀνόσιος βασιλεύς, ἔδεισε δὲ καὶ ὁ λαός· ἡ γὰρ πεῖρα τῶν ἤδη συμβεβηκότων ἠνάγκαζεν ὀρρωδεῖν. Οὕτως δὲ αὐτοὺς τὸ δέος κατέσεισεν ὡς ἐοικέναι δένδροις ὑπὸ σφοδροτέρας ἀνέμων προσβολῆς κλονουμένοις. Ὁ δὲ φιλάνθρωπος δεσπότης ταῦτα δρᾶσαι τῷ προφήτῃ παρεκελεύσατο· 73 Ἔξελθε εἰς συνάντησιν τῷ Ἄχαζ <σὺ> καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου πρὸς τῇ κολυμβήθρᾳ τῆς ἄνω ὁδοῦ τοῦ κναφέως. Οὐδαμοῦ μετὰ τοῦ παιδὸς ὁ προφήτης ἐκελεύσθη θεσπίσαι, ἐνταῦθα δὲ μόνον παραλαβεῖν τὸν υἱὸν προσετάχθη, ἐπειδὴ μέλλει τοῦ Ἐμμανουὴλ προαγορεύειν τὴν γέννησιν καὶ τὸν Ἄχαζ διδάσκειν, ὡς διὰ τὸν ἐξ αὐτοῦ τεχθησόμενον τῆς θείας ἀπολαύσεται κηδεμονίας αὐτὸς διὰ τὴν οἰκείαν παρανομίαν τιμωρίας ἄξιος ὤν. 4 Καὶ ἐρεῖς αὐτῷ· Φύλαξαι τοῦ ἡσυχάσαι, μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω, μηδὲ φοβηθῇς ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Τὸ φύλαξαι τοῦ ἡσυχάσαι ὁ (μὲν) Σύμμαχος «φύλαξαι καὶ ἡσύχασον» ἡρμήνευσεν, ὁ δὲ Ἀκύλας «φύλαξαι καὶ ἡσύχαζε», ὁ δὲ Θεοδοτίων «πρόσεχε καὶ ἡσύχαζε». Ἀντὶ τοῦ· Μὴ (πολεμήσῃ)ς μηδὲ παρατάξῃ, νικήσεις γὰρ ἡσυχάζων διὰ τὴν ἐμὴν (ἀγαθότητα). (Ἐγ)ὼ πατάσσω καὶ ἐγὼ ἰῶμαι· καὶ γὰρ τὴν προτέραν παι(δείαν δι)ὰ τὴν σὴν ἐπήγαγον παρανομίαν καὶ νῦν ἐπαμύνω διὰ τὸν (ἐκ σοῦ τεχθη)σόμενον. Μὴ τοίνυν δείσῃς τούτους· δαλοῖς γὰρ ἐοίκασι |108 a| καπνιζομένοις ἀλλ' οὐ φλεγομέν(οις)—ἀντὶ τοῦ· φοβοῦσι μέν, οὐ βλάψουσι δέ. Δαλὸς δέ ἐστιν (ἡμι)φλεγὲς ξύλον ἔχον μὲν τοῦ πυρὸς τὰ λείψανα, τῆς δὲ φλογὸς ἐστερημέν(ον. Καὶ) ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, 5ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν Ἐφραὶμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου κατὰ σοῦ λέγοντες· 6Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ κακώσομεν αὐτὴν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμ(ᾶς) καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ, 7τάδε λέγει κύριος Σαβαώθ· Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται. Καὶ τοὺς ἐκείνων ἐγύμνωσε λογισμοὺς καὶ τὴν ἰδίαν δεδήλωκε ψῆφον· Ἐγὼ γάρ φησι διασκεδάσω τὴν ἐκείνων βουλήν. 8 Ἀλλ' ἡ κεφα(λὴ) Ἀρὰμ Δαμασκὸς καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥασήν. Ἀρὰμ τοὺς Σύρους ὀνομάζει· τούτων φησὶ Δαμασκὸς μητρόπολις· τῆς δὲ Δαμασκοῦ ὁ βασι(λεὺς) Ῥασὴν τούτων ἄρχει μόνων, τῆς δὲ Ἱερουσαλὴμ οὐκέτι· τὴν γὰρ τῶν Σύρων αὐτῷ δέδωκε βασιλείαν. Καὶ ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκλείψει ἡ βασιλεία Ἐφραὶμ ἀπὸ λαοῦ. Τὴν αἰχμαλωσίαν προλέγει τὴν ὑπὸ Σαλμανάσαρ καὶ Σεναχηρὶμ γενομένην. Πρῶτος μὲν γὰρ ὁ Φουὰ τὸν φόρον ἐπέθηκε, μετ' ἐκεῖνον δὲ Θεγλαφαλασὰρ ἐνίας ἐξηνδραπόδισε πόλεις, εἶτα Σαλμανάσαρ τὰς πλείστας, καὶ τὰς ὑπολειφθείσας Σεναχηρίμ. 9 Καὶ ἡ κεφαλὴ Ἐφραὶμ Σομόρων καὶ ἡ κεφαλὴ Σομόρων υἱὸς τοῦ Ῥομελίου. Σομόρων τὴν Σαμάρειαν ἀπὸ τοῦ ὄρους καλεῖ· Σομόρων δὲ ἐκλήθη τὸ ὄρος ἀπὸ τοῦ πρώτου κτησαμένου, ἀπὸ δὲ τοῦ ὄρους ἡ πόλις. Σαμάρεια δέ ἐστιν ἡ νῦν Σεβαστὴ καλουμένη. Λέγει τοί(νυν) ὅτι τῶν δέκα φυλῶν ἡ Σαμάρεια βασιλεύει, τῆς δὲ Σαμαρείας ὁ τοῦ (Ῥομελίου) υἱός, καὶ τούτους αὐτοὺς ὑπερβῆναι τοὺς ὅρους οὐ συγχωρήσω. Κα(ὶ τὴν) ἀπιστίαν αὐτῶν εἰδὼς ἐπήγαγεν· Καὶ ἐὰν μὴ πιστεύσητε, οὐ(δὲ μὴ συνῆτε). Ὁ δὲ Σύμμαχος οὕτως· «Ἐὰν μὴ πιστεύσητε, οὐ διαμενεῖτε», ὁ δὲ Θεοδοτίων· «(Ἐὰν) μὴ πιστεύσητε, οὐδὲ μὴ πιστευθείητε»—τῆς γὰρ πίστεως ἡ σωτηρία καρπός—, (κατὰ δὲ) τοὺς Ἑβδομήκοντα· Οὐ μὴ συνῆτε, ὃ δηλοῖ ὅτι διὰ τῆς πίστεως τῶν θείων ἡ γν(ῶσις). 10 Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· 11Αἴτησαι σεαυτῷ σημ(εῖον παρὰ κυρίου) τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Ἐπειδὴ ἀπιστεῖς τ(οῖς εἰρημένοις) φησὶ καὶ ψεῦδος τὴν ἐμὴν νομίζεις ὑπόσχεσιν, ἐγὼ βεβαιώ(σω θαυματουργίᾳ) τοὺς λόγους. Αἴτησον τοίνυν ὅπερ βούλει σημεῖον εἴτε οὐράνιον (εἴτε ἐπίγειον· τοῦτο γὰρ) λέγει εἰς βάθος ἢ εἰς ὕψος. Ἀμφότερα δὲ τῷ τούτου παρέσχε παιδὶ Ἐζ(εκίᾳ) (τῷ βασιλεῖ), ἐν οὐρανῷ μὲν ἀναστρέψαι κελεύσας τὸν ἥλιον, ἐν δὲ τῇ γῇ τοὺς (Ἀσσυρίους κολάσας) καὶ μέντοι καὶ τὴν σωματικὴν αὐτῷ δωρησάμενος (ὑγείαν). 12 (Καὶ εἶπεν Ἄχαζ)· Οὐ μὴ αἰτήσω οὐδὲ μὴ πειράσω κύριον. Τούτοις δὲ τ(οῖς λόγοις οὐχ ὡς) (καὶ δίχα σημείου) (πιστεύων) |108 b| ἀλλ' ὡς ἀντιλέγων ἐχρήσατο. Οὗ δὴ χάριν (ὁ πρ)οφήτης οὐκ (αὐτῷ λοι)πὸν ἀλλὰ πάσῃ τῇ τοῦ Δαυὶδ διαλέγεται συγγενείᾳ καί φησιν· 13 Ἀκούσατε δὴ οἶκος Δαυίδ· Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; 14Διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. Τοῦτο σαφέστερον ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας ἡρμήνευσαν· «Μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε ἔτι καὶ τὸν θεόν μου;» Οὐκ ἀπόχρη φησὶν ὑμῖν τὸ τοῖς προφήταις ἀντιλέγειν, τὸ τοῖς θείοις ἀντιτείνειν θεράπουσιν, ἀλλὰ καὶ αὐτῷ τῷ δεσπότῃ κελεύοντι προφανῶς ἀπειθεῖτε; ἀλλ' ὅμως καὶ μὴ βουλομένοις σημεῖον ὑμῖν δώσει καινὸν καὶ παράδοξον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Τοῦτο ἀληθῶς σημεῖον καὶ εἰς βάθος καὶ εἰς ὕψος. Καὶ γὰρ ὁ Θεοδοτίων καὶ ὁ Ἀκύλας οὕτως τοῦτο ἡρμήνευσαν· «Βάθυνον εἰς ᾅδην ἢ ὕψωσον ἄνω.» Ὁ δὲ Ἐμμανουὴλ καὶ εἰς τὸν ᾅδην κατελήλυθε καὶ εἰς τὸν οὐρανὸν ἀνελήλυθε καὶ τὸν εἰς τὸν ᾅδην κείμενον Ἀδὰμ εἰς οὐρανοὺς ἀνεβίβασεν. Ταύτην μέντοι τὴν προφητείαν οὐχ ὡς ἔτυχεν ἐπὶ τοῦ παρόντος προήνεγκεν ἀλλ', ἐπειδὴ ἐδεδίεσαν τῶν πολεμίων τὴν προσβολὴν καταλύσειν ἀπειλούντων τὴν Δαυιτικὴν βασιλείαν, ἀναγκαίως διδάσκει ὡς ἀδυνάτοις ἐπιχειροῦσιν· Δεῖ γάρ φησι φυλαχθῆναι τὸ Δαυιτικὸν γένος, «ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται» καὶ παράσχῃ τὴν προσδοκωμένην εὐλογίαν τοῖς ἔθνεσιν. Ἐγὼ δὲ τὴν ἀναίδειαν Ἰουδαίων θαυμάζω μὴ δεχομένων τῆς παρθένου τὴν πρόρρησιν· Ἀκύλας γάρ φασι καὶ Θεοδοτίων καὶ Σύμμαχος οὐ παρθένον ἀλλὰ «νεᾶνιν» ἡρμήνευσαν. Ἔδει δὲ αὐτοὺς συνιδεῖν πρῶτον μὲν ὡς τῶν ἑβδομήκοντα ἀνδρῶν ἡ μαρτυρία τῆς ὑπὸ τριῶν γιγνομένης ἀληθεστέρα, μάλιστα ἐν πλήθει τοσούτῳ τὸ σύμφωνον ἔχουσα. Ἔχουσι δὲ ἀπὸ τοῦ χρόνου καὶ τὸ ἀξιόπιστον· πρὸ γὰρ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως μετέ(βαλον) τὴν θείαν γραφὴν εἰς τὴν Ἑλλάδα φωνὴν οὐδεμίαν πρόφασιν ἔχοντες κα(κουργί)ας. Πρὸς δὲ τούτῳ, ὅτι καὶ θεία χάρις αὐτοῖς εἰς τὴν συμφωνίαν συνήργησεν. (Θεοδο)τίων δὲ καὶ Ἀκύλας καὶ Σύμμαχος μετὰ τὴν δεσποτικὴν ἐπιφάνειαν ἡρμήνευσαν τὴν θείαν γραφὴν καὶ τὰ Ἰουδαίων φρονοῦντες κακοήθως τὰς δεσποτικὰς (προ)ρρήσεις κατέβαλον. Ἀλλ' ὅμως οὐδὲ τοῦτο συνεσκίασε τὴν ἀλήθειαν. Καὶ γὰρ (τὸ τῆς) νεάνιδος ὄνομα Μωυσῆς ὁ νομοθέτης ἀντὶ τῆς παρθένου προσηγορίας δείκνυτ(αι τε)θεικώς· «Ἐὰν γάρ τίς» φησιν «εὕρῃ νεᾶνιν ἐν τῷ πεδίῳ καὶ κοιμηθῇ μετ' αὐτῆς», τόδε καὶ τόδε ποιήσατε. Πλὴν μηδὲ τοῦτο δῶμεν εἰρηκέναι τὸν νομοθέτην. Ἀρκεῖ γὰρ εἰς ἀπόδει(ξιν ἡ) τοῦ σημείου προσηγορία. Σημεῖον γὰρ καὶ σημεῖον μέγιστον οὗτος ὁ τόκος καλεῖται· οὐδεὶς (δὲ σημεῖ)ον (κα)λεῖ τὸ καθ' ἑκάστην ἡμέραν γιγνόμενον· εἰ γὰρ μὴ παρθενικός ἐστιν ἀλλὰ γα(μικὸς ὁ τό)κος, πῶς τὸ συνήθως κατὰ φύσιν ὁδεῦον σημεῖον προσαγορεύεται; Ἀλλὰ [τὴν Ἰουδαίων κ]ατηγορίαν ἐπὶ τοῦ παρόντος καταλίπωμεν, τῆς δὲ ἑρμηνείας ἐχώμεθα. Προθεσπίσας (τῆς παρθένου τὴν σύλληψ)ιν ὁ προφήτης καὶ τὸν παράδοξον τόκον, καὶ τὴν προσηγορίαν ἐ(πέθηκεν· Ἐμμανουὴλ) γὰρ τὸ βρέφος ὠνόμασεν. Δηλοῖ δὲ τοὔνομα τὸν μεθ' ἡμῶν |109 a| θεόν, τὸν ἐνανθρωπήσαντα θεόν, τὸν τὴν ἀνθρωπείαν φύσιν ἀνειληφότα θεόν, τὸν ἑνωθέντα ταύτῃ θεόν, τὴν τοῦ θεοῦ μορφὴν καὶ τὴν τοῦ δούλου μορφὴν ἐν ἑνὶ υἱῷ γνωριζομένην. Εἶτα προαγορεύει κατὰ ταὐτὸν καὶ τὰ ἀνθρώπεια καὶ τὰ θεῖα· 15 Βούτυρον καὶ μέλι φάγεται. Τοῦτο ἀνθρώπειον. Πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρίαν ἐκλέξεται τὸ ἀγαθόν. 16 Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Τοῦτο οὐ κατὰ ἄνθρωπον ἀλλ' ὑπὲρ ἄνθρωπον. Τῶν γὰρ ἀνθρώπων ἡ φύσις οὐκ εὐθὺς τικτομένη τὴν διάκρισιν δέχεται τοῦ ἀγαθοῦ καὶ τοῦ χείρονος, ἀλλὰ δεῖται χρόνων καὶ μέτρων ἡλικίας καὶ τότε μανθάνει τί μὲν ἀγαθὸν τί δὲ πονηρόν· ὁ δὲ Ἐμμανουὴλ εὐθὺς ἀπὸ σπαργάνων ἀπώσατο τὴν τοῦ χείρονος αἵρεσιν. Οὕτω τὸ σημεῖον δεδωκὼς προλέγει τὴν σωτηρίαν· Καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων. Διὰ τοῦτόν φησι τὸν Ἐμμανουὴλ τεύξῃ τῆς σωτηρίας, ἐπειδὴ τέως ἐν τῷ σῷ γένει ἡ ἀνθρωπεία τούτου πεφύλακται φύσις. Ἐπειδὴ δὲ μικρὸν ὕστερον ἔμελλον ἄλλοι ἐπιέναι πολέμιοι, προλέγει κἀκεῖνα διδάσκων ὡς οὐδὲν ἀγνοεῖ τῶν ὅλων ὁ ποιητὴς ἀλλ' αὐτὸς ἅπαντα πρυτανεύει καὶ πρὸς τὸ συμφέρον ἰθύνει. Διά τοι τοῦτο ἐπήγαγεν· 17 Ἀλλ' ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας αἳ οὔπω ἥκασιν ἀφ' ἧς ἡμέρας ἀφεῖλεν Ἐφραὶμ ἀπὸ Ἰούδα, τὸν βασιλέα τῶν Ἀσσυρίων. Τὸ δέ· ἀφ' ἧς ἡμέρας ἀφεῖλεν Ἐφραὶμ ἀπὸ Ἰούδα, οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν· «ἀπὸ τῆς ἡμέρας ἧς ἀπέστη Ἐφραὶμ ἀπὸ Ἰούδα». Οὕτω δὲ καὶ ὁ Ἀκύλας. Δηλοῖ δὲ ὁ λόγος ὅτι, ἀφ' ἧς ἡμέρας ἀπέστησαν αἱ δέκα φυλαὶ τῆς τοῦ Ἰούδα φυλῆς καὶ τῆς Δαυιτικῆς βασιλείας, τοιαύτη κακοπραγία καὶ δυσημερία οὐ κατέλαβε τὴν τοῦ Ἰούδα φυλήν, οἵαν αὐτὸν ἀπειλεῖ καταλήψεσθαι. Τίς δὲ αὕτη; ὁ βασιλεὺς τῶν Ἀσσυρίων. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ τοιαύτας φησὶν ἡμέρας ἐπάξει ἐπὶ σὲ ὁ θεός, οἵας ἡμέρας οὐκ εἶδες ἀφ' ἧς ἡμέρας ἀφεῖλεν ἑαυτὸν ἀπὸ σοῦ ὁ Ἐφραίμ. Τίνες δὲ αὗται; τῶν Ἀσσυρίων ὁ βασιλεὺς ἐν ταύταις ἐπάγων σοι τὰ κακά. Οὐδὲ γὰρ τὸν βασιλέα τῶν Ἀσσυρίων Ἐφραὶμ ἀφεῖλεν, ἀλλ' ὁ θεὸς ἐπάξει τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τοιαῦτα διὰ τούτου κακά, οἷα οὐκ εἶδεν ὁ Ἰούδας μετὰ τὸν τοῦ Ἐφραὶμ χωρισμόν. 18 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ κύριος μυίαις αἳ κυριεύσουσι μέρ(ους) ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων. Ἀντὶ δὲ τοῦ αἳ κυριεύσουσιν «ὅ (ἐστιν) ἐν μέρει ποταμοῦ Αἰγύπτου» ὁ Θεοδοτίων εἴρηκεν· οὕτω δὲ καὶ ὁ Σύμμαχος. Μυίας δὲ τοὺς Αἰγυ(πτίους) καλεῖ ὡς ἐλάττονα βλάψαντας, μελίττας δὲ τοὺς Ἀσσυρίους· σφοδρότερον γὰρ τῆς μελίττης τὸ (κέντρον). Μέμνηται δὲ καὶ τῶν Αἰγυπτίων καὶ τῶν Ἀσσυρίων ἡ τῶν Βασιλειῶν ἱστορία. Φαρ(αὼ γὰρ) Νεχαὼ τῶν Αἰγυπτίων ὁ βασιλεὺς καὶ τὸν Ἰωσίαν ἀνεῖλε καὶ τὸν Ἰωάχαζ τὸν τούτου (παῖδα) τῆς βασιλείας γυμνώσας αἰχμάλωτον ἔλαβε καὶ φόρον τελεῖν κατηνάγκασε τὸν Ἰούδαν· Ἀσσύριοι δὲ πρῶτον μὲν μετὰ τοῦ Σεναχηρὶμ τὰς ἄλλας τῆς Ἰουδαίας ἐξεπόρθησαν πόλεις, μετὰ δὲ ταῦτα (σὺν τῷ) Ναβουχοδονόσορ καὶ αὐτὴν ἐπολιόρκησαν τὴν Ἱερουσαλὴμ καὶ τὸν θεῖον νεὼν ἐνέπρης(αν καὶ) τοὺς διαφυγόντας τὸν θάνατον δορυαλώτους ἀνήγαγον. Τοῦτο τὸ πλῆθος διδάσκων [ἐπήγαγεν]· 19 Καὶ ἐλεύσονται καὶ ἀναπαύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρ(ώγλαις τῶν) πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. (Διὰ τούτων) (ἁπάντων) τὸ πλῆθος τῶν πολεμίων ᾐνίξατο. Προαγορεύει δὲ μετὰ ταῦτ(α τὴν παντελῆ τῶν) |109 b| Ἀσσυρίων κατάλυσιν. Φησὶ γάρ· 20 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ (ξυρής)ει κύριος ἐν τῷ ξυρῷ τῷ με(με)θυσμένῳ πέρα<ν> τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν, ἔτι καὶ τὸν πώγωνα ἀφελεῖ. Ξυρὸν καλεῖ μεμεθυσμένον τὸν τῶν Μήδων καὶ Περσῶν βασιλέα. Οὗτος γὰρ τῆς δίκης γενόμενος ὄργανον τὴν βασιλείαν τῶν Βαβυλωνίων κατέλυσεν· ταύτην γὰρ καλεῖ κεφαλήν. Καὶ τοὺς πόδας ἐγύμνωσε τῶν τριχῶν, τῶν ὑπ' αὐτοῦ στρατευομένων ἀφελὼν τὴν ἀνδρείαν. Ἀφελεῖ δὲ καὶ τοῦ πώγωνος τὴν εὐπρέπειαν —ἀντὶ τοῦ· γυναῖκας ἀντὶ ἀνδρῶν δείξει τοὺς πολεμίους. 21 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· 22καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα φάγεται βούτυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Μετὰ τὴν ἀπὸ τῆς Ἰουδαίας τοῦ Ναβουχοδονόσορ ἐπάνοδον συνηθροίσθησαν ὅσοι διαπεφεύγασι καὶ πενίᾳ πλείστῃ συμβιοτεύσαντες ἐν τῇ Ἰουδαίᾳ διέτριβον ἀπὸ θρεμμάτων ὀλίγων τὴν ἀναγκαίαν ποριζόμενοι χρείαν. Τῆς δὲ γῆς μηκέτι γεωργουμένης διὰ τὴν τῶν ἀνδρῶν ἐρημίαν εὐπόρει πόας ἀφθόνου τὰ θρέμματα, ἡ δὲ πλείων τροφὴ πηγάζειν ἐποίει τὸ γάλα· οὗ δὴ χάριν καὶ τὰ ὀλίγα πρόβατα τὴν χρείαν ἐπλήρου. Ἐρημίαν τοίνυν ὁ προφητικὸς προεθέσπισε λόγος. Καὶ δῆλον ἐκ τῶν ἐπαγομένων· πάλιν γὰρ προδηλοῖ τὴν ἀκαρπίαν τῆς γῆς· 23 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. Καὶ αὐτὴ γὰρ ἡ εὔγεως καὶ πολλῆς ἠξιωμένη φιλοπονίας ἐρημίαν δέξεται παντελῆ. 24 Μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ. Ποιεῖ δὲ τὴν ἐρημίαν τῶν πολεμίων ἡ προσβολή. 25 Καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριωθήσεται· οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος, ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός. Τὰ αὐτὰ διαφόρως λέγει ὅτι καὶ τὰ ἄγαν ἠροτριωμένα καὶ πολλῆς ἐπιμελείας ἀξιούμενα ὄρη, ἔνθα πάλαι φόβος οὐκ ἦν, καὶ αὐτὰ διὰ τὴν πολλὴν ἐρημίαν νομὴ βουκολίων καὶ ποιμνίων γενήσεται. Εἰ δὲ καὶ τροπικῶς ἐθέλοι τις τὸ χωρίον νοῆσαι, εὑρήσει καὶ οὕτω τῆς προφητείας τὸ ἀληθές· ὄρος γὰρ (ἦν) ἀροτριούμενον ὁ Ἰουδαίων λαὸς ὑπὸ νόμου καὶ προφητῶν γεωργούμενος, ἀδεῶς πολιτευ(όμεν)ος, ἡνίκα τῆς θείας συμμαχίας ἀπέλαυεν. Ἀλλὰ τοῦτο τὸ ὄρος ἐστέρηται τῶν (γε)ωργούντων διὰ τὴν ἀκαρπίαν καὶ νομὴ τῶν ἀλόγων ἐγένετο λογισμῶν. Οὕτω ταῦτα [τοῖς] Ἰουδαίοις προαγορεύσας ἀναλαμβάνει πάλιν τὸν περὶ τοῦ Ἐμμανουὴλ λόγον· 81 Καὶ εἶπε κύριος πρός με· Λάβε σεαυτῷ τόμον καινὸν μέγαν καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου· (τοῦ ὀξ)έως προνομὴν ποιῆσαι σκύλων· πάρεστι γάρ. 2Καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Οὐρίου τοῦ ἱερέως ἡ τετάρτη μέμνηται τῶν Βασιλειῶν, Ζαχαρίου δὲ τοῦ προφήτου ἡ δευτέρα τῶν Παραλειπομένων. Συνήκμασαν δὲ ἀλλήλοις (κατὰ) τοὺς χρόνους Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἄχαζ γενόμενοι. Διὰ μέντοι τούτων ἑκάτερον τάγμα (εἰς μαρ)τυρίαν τοῦ παραδόξου τόκου καλεῖ. Καὶ ἐπειδὴ προηγόρευσεν ἤδη τῆς παρθένου τὴν (γέννησιν), ὑπὲρ φύσιν δὲ ἦν τὸ εἰρημένον, διδάσκει τῆς συλλήψεως τὸν τρόπον. Καὶ καθά(περ τὴν ἁγίαν) παρθένον τὸ τῶν εὐαγγελίων δεξαμένην παράδοξον καὶ πυθομένην· «Πῶς ἔσται μοι (τοῦτο, ἐπεὶ ἄν)δρα οὐ γινώσκω», ὁ ἅγιος ἐδίδαξε Γ(αβ)ριὴλ τὸν τῆς συλλήψεως (τρόπον εἰρηκώς)· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, |110 a| (διὸ) καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ», οὕτως ἐνταῦθα τοὺς τῇ προρρήσει διαπιστοῦντας ὁ προφητικὸς πιστεύειν διδάσκει λόγος τὸν θεῖον τρόπον ἐπιδεικνὺς καὶ τὸ πανάγιον εἰσάγων πνεῦμα διαρρήδην λέγον· 3 Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. Εἶτα καὶ θεῖναι προσηγορίαν ὁ προφήτης τῷ τεχθέντι κελεύεται· Εἶπε γάρ μοί φησι κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως—σκύλευσον—ὀξέως—προνόμευσον. Καὶ γίνεται αὐτῷ ὄνομα τὸ πρᾶγμα· αὐτοῦ γάρ ἐστι τοῦ κυρίου φωνή· «Ἐὰν μή τις εἰσέλθῃ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ δήσῃ τὸν ἰσχυρόν, πῶς τὰ σκεύη αὐτοῦ διαρπάσει;» Καὶ εὐθὺς δὲ τεχθεὶς τὰ πρῶτα σκεύη τοῦ διαβόλου, τοὺς μάγους, εἰς προσκύνησιν εἵλκυσεν. Καὶ μέντοι καὶ πρὸ τοῦ τόκου κατὰ τὸν τῆσδε τῆς προφητείας καιρὸν καὶ τῆς Δαμασκοῦ καὶ τῆς Συρίας διὰ τοῦ Ἀσσυρίου κατέλυσε τὴν ἰσχύν. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων δηλοῖ· 4 Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Καθάπερ γὰρ ὁ Λευὶ πρὶν εἰς τόνδε παραχθῆναι τὸν βίον πρὸ ἑ(ξή)κοντα καὶ ἑκατὸν ἐτῶν διὰ τοῦ Ἀβραὰμ ἀποδεκατωθῆναι λέγεται ἐν τῇ ὀσφύι τοῦ πατριάρχου κρυπτόμενος, οὕτω καὶ πρὸ τῆς κατὰ σάρκα γεννήσεως ὁ Ἐμμανουὴλ διὰ τοῦ Ἀσσυρίου καὶ τὴν Δαμασκὸν καὶ τὴν Σαμάρειαν δίκ(ας) ὑπὲρ τῶν κατὰ τὴν Ἱερουσαλὴμ γεγενημένων εἰσέπραξεν. Ταύτῃ κελεύσας ὁ δεσπότης ἐπὶ τῶν πιστοτάτων μαρτύρων τὸν προφήτην συγγράψαι ἐν τῷ καινῷ τόμῳ—ἔδει γὰρ ἐν τόμῳ καινῷ τὰ περὶ τοῦ καινοῦ καὶ παραδόξου τόκου γραφῆναι—, ἀπειλεῖ λοιπὸν τοῖς τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν οἰκοῦσιν ὡς τῆς Δαυιτικῆς βασιλείας καταφρονοῦσι καὶ ταύτης προτιμῶσι τῆς Δαμασκοῦ καὶ τῆς Σαμαρείας τὸν βασιλέα καὶ προλέγει τοῦ βασιλέως Ἀσσυρίων τὴν ἔφοδον, λέγει δὲ οὕτω· 5 Καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι· 6Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασὶν καὶ τὸν υἱὸν τοῦ Ῥομελίου βασιλέα ἐφ' ὑμῶν, 7διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ πᾶσαν τὴν δόξαν αὐτοῦ. Ὕδωρ τοῦ Σιλωὰμ οὐ τὸν Ἄχαζ καλεῖ τὸν παράνομον ἀλλὰ τὸν ἐν (αὐτῷ) κρυπτόμενον βασιλέα τὸν Ἐμμανουὴλ προσαγορευθέντα, τὸν δεξάμενον προσηγορίαν Ταχέως—σκύλευσον— ὀξέως—προνόμευσον, περὶ οὗ εἴρηται· «Οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἐν ταῖς πλατείαις ἡ φωνὴ αὐτοῦ.» Οὕτω γὰρ καὶ ἐνταῦθα καλεῖται τὸ ὕδωρ τὸ πορευόμενον ἡσυχῇ. Ἐπειδὴ τοίνυν καὶ μετὰ τὴν πρόρρησιν ταύτην προετίμων τὴν τῆς Σαμαρείας καὶ Δαμασκοῦ βασιλείαν, μάλα δικαίως αὐτοῖς τὸν βαρύτατον ἀπειλεῖ βασιλέα καὶ ποταμῷ ἀπεικάζει μεγίστῳ πλημμυροῦντι. Καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν 8καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. Τ(αῦτα) καὶ ἡ τετάρτη τῶν Βασιλειῶν διδάσκει καὶ ἡ δευτέρα τῶν Παραλειπομένων καὶ ὁ προ(φήτης) Ἱερεμίας· πάντας γὰρ τοὺς δυνατοὺς ἀπαγαγὼν ὀλίγους τῶν πενήτων τ(ῆς γῆς) κατέλιπε γεωργούς. Μεθ' ἡμῶν ὁ θεός· 9Γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακο(ύσατε ἕως) ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε. Τὸ μεθ' ἡμῶν ὁ θεὸς «Ἐμμανουὴλ» παρὰ τῷ (Ἑβραίῳ) κεῖται. Ἐπειδὴ τοίνυν τὴν τούτου σύλληψιν καὶ τὸν τόκον προεθέσπι(σεν) ὁ προφή(της), (εἰκότως) |110 b| ἐπ' αὐτῷ μέγα φρονεῖ καὶ γαυριᾷ κατὰ τῶν πο(λεμίω)ν καὶ λέγει τοῖς ἤδη νενι(κη)κόσιν Ἰσραηλίταις καὶ Σύροις· Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. 10Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε διασκεδάσει κύριος, καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ θεός. Ταῦτα μὲν οὖν κατὰ τὴν πρόχειρον ἔννοιαν καὶ κατὰ τὴν τῶν προηρμηνευμένων ἀκολουθίαν νοητέον. Ἐπειδὴ δὲ τοὺς τὰς ἐσχατιὰς κατοικοῦντας ὁ προφήτης ἐκάλεσε καὶ αὐτοῖς προλέγει τὴν ἧτταν, ἀληθέστερον ἄν τις ταῦτα τοῖς ἱεροῖς ἀποστόλοις προσαρμόσειε τὰ ῥήματα. Ἐκεῖνοι γὰρ τὴν οἰκουμένην περινοστοῦντες ἐβόων τό· Μεθ' ἡμῶν ὁ θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε, καταδέξασθε τὴν σωτήριον ἧτταν, ὑποτάγητε τῷ κυρίῳ καὶ ἱκετεύσατε αὐτόν, φύγετε τῶν δαιμόνων τὴν δεσποτείαν καὶ τὴν ἀγαθὴν τοῦ κυρίου δουλείαν ἀσπάσασθε· κἂν γὰρ νῦν ἀντείπητε καὶ τὸν καθ' ἡμῶν τυρεύσητε θάνατον, ἀλλὰ μικρὸν ὕστερον ἡττηθήσεσθε, καὶ τὰς πονηρὰς ὑμῶν βουλὰς διασκεδάσει τῶν ὅλων ὁ κύριος· μεθ' ἡμῶν γὰρ οὗτός ἐστιν. Σαφέστερον δὲ οἱ Τρεῖς ἡρμήνευσαν τὸ χωρίον· «Συναθροίσθητε λαοὶ καὶ ἡττᾶσθε, καὶ ἐνωτίσασθε πάντα τὰ πόρρωθεν τῆς γῆς, περιζώννυσθε καὶ ἡττάσθε καὶ πάλιν ζώννυσθε καὶ ἡττᾶσθε· βουλεύσεσθε βουλὴν καὶ διασκεδασθήσεται, λαλήσετε λόγον καὶ οὐ στήσεται· μεθ' ἡμῶν γὰρ ὁ θεός.» Ταῦτα πᾶσι τοῖς τὴν οἰκουμένην οἰκοῦσιν ὁ προφητικὸς λόγος παρεγγυᾷ ὅτι, κἂν μυριάκις περιζώσωνται καὶ παρατάξωνται κατὰ τῶν ἱερῶν ἀποστόλων, ὕστερον ἡττηθήσονται· ὁ γὰρ Ἐμμανουὴλ ἔχει κατὰ πάντων τὸ κράτος. 11 Οὕτως λέγει κύριος· Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι καὶ τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες· 12Μὴ εἴπητε σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος σκληρόν ἐστιν. Ὁρῶσί φησι τῆς τοῦ θεοῦ δεξιᾶς τὴν ἰσχὺν καὶ τὰ ὑπὸ ταύτης γιγνόμενα θαύματα καὶ ἀντιλέγουσι τὰ αὐτὰ Ἰουδαίοις τολμῶντες καὶ τὴν ἐκείνων πορείαν μιμούμενοι· καὶ γὰρ Ἰουδαῖοι τοῖς ἱεροῖς παρηγγύων ἀποστόλοις τὸν δεσπότην μὴ κηρύττειν Χριστόν. «Οὐ παραγγελίᾳ» γὰρ ἔλεγον «παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ; καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν.» Τοῦτον ἐνταῦθα καλεῖ σκληρὸν ὡς τῇ πονηρᾷ τῶν Ἰουδαίων οὐκ ἀρέσκοντα γνώμῃ. Ἀλλ' ὅμως παρεγγυᾷ διὰ τοῦ προφήτου τὸ πανάγιον πνεῦμα μὴ φοβεῖσθαι τούτων τὰς ἀπειλάς. Τοῦτο γὰρ ἐπήγαγεν· Τὸν δὲ φόβον αὐτοῦ, (τουτέ)στι τοῦ λαοῦ τούτου, οὐ μὴ φοβηθῆτε οὐδ' οὐ μὴ ταραχθῆτε ἀπ' αὐτῶν. Οὕτω καὶ τῷ θείῳ (Παύ)λῳ καθειρχθέντι ἔφη ὁ δεσπότης Χριστός· «Μὴ φοβοῦ Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱ(ερου)σαλήμ, οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.» Καὶ τὴν μεγάλην δὲ ξυνωρίδα τῶν ἀποστόλων, Πέτρον καὶ Ἰωάννην, τῶν δεσμῶν ἀπαλλάξας παρηγγύησεν ἀδεῶς ἐν τῷ ἱερῷ προσενεγκεῖν (τῷ λαῷ) τὰ ῥήματα τῆς ζωῆς. Οὕτω κἀνταῦθα τὸν ἀνθρώπινον ἐξώρι(σε φόβ)ον, ἐκέλευσε (δὲ) τὸν τῶν ὅλων φοβεῖσθαι θεόν. 13 Κύριον γάρ φησιν αὐτὸν ἁγιάσατε· καὶ αὐτὸς ἔσται σου φόβος. Εἶτα (δείκνυσι) τοῦδε τοῦ φόβου τὸ κέρδος· Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, 14ἔσται σοι εἰς ἁγίασμα· (καὶ οὐδ') ὡς λίθου προσκόμματι συναντήσεσθε οὐδ' ὡς πέτρας πτώματι. Ἀντὶ τοῦ· (αὐτὸς ὑμ)ᾶς ἁγιάσει, αὐτὸς ὑμᾶς ποδηγήσει, κατευθυνεῖ, τὴν ὁδὸν λείαν ἐργάσεται, οὐ(κ ἐάσει) προσπταῖσαι. Τούτου τοῦ λίθου ὁ μακάριος ἐμνημόνευσε Παῦλος. Τὴν αἰτίαν γὰρ τῆς (Ἰουδαίων ἀ)πιστίας διδάσκων τήνδε τὴν μαρτυρίαν παρατέθεικεν· «Προσέκοψαν γὰρ (τῷ λίθῳ τοῦ) προσκόμματος.» Καὶ ἐπειδὴ (τὸ) αὐτὸ πνεῦμα διά τε προφητικῆς |111 a| δι(ά τε) ἀποστολικῆς ἐφθέγξατο γλώττης, εἰκότως ἐπήγαγεν· Οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλώματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ. Οἴκους ἐκάλεσε καὶ οὐκ οἶκον διὰ τὴν τῆς βασιλείας διαίρεσιν καὶ σημαίνει κατὰ ταὐτὸν τόν τε τοῦ Ἐφραὶμ οἶκον καὶ τὸν τοῦ Ἰούδα· καὶ οὗτοι δὲ κἀκεῖνοι εἶχον πρόγονον τὸν Ἰακώβ. Διδάσκει δὲ ἡ προφητεία, ὡς οἱ μὲν τῷ κυρίῳ πιστεύσαντες αὐτὸν ἔχουσι ποδηγὸν καὶ τὰς κατὰ τὴν ὁδὸν ἐξευμαρίζοντα δυσκολίας, οἱ δὲ ἀπιστήσαντες τῶ<ν> οἴκω<ν> Ἰακὼβ ὡς ἐν παγίδι τινὶ καὶ ἐν κοιλώματι ἢ «σκώλῳ» κατὰ τὸν Ἀκύλαν ἢ «σκανδάλῳ» κατὰ τοὺς Ἄλλους κάθηνται ἐν Ἱερουσαλήμ, ἐν ᾗ παντελῶς αὐτοὺς ὁ Ῥωμαϊκὸς πόλεμος καταλύσει καὶ ὡς ἐν παγίδι θηρεύσει. 