# Commentaria in Isaiam 4.1

Theodoretus, Commentaria in Isaiam, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/commentaria-in-isaiam/4.1

ΤΟΜΟΣ Δʹ 7 Θάνατον ἀπέστειλε κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. Διηγούμενος ἤδη τὴν κατὰ τῆς Ἱερουσαλὴμ τῶν δέκα φυλῶν ἐπανάστασιν καὶ τὴν κατὰ τοῦτο συμφωνίαν τούτων τε καὶ τοῦ τῆς Δαμασκοῦ βασιλέως καὶ δείξας τοῦ Δαυιτικοῦ γένους τὸ ἄμαχον διὰ τὸ ἐν αὐτῷ κρυπτόμενον σπέρμα καὶ προαγορεύσας τούτου τὸν τόκον καὶ μέντοι καὶ τὸν τοῦ τόκου τρόπον, ἀναλαμβάνει πάλιν τὸν κατὰ τοῦ Ἰσραὴλ λόγον. Τὸν δὲ αὐτὸν καὶ Ἰακὼβ καὶ Ἰσραὴλ ὀνομάζει· καὶ γὰρ ὁ πατριάρχης Ἰακὼβ τὰς δύο ταύτας εἶχε προσηγορίας, τὴν μὲν ὑπὸ τῶν πατέρων τὴν δὲ ὑπ' αὐτοῦ τεθεῖσαν τοῦ τῶν ὅλων θεοῦ· ἀλλὰ τὸ μὲν Ἰακὼβ φυσικώτερον ἦν ὄνομα, τὸ δὲ Ἰσραὴλ ἐπίθετον ἦν τῆς κατὰ ψυχὴν ἀρετῆς. Δηλοῖ τοίνυν ἐνταῦθα ὡς τοῖς δυσσεβεστέροις καὶ οἱ ἐπιεικέστεροι τῆς τιμωρίας κεκοινωνήκ(ασιν). Εἰδέναι μέντοι χρὴ ὡς οἱ Ἄλλοι Ἑρμηνευταὶ «λόγον» εἶπον, οὐ «θάνατον», ἀπεστάλθαι. Ἀλλ' ὅμως οὐκ ἔχει διαφωνίαν ἡ ἑρμηνεία· τὴν γὰρ τῆς τιμωρίας ψῆφον ὠνό(μασαν λόγ)ον. 8 Καὶ γνώσεται πᾶς ὁ λαὸς τοῦ Ἐφραὶμ καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· 9Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε καὶ λαξεύσωμεν λίθους καὶ κόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργους. Ἐπιτείχισμα κατασκευάσαι κατὰ τῆς Ἱερουσαλὴμ ἐπειράθησαν, σαθρὰν καὶ πλίνθοις πεπτωκυίαις ἴσην τὴν ἐκείνων ὀνομάζοντες βασιλείαν. Τὰς δέ γε συκαμίνους «συκομόρους» ἔφασαν οἱ Λοιποί. Καὶ λίαν εἰκότως· τούτων γὰρ ἡ Παλαιστίνη πεπλήρωται, καὶ ἐκ τῶν ξύλων τῶν τοιούτων ὀροφοῦσι τὰς οἰκίας. 10 Καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σιὼν καὶ ἐπὶ Ἱερουσαλὴμ ἐπ' αὐτόν. Οἰκειοῦται ὁ θεὸς τὰ κατὰ τῆς Ἱερουσαλὴμ γινόμενα καὶ ὄλεθρον ἀπειλεῖ τοῖς δι' ἐκείνης αὐτῷ πολεμεῖν πειρωμένοις. Καὶ τοὺς ἐχθροὺς Ἰούδα διασκεδάσει, 11Συρίαν ἀφ' ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ' ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν λαόν μου ὅλῳ τῷ στόματι. Οἱ Ἄλλοι Ἑρμηνευταὶ οὐ τοὺς Ἕλληνας ἀλλὰ «τοὺς Φυλιστιὶμ» ἡρμήνευσαν· οὗτοι δὲ ἦσαν οἱ γειτονεύοντες Ἀλλόφυλοι. Εἰκὸς δὲ ἦν καί τινας τῶν Ἑλλήνων ἀποίκους μετὰ τῶν Ἀλλοφύλων οἰκεῖν ὡς καὶ Κυπρίους καὶ Καππαδόκας· τοῦτο γὰρ παρὰ τῶν ἄλλων ἐδιδάχθημεν προφητῶν. Λέγει τοίνυν ὡς οὐ μόνον τοῦ Ἰσραὴλ ταῦτα καταψηφίζομαι ἀλλὰ καὶ τοὺς τούτων καταλύ(ω) συμμάχους τούς τε πρὸς ἕω τούς τε πρὸς ἑσπέραν οἰκοῦντας. Ἐπὶ τούτοις πᾶσιν (οὐκ ἀ)πεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή. Μὴ ληγούσης γὰρ τῆς τῶν ἀν(θρώπων) δυσσεβείας οὐδὲ ἡ τιμωρία δέχεται παῦλάν τινα. Τοῦτο δὲ καὶ διὰ τῶν (ἐπιφε)ρομένων δεδήλωκεν. 12 Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως ἐπλήγη, καὶ τὸν κύριον οὐ(κ ἐξε)ζήτησαν. Διὰ τοῦτο οὐκ ἀπεστράφη ὁ θυμός, ἐπειδὴ ὁ λαὸς οὐκ ἀπεστράφη· καὶ (διὰ) τοῦτο ἡ χεὶρ ὑψηλή, ἐπειδὴ τὸν κύριον οὐκ ἐξεζήτησαν. 13 Καὶ ἀφεῖλε κύριος ἀπὸ Ἰ(σραὴλ κεφαλὴν) καὶ οὐράν. Τίνες δὲ αὗται, σαφέστερον λέγει· μέγαν καὶ μικρὸν ἐν (μιᾷ ἡμέρᾳ). Τίς δὲ ὁ μέγας; 14 Πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας—(αὕτη ἡ ἀρχή. Πρό)σωπα δὲ θαυμάζοντας τοὺς ἀδίκως κρίνοντας λέγει παρὰ τὸν νό(μον τὸν λέγοντα)· «Οὐ λήψῃ πρόσωπον δυνάστου.» Εἶτα καὶ τὸ ἄλλο δείκνυσι τάγμα· (Καὶ προφήτην) |113 b| διδάσκοντα ἄνομα—οὗτος ἡ οὐρά. Ἦσάν τινες ψευδοπροφῆται τἀναντία τοῖς προφήταις προαγορεύοντες καὶ ταῖς θείαις προρρήσεσι πιστεύειν μὴ συγχωροῦντες. 15 Καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς. Τούτους αὐτοὺς λέγει τοὺς τὰ ἡδέα ψευδῶς λέγοντας καὶ μισθοὺς ἁδροὺς καρπουμένους παρὰ τῶν ἀκουόντων. 16 Διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας οὐκ ἐλεήσει· ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. Δίκαιον γὰρ τοὺς κοινωνοῦντας ἀλλήλοις τῆς πονηρίας κοινωνῆσαι καὶ τῆς τιμωρίας. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεῖρ αὐτοῦ ὑψηλή. Ὥσπερ γὰρ τῇ μετανοίᾳ τῶν ἀνθρώπων ἕπεται ἡ τοῦ δεσπότου φιλανθρωπία, οὕτως ἐπιμενούσης τῆς παρανομίας ἐπιτείνεται ἡ ὀργή. 17 Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ καυθήσεται ὑπὸ πυρός. Ἐδίδαξεν ἀκριβῶς ὡς οἱ παρανομοῦντες ἐπισπῶνται τὴν τιμωρίαν. Τὴν γὰρ ἀνομίαν πῦρ ἐκάλεσε καὶ ξηρὰν ἄγρωστιν· καὶ καθάπερ ὁ σίδηρος τὸν ἰὸν τίκτει καὶ ὑπὸ τοῦ ἰοῦ καταναλίσκεται, οὕτως ὁ παρανομίᾳ συζῶν καὶ ἐργάζεται τὴν ἁμαρτίαν καὶ διαφθείρεται ὑπ' αὐτῆς. Καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. 18Διὰ θυμὸν ὀργῆς κυρίου Σαβαὼθ συγκέκαυται ἡ γῆ ὅλη. Δρυμὸν δασὺν τὸ πλῆθος καλεῖ τὸ ἄκαρπον· καὶ γὰρ ὁ δρυμὸς δασὺς μὲν καὶ πυκνός, ἔρημος δὲ καρπῶν. Βουνοὺς δὲ ὀνομάζει τοὺς ἄρχοντας διὰ τὸ ὑψηλὸν καὶ περίβλεπτον. Καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. Τὸ σφοδρὸν τῶν πολεμίων διὰ τούτων δεδήλωκεν. Ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει. Τροπῆς γὰρ ἐν τοῖς πολέμοις γενομένης τῆς οἰκείας σωτηρίας ἕκαστος προμηθεῖται καὶ οὔτε πατὴρ υἱοῦ οὔτε υἱὸς πατρὸς οὔτε ἀδελφὸς ἀδελφοῦ κατὰ τὸν τῆς φυγῆς φροντίζει καιρόν. Εἶτα προλέγει τῶν δυσμενῶν καὶ τὴν ῥώμην καὶ τὴν νίκην· 19 Ἀλλ' ἐκκλινεῖ εἰς τὰ δεξιὰ ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Ἐν τοῖς πολέμοις οἱ νικῶντες ποτὲ μὲν τοὺς κατὰ τὸ δεξιὸν κέρας διώκουσι ποτὲ δὲ κατὰ τοῦ εὐ(ων)ύμου χωροῦσιν, (καὶ τὴν φ)ύσιν ἀγνοεῖν ὁ θυμὸς ἀναγκάζει, καὶ ἐοίκασι μεμηνόσιν ἀνθρώποις οἳ τοὺς οἰκείους (βραχίο)νας ὡς ἀλλοτρίους ἐσθίουσιν. Σημαίνει μέντοι διὰ τούτων καὶ αὐτοῦ τοῦ Ἰσραὴλ (τὴν διάστ)ασιν καὶ τῶν φυλῶν τὴν διχόνοιαν. 20 Φάγεται γάρ φησιν Ἐφραὶμ τοῦ Μανασσῆ καὶ (Μανασσῆ)ς τοῦ Ἐφραίμ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Ὡς ἐσόμενα τὰ γεγενημένα (λέγει κατὰ) τὸ ἰδίωμα τῆς Ἑβραίων φωνῆς. Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη (ὁ θυμὸ)ς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεῖρ αὐτοῦ ὑψηλή. Οὐδὲ γὰρ ἐχρῆν τὸν ἰατρὸν ἀποστῆναι (τῆς) θεραπ(είας), μὴ λωφησάσης τῆς νόσου. 101 Οὐαὶ τοῖς γράφουσι πονηρίαν, γράφοντες γὰρ πονηρίαν |114 a| γράφουσιν. 2Ἐκκλίνοντες κρίσεις πτω(χῶν), ἁρπάζοντες κρίματα πενήτων τοῦ λαοῦ μου ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τῶν ψευδοπροφητῶν καὶ τῶν ἀδίκων ἀρχόντων κατηγορεῖ, τῶν μὲν ὡς ἐπὶ λύμῃ πολλῶν τὰς ψευδεῖς συγγραφόντων προρρήσεις, τῶν δὲ ὡς παρανόμως δικαζόντων καὶ προιεμένων τὸ δίκαιον. Εἶτα αὐτοὺς φοβεῖ τῇ μνήμῃ τῆς τιμωρίας· 3 Καὶ τί ποιήσουσι τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡμέραν γὰρ ἐπισκοπῆς ἐκάλεσε τὸν τῆς τιμωρίας καιρόν. Ὥσπερ γὰρ τὴν τοῦ θεοῦ μακροθυμίαν ὕπνον καλεῖ, οὕτω τὴν τιμωρίαν ἐπισκοπὴν ὀνομάζει. Ἡ γὰρ θλῖψις ὑμῶν πόρρωθεν ἥξει. Τὰ δύο σημαίνει κατὰ ταὐτόν, καὶ ὅτι πόρρωθεν ἥξει καὶ ὅτι τὰ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπταισμένα ἐν τῷ καιρῷ τῆς δίκης εἰς μέσον ἀχθήσεται καὶ ὑπὲρ πάντων εἰσπραχθήσονται δίκας. Καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; Ἐμοῦ γὰρ πολεμοῦντος τίς ἐπικουρῶν ὠφελήσει; Τοῦτο ἔοικε τῷ παρὰ τῷ μεγάλῳ Μωυσῇ εἰρημένῳ· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» Καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν 4τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; Ἡ παροῦσά φησιν εὐημερία αἰχμαλώτοις ὑμῖν γιγνομένοις οὐκ ἐπαρκέσει· ἀπαγωγὴν γὰρ τὴν αἰχμαλωσίαν ἐκάλεσεν. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε καὶ οἱ Λοιποὶ δὲ ὁμοίως· «Καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν ὥστε μὴ καμφθῆναι ὑπὸ δεσμόν;» Καὶ ὑποκάτω ἀνῃρημένων πεσοῦνται. Πολλάκις τινὲς ἐν τοῖς πολέμοις διαφυγεῖν τοὺς ἐναντίους πειρώμενοι μεταξὺ τῶν ἀνῃρημένων νεκρῶν σφᾶς αὐτοὺς κατακρύπτουσιν. Τὴν ὑπερβολὴν τοίνυν τῆς δειλίας αὐτῶν προσημαίνων τοῦτο κἀνταῦθα δεδήλωκεν. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή. Συνεχῶς ἐπιλέγει τοῦτο καὶ τῆς ἐκείνων ἀπειθείας κατηγορῶν καὶ τῇ τῆς τιμωρίας ἀπειλῇ δεδιττόμενος. Ταῦτα τῇ Σαμαρείᾳ καὶ ταῖς ὑπ' αὐτὴν φυλαῖς προαγορεύσας προλέγει καὶ τῶν Ἀσσυρίων τὴν ἔφοδον καὶ τὴν καταληψομένην αὐτοὺς ἐν τῇ τῆς Ἱερουσαλὴμ πολιορκίᾳ πανωλεθρίαν· 5 Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ἡ ὀργή μού (ἐστιν) ἐν ταῖς χερσὶν αὐτῶν. Ζητητέον τί δήποτε θρηνοῦνται ὑπουργοὶ τῆς θείας (τιμω)ρίας γιγνόμενοι. Χρὴ τοίνυν εἰδέναι τὸν τοῦτο μαθεῖν ἐφιέμενον, ὡς διακόνοις (μὲν τῆς) τιμωρίας Ἀσσυρίοις ἐχρήσατο οἷόν τινας δημίους κατὰ τῶν παρανομούντων καὶ (δυσσεβούντων) ὁπλίσας, οὗτοι δὲ οὐχ ὡς τῷ θεῷ τῶν ὅλων ὑπουργοῦντες ἔδρων ἃ ἔ(δρων ἀλλὰ) τῇ οἰκείᾳ ῥώμῃ καὶ δυναστείᾳ θαρροῦντες κατὰ πάντων ἔχειν ἐφιλονείκ(ουν τὸ κράτος). Διὰ τοῦτο καὶ αὐτοῖς ἔσχατον ὄλεθρον ἀπειλεῖ καὶ τοῦτον διὰ τοῦ οὐα(ὶ προσημαίνει). Τὴν ὀργήν μου 6εἰς ἔθνος ἄνομον ἀποστελῶ. Τούτους αὐτούς φησιν οἷς τὴν τιμ(ωρητικὴν ἐνε)χείρισα ῥάβδον. Καὶ ἐν τῷ ἐμῷ λαῷ συντάξω αὐτῷ τοῦ ποιῆσαι σκῦλ(α καὶ προνομὴν) |114 b| καὶ καταπατεῖν τὰς πόλεις αὐτοῦ καὶ θεῖναι αὐτὰς εἰς κονιορτὸν ὁδῶν. Τὴν πολλὴν ἐρημίαν διὰ τούτων δεδήλωκεν. Εἶτα γυμνοῖ τοῦ βασιλέως τῶν Ἀσσυρίων τοὺς λογισμούς· 7 Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται. Οὐκ οἶδέ φησιν ὡς ἐμός ἐστιν ὑπουργὸς καὶ παρ' ἐμοῦ ἔλαβε τῆς τιμωρίας τὴν ἐξουσίαν. Ἀλλ' ἀπαλλάξει ὁ νοῦς αὐτοῦ τοῦ ἀφανίσαι καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα. Βεβούλευταί φησι τῇ οἰκείᾳ δυνάμει θαρρῶν πολλῶν ἐθνῶν καταλῦσαι τὴν μνήμην. 