15 Διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται καὶ ἐγγιοῦσι καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ. Τὸ ἀδυνατήσουσιν ὁ μὲν Σύμμαχος «προσκόψουσιν» εἴρηκεν, ὁ δὲ Ἀκύλας «σκανδαλωθήσονται». Προσπταίσαντες γὰρ τῷ τοῦ κυρίου σταυρῷ καὶ ἔπεσον καὶ συνετρίβησαν καὶ ἑάλωσαν ὑπὸ τῶν πολεμίων ὡς ἐν πανάγρῳ τινὶ συλληφθέντες τῇ πόλει. Ἀσφάλειαν γὰρ τοὺς περιβόλους ἐκάλεσεν ὡς φρουρήσαντας αὐτοὺς καὶ παραδεδωκότας τοῖς πολεμίοις. 16 Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. Τοὺς τῇ χάριτι προσεληλυθότας διὰ τούτων δεδήλωκεν οἷόν τινας σφραγῖδας ἐπιτιθέντας τῷ νόμῳ καὶ πολιτεύεσθαι κατὰ τοῦτον οὐ βουλομένους. Σαφέστερον δὲ οἱ Τρεῖς ἡρμηνεύκασι· «Δῆσον τὸ μαρτύριον, σφράγισον νόμον ἐν διδακτοῖς μου.» Περιττὸς γὰρ οὗτος τοῖς ἐμοῖς διδακτοῖς. Περὶ τούτων τῶν διδακτῶν καὶ ἕτερος ἔφη προφήτης· «Ἔσονται πάντες διδακτοὶ θεοῦ.» 17 Καὶ ἐρεῖ<ς>, τουτέστιν ὁ πεπιστευκώς· Μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. Ὁρῶν γὰρ τοὺς ἀπιστήσαντας τοῦ οἴκου Ἰακὼβ ἐρήμους τῆς ἐμῆς κηδεμονίας γεγενημένους, βεβαιότερόν μοι πιστεύσεις καὶ τὰς ἐμὰς ἀναμενεῖς ὑποσχέσεις. 18 Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Ταύτην ἐπὶ τοῦ κυρίου τὴν μαρτυρίαν τέθεικεν ὁ μακάριος Παῦλος. Εἰρηκὼς γὰρ τὸ «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε» ἐπήγαγεν· «Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός», εἶτα τοῖς ῥητοῖς τὴν ἑρμηνείαν προσήνεγκεν· «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτοὺς μετέσχηκε τῶν αὐτῶν παθημάτων, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.» Καὶ τὰ ἐπιφερόμενα δὲ αὐτοῖς τῆς ἀκολουθίας ἐξήρτηται· Καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ κυρίου Σαβαὼθ ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Ταῦτα δὲ τὰ παιδία τοῖς σημείοις οἱ Ἄλλοι συνῆψαν Ἑρμηνευταί. Οὕτω γὰρ οἱ Τρεῖς συμφώνως ἔφασαν· «(Ἰδοὺ ἐγὼ) καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεὸς εἰς σημεῖα καὶ εἰς τέρατα ἐν Ἰσραὴλ παρὰ κυρίου τῶν δυ(νάμεων) τοῦ κατοικοῦντος ἐν ὄρει Σιών.» Σαφέστερον τοίνυν ἡμῖν τὸν ἀποστολικὸν χορὸν καὶ (ἄκοντες) δεδηλώκασιν οὗτοι· δεδόσθαι γὰρ ἔφασαν τὰ παιδία εἰς σημεῖα καὶ τέρατα ἐν Ἰσραήλ. Μαρτ(υρεῖ) δὲ τῇ προρρήσει ἡ ἔκβασις· διὰ τούτων γὰρ μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν τὰ μυρία (ἐθαυμα)τουργήθη σημεῖα εἰς ὠφέλειαν καὶ τοῦ Ἰσραὴλ καὶ πάσης τῆς οἰκουμένης. 19 Καὶ ἐὰν (εἴ)πως(ι πρὸς) ὑμᾶς· Φωνήσατε τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἀπὸ τῆς γ(ῆς) φωνοῦντας τ(οὺς) κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνής(ουσιν), οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ, ὅτι (ἐκζητοῦσι) |111 b| περὶ τῶν ζώντων τοὺς νεκρούς; Τῆς ἀντιτύπου γνώμης τῶν Ἰουδαίων διὰ τούτων κατηγορεῖ· τῇ γὰρ πλάνῃ παρὰ πάντα τὸν βίον δεδουλευκότες καὶ νεκυίαις κεχρημένοι καὶ τοὺς νεκροὺς περὶ τῶν ζώντων ἐρωτῶντες καὶ τοὺς στερνομάντεις περισκοποῦντες τοῖς ἀληθέσι τῶν ἀποστόλων οὐκ ἐπίστευσαν θαύμασιν. Καίτοι τὸν νόμον ἐπίκουρον σωτηρίας ἐδέξαντο, καὶ δώρων οὗτος δίχα πρὸς τὴν ἀλήθειαν ἐποδήγει· 20 Νόμον γάρ φησιν εἰς βοήθειαν ἔδωκεν, ἵνα μὴ εἴπωσιν ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Ἐπειδὴ δὲ οὔτε τῷ νόμῳ πείθεσθε ποδηγοῦντι οὔτε τοῖς ἀποστόλοις δᾳδουχοῦσι πρὸς τὴν ἀλήθειαν ἀλλὰ μόνην τὴν πλάνην ἀσπάζεσθε, ταῖς πολλαῖς ὑμᾶς περιβαλῶ συμφοραῖς· 21Ἥξει γὰρ ἐφ' ὑμᾶς σκληρὰ λιμός, καὶ ἔσται, ὡς ἐὰν πεινάσητε, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια. Ἔνια δὲ τῶν ἀντιγράφων «πάτ(αχ)ρα» ἔχει. Καὶ αὕτη ἡ διάνοια καὶ τῷ Ἑβραίῳ σύμφωνος καὶ τοῖς Ἄλλοις Ἑρμηνευταῖς· τὸ γὰρ παταχρ(ὴ) Σύρων μέν ἐστιν ὄνομα, σημαίνει δὲ τῇ Ἑλλάδι φωνῇ τὰ εἴδωλα. Ταῦτα δὲ ὁ Ἑβραῖος «βελ(οαῦ)« καλεῖ, διὸ δὴ καὶ οἱ Τρεῖς, Ἀκύλας καὶ Σύμμαχος καὶ Θεοδοτίων, οὕτως ἡρμήνευσαν· «Καὶ καταρᾶται ἐν βασιλεῖ αὐτοῦ καὶ ἐν θ(εοῖς) αὐτοῦ.» Καὶ γὰρ ὁ Ἑβραῖος τὸν ἄρχοντα «βασιλέα» κέκληκεν. Τὴν ὑπερβολὴν δὲ τοῦ λιμοῦ διὰ τούτων ἐσήμανεν· τοσαύτη γάρ φησιν ἔσται ἔνδεια ὡς καὶ τοὺς ἄρχοντας καὶ τοὺς παρ' ὑμῶν σεβομένους καὶ προσκυνουμένους βλασφημηθῆναι θεούς. Καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω 22καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, θλῖψις καὶ στενοχωρία καὶ σκότος ὥστε μὴ βλέπειν· 23καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν τῇ στενοχωρίᾳ ὢν ἕως καιροῦ. Πάντα φησὶ περισκοπήσεις, τὸν οὐρανόν, τὴν γῆν, τοὺς ἄρχοντας, τὰ εἴδωλα, καὶ πάντα σοι ἔσται ἄπορα· καὶ ἡ τῆς θλίψεως ὑπερβολὴ σκότος αὐτοσχέδιον ἐπιπάσει σοι, καὶ τοῦτο οὐδενὶ περιωρισμένον καιρῷ ἀλλ' ἕως θανάτου ταῦτά σοι καθέλξει τὰ ἀλγεινά, τοῦτο γὰρ σημαίνει τό· οὐκ ἀπορηθήσεται ὁ ἐν τῇ στενοχωρίᾳ ὢν ἕως καιροῦ—ἀντὶ τοῦ· οὐ μέτρῳ τινὶ χρόνου ταῦτα περιώρισται, ἀλλ' ἀεὶ ἐν τούτοις ἔσονται. Οὕτω τοῖς ἀπιστοῦσι ταῦτα προαγορεύσας πρὸς τὸν τῶν ἀποστόλων μεταβαίνει χορὸν καί φησιν· Τοῦτο πρῶτον πίε, ταχὺ ποίει χώρα Ζαβουλών, γῆ Νεφθαλὶμ ὁδὸν θαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. 