8 Καὶ ἐὰν εἴπωσιν αὐτῷ· Οὐ σὺ μόνος εἶ ἄρχων, 9καὶ ἐρεῖ· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη; Καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν; 10Ὃν τρόπον ταύτας ἔλαβον, οὕτω καὶ πάσας τὰς χώρας λήψομαι. Τούτοις πρὸς τὸν Ἐζεκίαν ὁ Σεναχηρὶμ τοῖς λόγοις ἐχρήσατο· «Μή σε ἀπατάτω ὁ θεός σου ἐφ' ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Ἰδοὺ σὺ οὐκ ἤκουσας ἃ πεποιήκασι βασιλεῖς Ἀσσυρίων πάσῃ τῇ γῇ, ὡς ἀπώλεσαν αὐτήν, καὶ σὺ ῥυσθήσῃ; Μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν οὓς ἀπώλεσαν οἱ πατέρες μου, τήν τε Γοζὰν καὶ Ἄρραν καὶ Ῥαφὲς καὶ υἱοὺς Ἀδὰν οἵ εἰσιν ἐν χώρᾳ Θεσμάθ; Ποῦ εἰσιν οἱ βασιλεῖς Αἰμὰθ καὶ Ἀρφάδ; Καὶ ποῦ ὁ βασιλεὺς τῆς πόλεως Σεφαρίμ, Αἰνὰ καὶ Γαυά;» Ταῦτα μὲν οὖν ἐκεῖνος τῷ βασιλεῖ γεγράφηκεν Ἐζεκίᾳ· ἐνταῦθα δὲ τοῖς λέγουσιν· Οὐ σὺ μόνος εἶ ἄρχων, τὰ ὅμοια εἴρηκεν. Ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ· 11ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ Ἱερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. Καὶ ταῦτα τῷ αὐτῷ προσώπῳ συνήρμοσαν οἱ Λοιποὶ Ἑρμηνευταί. Νομίσας γὰρ ὁ ἀλαζὼν ἐκεῖνος καὶ δυσσεβὴς τοῖς ἄλλοις θεοῖς ἐοικέναι τῆς Ἱερουσαλὴμ τὸν θεόν, τοῖς μανικοῖς τούτοις κέχρηται λόγοις, καὶ τῷ Ἐζεκίᾳ δὲ γέγραφεν· Μή σε ἀπατάτω ὁ θεός σου ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου. 12 Καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλήμ, ἐπισκέψεται ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν (ἄ)ρχοντα τῶν Ἀσσυρίων καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. (Νο)ῦν μέγαν τὸν ἀλαζονικὸν λέγει τὸν τὰ ὑπὲρ φύσιν τολμῶντα λογίζεσθαι. (Ὕ)ψος δόξης ὀφθαλμῶν τὴν ὑπερβάλλουσαν ὑπερηφανίαν καλεῖ, [ᾗ τὸν] περὶ τὰ τείχη Ἱερουσαλὴμ ὄλεθρον ἀπειλεῖ. Εἶτα τὸν τῦφον αὐτοῦ (διέξ)εισι καὶ τῶν λόγων καὶ τῶν λογισμῶν. 13 Εἶπε γάρ· Τῇ ἰσχύι τῆς χειρός μου ποιήσω (καὶ τῇ σο)φίᾳ τῆς συνέσεώς μου, ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνο(μεύ)σω καὶ σείσω πόλεις κατοικουμένας 14καὶ τὴν οἰκουμένην τῇ χειρί μου κατα(λήψομαι ὡς) νοσσιὰν καὶ ὡσεὶ καταλελειμμένα ᾠὰ ἀρῶ, καὶ οὐκ ἔστιν |115 a| ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι ἀνοίγων στόμα καὶ στρουθίζων. Ταῦτα καὶ διὰ τῶν πρέσβεων καὶ διὰ τῶν γραμμάτων δεδηλώκει τῷ Ἐζεκίᾳ. Ἀλλ' ὁ πᾶσαν τὴν οἰκουμένην ὡς καλιὰν νεοττῶν ἁρπάσειν ἐλπίσας καὶ ὡς ᾠὰ ὑπὸ πτηνῶν πεφευγότων καταλελειμμένα ἀπονητὶ λήψεσθαι, οὗτος δίχα χειρὸς ἀνθρωπείας ἐγυμνώθη τῆς στρατιᾶς. Τὸ μέντοι· ἀνοίγων στόμα καὶ στρουθίζων, ἀπὸ τῆς κρατούσης συνηθείας παρὰ ἀνθρώποις εἴρηται τῇ γραφῇ. Εἰώθαμεν γὰρ λέγειν περὶ τῶν λίαν ἀγωνιώντων· οὐκ ἐτόλμησε γρύξαι. Οἱ δὲ Λοιποί φασιν· «οὐκ ἐτόλμησε τρύσαι.» Τὸ γοῦν· ἀνοίγων στόμα καὶ στρουθίζων, ἀντὶ τοῦ· οὐ μόνον οὐδεὶς ἀντιπαρατάξασθαί μοι τολμήσει ἀλλ' οὐδὲ γρύξαι στρουθοῖς παραπλησίως ἐπιχειρήσει. Πρὸς ταύτην αὐτοῦ τὴν ἀλαζονείαν ὁ τῶν ὅλων θεὸς ἀποκρίνεται· 15 Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ὥστε κόπτειν ἑαυτήν; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; Ὡσαύτως ἐάν τις λάβῃ ῥάβδον ἢ ξύλον. Μὴ δίχα χειρῶν ἀνθρωπίνων ἡ ἀξίνη κόπτει ξύλα ἢ ὁ πρίων ταῦτα διχῇ καὶ τριχῇ καὶ τετραχῇ διαιρεῖ ἢ ῥάβδος ἢ ξύλον πλῆξαι δύναται μηδενὸς ἐνεργοῦντος; Πῶς οὖν σὺ μέγα φρονεῖς ὡς δίχα τῆς ἐμῆς βουλῆς περιγενόμενος τῶν ἡττηθέντων ἐθνῶν; Εἰκότως δὲ αὐτὸν καὶ τοῖς ἀψύχοις ἀπείκασεν ὡς ἀναισθησίαν νοσοῦντα καὶ ἀλογίαν ἐσχάτην. Καὶ οὐχ οὕτως. Οὐκ ἐάσω σέ φησιν ἐπὶ ταυτησὶ τῆς ἀνοίας, ἀλλὰ διὰ τῆς τιμωρίας μαθήσῃ τὸν πρύτανιν τοῦ παντός. 16 Ἀλλ' ἀποστελεῖ κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Μετὰ πολλῆς γὰρ δόξης ἐπιστρατεύσας μετὰ πλείονος ἔφυγεν ἀδοξίας. 17 Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν φλογὶ καιομένῃ, καὶ φλέξει καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην. Φῶς τοῦ Ἰ(σραὴλ) τὴν εὐσέβειαν ἐκάλεσεν· «Ἐν τῷ φωτὶ» γὰρ ὁ Ψαλμός φησι «τοῦ προσώπου σου π(ορεύ)σονται.» Τοῦτο τὸ φῶς τῷ μὲν Ἰσραὴλ τὴν φωτιστικὴν ἐνέργειαν (χο)ρη(γήσει), τῇ δὲ καυστικῇ κατὰ σοῦ χρήσεται καὶ οἷόν τινα χόρτον πᾶς(άν σου τὴν) στρατιὰν δαπανήσει. Τῇ ἡμέρᾳ ἐκείνῃ 18ἀποσβεσθήσεται τὰ (ὄρη καὶ) οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. (Ὄρη τὸν) βασιλέα καὶ τοὺς μετ' ἐκεῖνον ὑπάρχους καλεῖ, βουνοὺς δὲ τοὺς (ὑπὸ τούτους) τελοῦντας ἄρχοντας, δρυμοὺς δὲ τὸ λοιπὸν πλῆθος τὸ ἄκαρπον. (Καὶ ἔσται ὁ φεύγων) ὡς ὁ φεύγων ἀπὸ πυρὸς καιομένου· 19καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν (ἔσονται ἀριθμός), |115 