91 Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει εἶδε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς λάμψει ἐφ' ὑμᾶς. Ἡ Γαλιλαία τῶν ἱερῶν ἀποστόλων ἦν πατρίς, καὶ μάρτυρες οἱ ἅγιοι ἄγγελοι οὕτως αὐτοὺς μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν ὀνομάζοντες· «Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν;» Ζαβουλὼν δὲ καὶ Νεφθαλὶμ ἐκείνην (ἔλ)αχον κλῆρον. Ἐν ἐκείνῃ τὰ πλεῖστα τῶν θαυμάτων ὁ δεσπότης εἰργάσατο, ἐ(κεῖ) τὸν λεπρὸν ἐ(κά)θηρεν, ἐκεῖ τῷ ἑκατοντάρχῃ τὸν οἰκέτην ἀπέδωκεν ὑγιᾶ, ἐκεῖ τὸν τῆς Πέτρου πενθερᾶς (κατές)βεσε πυρετόν, ἐκεῖ τὴν Ἰαΐρου θυγατέρα τὸν βίον ὑπεξελθοῦσαν ἐπανήγαγε πρὸς ζωήν, ἐκεῖ (τὰ τῆς θα)λάττης ἐστόρεσε κύματα, ἐκεῖ τοὺς ἄρτους ἐπήγασεν, ἐκεῖ τὸ ὕδωρ εἰς οἶνον (με)τέβαλεν. Τοῦτο δὲ τῶν θαυμάτων ἁπάντων προοίμιον κατὰ τὴν τοῦ Ἰωάννου τοῦ θε(ολόγου διδας)καλίαν· διὸ καὶ ἡ χάρις ἐνταῦθα τοῦ πνεύματος διὰ τοῦ προφήτου βοᾷ τοῖς (ἐκ)είνην οἰκοῦσι τὴν χώραν· Τοῦτο πρῶτον πίε τὸ καινὸν καὶ παράδοξον (πό)μα, πιὼν δὲ μὴ μελλήσῃς ἀλλὰ ταχὺ ποίει, τουτέστι· πίστευσον, ἀκολούθησον, κατὰ τὰς |112 a| θείας ἐντολὰς πολιτεύου. Γαλιλ(αίαν δὲ) τῶν ἐθνῶν καλεῖ ὡς καὶ ἀλλοφύλων ἐθνῶν συγκατοικούντων τοῖς Ἰουδαίοις. Διὰ τοῦτο καὶ ἐν σκότει πορευομένους καὶ σκιᾶς θανάτου χώραν οἰκοῦντας ὀνομάζει τοὺς τῆς χώρας ἐκείνης οἰκήτορας καὶ τοῦ θείου φωτὸς ὑπισχνεῖται τὴν αἴγλην. Οἶμαι δὲ ὅτι καὶ τῶν ἐθνῶν προθεσπίζει τὴν σωτηρίαν· οἱ γὰρ ἐκ τῆς Γαλιλαίας ὁρμώμενοι ἀπόστολοι τὴν τῶν ἐθνῶν ἐνεχειρίσθησαν κλῆσιν· αὐτοῖς γὰρ ὁ κύριος ἔφη· «Μαθητεύσατε πάντα τὰ ἔθνη.» 2 <Τὸ> πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου εὐφρανθήσεται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. Ἐπειδὴ γὰρ οὐχ ἅπαντες τῆς ἀκτῖνος ἐκείνης ἀπέλαυσαν, ἀλλὰ πολλοὶ σφᾶς αὐτοὺς ἑκόντες ἐστέρησαν τοῦ φωτός, οὗτοί φησιν, οὓς εἵλκυσας διὰ τῶν θαυμάτων καὶ εὐφροσύνης ἐνέπλησας, διηνεκῶς ταύτης ἀπολαύσονται τῆς εὐφροσύνης θεριστὰς μιμούμενοι καὶ νικηφόρους στρατιώτας σκῦλα διαιρουμένους. Θερισταὶ δὲ προσηγορεύθησαν καὶ οἱ θεῖοι ἀπόστολοι· «Ὑμᾶς» γάρ φησι «θερίζειν ἀπέστειλα εἰς ὃ ὑμεῖς οὐκ ἐκοπιάσατε», καὶ πάλιν· «Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ», καὶ ἀλλαχοῦ· «Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ βλέπετε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμόν.» Καὶ τοῦ διαβόλου δὲ καταλύσας τὴν τυραννίδα τὰ τούτου σκῦλα τοῖς ἀποστόλοις διένειμεν· «Πορευθέντες» γὰρ ἔφη «μαθητεύσατε πάντα τὰ ἔθνη.» Εὐφραίνονται δέ φησι, 3 διότι ἀφῄρηται ὁ ζυγὸς ὁ ἐπ' αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. Ζυγὸν δὲ καλεῖ τοῦ διαβόλου τὴν δεσποτείαν καὶ ῥάβδον τὴν ἐκείνου δουλείαν. Τούτων δὲ τοὺς εἰς αὐτὸν πεπιστευκότας ἠλευθέρωσεν ὁ δεσπότης ἡμῶν Χριστός. Τὴν γὰρ ῥάβδον τῶν ἀπειθούντων διεσκέδασεν ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Ἀπειθοῦντας καλεῖ οὐ μόνον τοὺς δαίμονας καὶ τὸν ἐκείνων ἄρχοντα ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς ἀντιλέγοντας τῷ κηρύγματι. Τὴν δὲ τούτων δυναστείαν κατέλυσε δι' ὀλίγων τινῶν καὶ τούτων γυμνῶν, καθάπερ πάλαι διὰ τοῦ Γεδεὼν καὶ τῶν τριακοσίων λαμπαδηφόρων τὰς πολλὰς τοῦ Μαδιὰμ κατηκόντισε χιλιάδας. Ὥσπερ γὰρ ἐκείνους ὅπλων δίχα κατέλυσεν, οὕτω τὴν οἰκουμένην ἅπασαν διὰ δυοκαίδεκα κηρύκων μετέβαλε καὶ τούτων οὐχ ὡπλισμένων ἀλλ' ἕνα χιτῶνα ἐνδεδυμένων, ἀνυποδήτων, οὐδὲ ῥάβδον φέρειν κεκελευσμένων. 