b| καὶ παιδίον μικρὸν γράψει αὐτούς. Οὐ φαινομένων τῶν διωκόντων μετὰ πολλῆς σπουδῆς ἀποδρᾶσαι πειράσονται ὡς ὑπὸ φλογὸς κυκλουμένους καὶ ταύτην διαφυγεῖν πειρωμένους μιμούμενοι. Οὕτω δὲ ἔσονται οἱ τὴν τιμωρίαν διαφυγόντες εὐαρίθμητοι ὡς ῥᾷστον εἶναι καὶ τῷ τυχόντι παιδίῳ τὸν τούτων ἀριθμὸν ἀναγράψαι. Ταῦτα δὲ γεγένηται, ἡνίκα δι' ἑνὸς ἀγγέλου αἱ πέντε καὶ ὀγδοήκοντα πρὸς ταῖς ἑκατὸν διεφθάρησαν χιλιάδες. 20 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ οἱ διασωθέντες τοῦ Ἰακὼβ οὐκέτι <μὴ> πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς. Ἄχαζ ὁ βασιλεὺς ὑπὸ τοῦ Φακεὲ καὶ τοῦ Ῥασὶν πολεμούμενος τὸν Ἀσσύριον εἰς συμμαχίαν ἐκάλεσε βασιλέα. Προλέγει τοίνυν ὁ προφητικὸς λόγος ὡς τῆς θείας ἀπολαύσαντες προμηθείας καταφρονήσουσι μὲν τῆς ἀνθρωπίνης ἐπικουρίας, τῆς δὲ εἰς τὸν θεὸν ἐλπίδος ἀ(νθέξ)ονται. Τοῦτο γὰρ δηλοῖ διὰ τῶν ἑξῆς· Ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. 21Καὶ ἀναστρέψει τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ θεὸν ἰσχύοντα. Ταύτην τοῦ λαοῦ τὴν εὐσέβειαν, ἣν Ἐζεκίας ὁ βασιλεὺς αὐτοὺς ἐξεπαίδευσε, καὶ ἡ τετάρτη τῶν Βασιλειῶν μαρτυρεῖ. Συνήφθησαν δὲ τῇ Ἱερουσαλὴμ καὶ ἐκ τῶν δέκα φυλῶν ὅσοι τὸν Σαλμανάσαρ καὶ τὸν Σεναχηρὶμ διαφυγεῖν ἠδυνήθησαν, καὶ τῆς πλάνης ἀπαλλαγέντες τῇ τοῦ Ἐζεκίου ἠκολούθησαν εὐσεβείᾳ. 22 Καὶ ἐὰν γένηται ὁ λαὸς τοῦ Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. Ἐπειδὴ τὰς δέκα φυλὰς τοῖς Ἀσσυρίων παρέδωκε βασιλεῦσι καὶ τὰς ἄλλας τοῦ Ἰούδα πόλεις πολιορκουμένας παρεῖδε, τὴν αἰτίαν τούτου διδάσκει ὅτι οὐκ εἰς πλῆθος ἀφορῶν ἀλλ' εὐσέβειαν ζητῶν. Τοῦτο γὰρ καὶ μετὰ ταῦτα γενήσεται τῶν μὲν πλείστων Ἰουδαίων μετὰ τὴν ἐνανθρώπησιν τοῦ σωτῆρος ἀντιλεγόντων, τῶν δὲ τῆς σωτηρίας ἐφιεμένων προθύμως δεχομένων τῶν ἀποστόλων τὸ κήρυγμα. Εἶτα διδάσκει καὶ τοῦ κηρύγματος τὸ σύντομον καὶ τῆς καινῆς διαθήκης τὸν τρόπον· Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, 23ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ταύτης [καὶ] ὁ θεῖος ἀπόστολος ἐμνήσθη τῆς μαρτυρίας. Διδάσκει δὲ ἡμᾶς ὁ λόγος· ἅπερ ὁ νόμος (πολλ)αῖς ἐντολαῖς καὶ θυσίαις καὶ τιμωρίαις χρώμενος οὐκ ἴσχυσε κατορθῶσαι, ταῦτα ὁ εὐ(αγγελ)ικὸς κατώρθωσε λόγος σύντομον προσφέρων φάρμακον σωτηρίας τὸ πανάγιον βάπτισμα. (Διὰ γὰρ) πίστεως τοῖς ἀνθρώποις