4 Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν. Οὗτοι δὲ αὐτοὶ οἱ ἀόρατοι δυσμενεῖς οἱ τὸν ἄνθρωπον δι' ἀπάτης γυμνώσαντες τῆς προτέρας δόξης καὶ τῆς θείας εἰ(κόνος) τὴν στολὴν ἀποδύσαντες αὐτοὶ μὲν δώσουσιν ὧν ἐτόλμησαν δί(κας), ἣν δὲ ἔλαβον στολὴν μετὰ καταλλαγῆς ἀποτίσουσιν. Θνητὸν γὰρ τῷ θανάτῳ παραδεδωκότες (τοῦ κυρί)ου τὸ σῶμα ἀθάνατον ἀποδώσουσιν· καὶ ὁ δόλος, ᾧ κατὰ (τῶν) ἀνθρώπων ἐχρήσαντο, κατὰ τῆς αὐτῶν τραπήσεται κεφαλῆς. Καὶ θελήσουσιν (εἰ ἐγε)νήθησαν πυρίκαυστοι, 5ὅτι παιδίον ἐγεννήθη ἡμῖν καὶ υἱὸς ἐδόθη ἡμῖν. Μεμήνασί φησι καὶ λυττῶσι καὶ τῷ φθόνῳ πυρπολοῦνται τὰς ἡμετέρας θεώμενοι δ(ωρεάς, τὸ) παιδίον τὸ δι' ἡμᾶς γεννηθέν, τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν τὴν ἀνθρω(πείαν περι)κείμενον φύσιν καὶ τὴν ἡμετέραν πραγματευόμενον σωτηρίαν. Οὗ ἡ ἀρχὴ (ἐγενήθη ἐπὶ) τοῦ ὤμου αὐτοῦ. Ἀθλήσας γὰρ καὶ παλαίσας κατέλυσε τὸν ἀντίπαλον. Ὁ δὲ Σύμμαχος καὶ (Θε)οδοτίων οὕτω τοῦτο ἡρμήνευσαν· «Καὶ ἔσται ἡ παιδεία ἐπὶ τοῦ ὤμου αὐτοῦ.» «(Παιδεία)« |112 b| γὰρ «εἰρήνης ἡμῶν ἐπ' αὐτόν», κατὰ τὴν αὐτοῦ τοῦ πρ(οφήτου) φωνήν, «καὶ αὐτὸς τὰς ἀνομίας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασε, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.» Καὶ αὐτός ἐστιν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ αὐτὸς «ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα». Εἰκότως τοίνυν ἔφασαν· «Ἔσται ἡ παιδεία ἐπὶ τοῦ ὤμου αὐτοῦ» ἢ κατὰ τὸν Ἀκύλαν· «Ἐγένετο τὸ μέτρον ἐπὶ τοῦ ὤμου αὐτοῦ.» Τῇ γὰρ τοῦ Ἀδὰμ ἀντέταξεν ἁμαρτίᾳ τὴν οἰκείαν δικαιοσύνην. Εἰ δὲ ὑπὸ κατάραν ἐτελοῦμεν ἡμεῖς, κατάρᾳ δὲ καὶ ὁ σταυρὸς ὑπεβέβλητο, τοῦτον δὲ ὁ δεσπότης ἐβάσταξε, ἄρα τὰς ἁμαρτίας ἡμῶν ἐβάσταξε καὶ οὕτως τὸ τέλος ἡ προφητεία ἐδέξατο. Ἐγενήθη γὰρ «ἡ παιδεία» κατὰ τὸν Θεοδοτίωνα καὶ τὸν Σύμμαχον «ἐπὶ τοῦ ὤμου αὐτοῦ». Διδάσκει δὲ ἡμᾶς καὶ τὰς θεοπρεπεῖς αὐτοῦ προσηγορίας ὁ προφητικὸς λόγος· Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Τῆς—μεγάλης—βουλῆς—ἄγγελος. Τὴν πατρικὴν γὰρ ἡμῖν ἀνήγγειλε βουλὴν κατὰ τὴν αὐτοῦ φωνήν· «Πάντα ὅσα ἤκουσα παρὰ τοῦ πατρός μου δεδήλωκα ὑμῖν.» Θαῦμα σύμβουλος, σὺ θαυμαστός. Οὕτω γὰρ κείμενον ἐν ἐνίοις εὕρομεν ἀντιγράφοις. Οὕτω δὲ καὶ τῷ Ἰακὼβ διαλεγόμενος ἑαυτὸν ὠνόμασεν· «Τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστι θαυμαστόν.» Σύμβουλος δὲ καλεῖται ὡς τῆς πατρικῆς βουλῆς κοινωνός, ὡς πάντα εἰδὼς ὅσα ὁ πατήρ. Εἶτα τῶν ὀνομάτων τὸ μεῖζον· Θεὸς ἰσχυρός. Τοῦτο δὲ κακουργήσαντες οἱ περὶ τὸν Ἀκύλαν «ἰσχυρὸς δυνατὸς» ἡρμήνευσαν· κεῖται δὲ παρὰ τῷ Ἑβραίῳ «ἠλγιβώρ», τὸ δὲ ἢλ «θεὸς» καὶ κατὰ τὴν τούτων ἑρμηνείαν· τὸ γὰρ «μεθ' ἡμῶν ὁ θεὸς» Ἐμμανουὴλ κείμενον οὕτως ἡρμήνευσαν. Ἐξουσιαστής. Ἀντὶ τοῦ· οὐχ ὑπ' ἐξουσίαν ἄλλου τελῶν ἀλλ' αὐτὸς πάντων δεσπόζων. Τοῦτο καὶ τὴν Ἀρείου βδελυρίαν ἐλέγχει· δείκνυσι γὰρ αὐτὸν ὁμότιμον ἀλλ' οὐχ ὑπουργὸν τοῦ πατρός. Ἄρχων εἰρήνης. «Αὐτὸς γάρ ἐστι» κατὰ τὸν ἀπόστολον «ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.» Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὥσπερ γὰρ ὁ Ἀδὰμ τοῦ παρόντος αἰῶνος πατὴρ ὀνομάζεται, οὕτως αὐτὸς τοῦ μέλλοντος. «Εἴ τις» γὰρ «ἐν Χριστῷ» φησι, «καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα.» Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγείαν αὐτῷ. 6Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, τοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Τῷ Δαυὶδ ὑπέσχετο ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ θήσειν ἐπὶ τοῦ θρόνου αὐτοῦ, τούτῳ δὲ ἐπαγγέλλεται βασιλείαν αἰώνιον· «Ὁ γὰρ θρόνος αὐτοῦ» φησιν «ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.» Ταύτης τῆς ὑποσχέσεως ἐπὶ τοῦ παρόντος ἐμνημόνευσεν ὑποδείξας ἡμῖν τὸ παιδίον ἐκ τοῦ Δαυὶδ κατὰ σάρκα γεγενημένον. Οὕτω καὶ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ λέγει Ψαλμῷ· «Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» Καὶ ἐνταῦθα μὲν λέγει· Ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν (αἰῶνα), ἐκεῖ δὲ πάλιν· «Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης (γενεὰ)ς γενεῶν.» Λέγει (δὲ αὐτ)οῦ καὶ τὴν ἀρχὴν μεγίστην καὶ ἀπεριόριστον αὐτοῦ τὴν εἰρήνην. Οὕτω δὲ καὶ ἐν τῷ Ψαλμῷ· «(Ἀν)ατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.» [Εἶτα] ἐπήγαγεν· Ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Ζηλώσας γὰρ καὶ τὴν τῶν δαιμόνων δυν(αστείαν μις)ήσας καὶ τῶν ἀνθρώπων οἰκτείρας τὸ γένος τήνδε τὴν οἰκονομίαν ἐπραγμα(τεύσατο)· «Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, (ἵνα) πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Ἀκήρατον τοί[νυν ἣν] παρελάβομεν διαφυλάξωμεν πίστιν, ἵνα τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν χάριτι |113 a| τοῦ σεσωκότος ἡμᾶς Χριστοῦ, με[θ' οὗ τ]ῷ πατρὶ ἡ δόξα πρέπει σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.