σωτηρία δεδώρηται. Οὗτος ὁ συντετμημένος λόγος τῆς δικαιοσύνης (συνεργός), ὃν οὐ μόνον Ἰουδαίοις ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις δέδωκεν ὁ θεός. Οὕτω περὶ τῆς (καινῆς) διαθήκης προαγορεύσας ἐπανάγει πάλιν εἰς τὴν προτέραν ἀκολουθίαν τὸν λόγον· 24 (Διὰ τοῦ)το τάδε λέγει κύριος Σαβαώθ· Μὴ φοβοῦ ὁ λαός μου οἱ κατοικοῦντες ἐν Σιὼν (ἀπὸ Ἀσς)υρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε. Ῥάβδον ἐκάλεσεν ἐνταῦθα τὴν μετρίαν (παιδείαν)· καὶ γὰρ πολλὰς τῶν ὑποκειμένων ἐπολιόρκησε πόλεις. Πληγὴν γὰρ ἐγὼ ἐπάγω (ἐπὶ σὲ τοῦ ἰδ)εῖν ὁδὸν Αἰγύπτου. Καὶ ταύτην δέ σοι τὴν παιδείαν ἐπήγαγον οὐ(κ ἀδίκως ἀλλὰ) τῶν Αἰγυπτιακῶν ἐπιτηδευμάτων σε εἰσπραττόμενος εὐθύνας· |116 a| ἣν γὰρ παρ' Αἰγυπτίων ἐμεμαθήκεις εἰδωλολατρείαν, ταύτην δι(α)τελεῖς φυλάττων. Ταύτην καὶ ὁ Σύμμαχος ἡρμήνευσε τὴν διάνοιαν· «Ἐν ῥάβδῳ πατάξει σε καὶ τὴν βακτηρίαν αὐτοῦ ἐπαρεῖ ἐπὶ σὲ διὰ τὴν ὁδὸν Αἰγύπτου», τουτέστι διὰ τὴν Αἰγυπτίων μίμησιν· ὁδὸν γὰρ πολλάκις τὸν βίον καλεῖ. 25 Ἔτι γὰρ μικρὸν καὶ παύσεταί μου ἡ ὀργὴ ἡ κατὰ σοῦ. Ἐπαγαγών σοι τὴν παιδείαν μεταδώσω καὶ βοηθείας. Ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν. Τρέψω δὲ τὴν ὀργήν μου κατὰ τῶν πολεμούντων σοι. 26 Καὶ ἐγερεῖ ὁ θεὸς ἐπ' αὐτοὺς μάστιγας κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως. Δύο πληγὰς ἴσμεν τοῦ Μαδιάμ· τὴν μὲν διὰ τοῦ μεγάλου Μωυσέως, τὴν δὲ διὰ τοῦ Γεδεὼν ἐπενεχθεῖσαν αὐτοῖς. Ἀμφότεραι δὲ παράδοξοι, παραδοξοτέρα δὲ ἡ δευτέρα· δίχα γὰρ ὅπλων κατηκοντίσθησαν. Ταύτην δὲ ἔδοσαν καὶ Ἀσσύριοι (τὴν) δίκην· οὐδενὸς γὰρ οὐ βέλος ἀφέντος, οὐκ ἀκοντίσαντος δόρυ, οὐ χρησαμένου σφενδόνῃ (πολ)λαὶ τῷ θανάτῳ παρεπέμφθησαν μυριάδες. Τοῦτο καὶ ὁ μακάριος ἔφη Δαυίδ· «Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις.» Νυσταγμὸν δὲ ἐκάλεσε τοῦ θανάτου τὸ σύντομον. Εἶτα διηγεῖται ὡς βούλεται μὲν μετὰ τὴν πολιορκίαν τῆς Ἱερουσαλὴμ κατὰ τῆς Αἰγύπτου διὰ τῆς Παραλίας ὁρμῆσαι, οὐ μόνον δὲ ἐκείνης διαμαρτήσεται ἀλλὰ καὶ τῶν ἐν χερσὶ στερηθήσεται, τοῦ ἐπικειμένου τῇ Ἱερουσαλὴμ συντριβομένου ζυγοῦ. 27 Καταφθαρήσεται γάρ φησιν ὁ ζυγὸς αὐτοῦ ἀπὸ τῶν ὤμων ὑμῶν. Ἔπειτα διδάσκει τὸν πλάνον ὃν ὑπομενεῖ φεύγων καὶ εἰς διαφόρους ὁδοὺς σκεδαννύμενος καὶ διερχόμενος τὴν Ἀγγαὶ καὶ τὴν Μαγεδδὼ καὶ τὴν Μαχμὰς καὶ τὴν Γαβαών. Ὅτι ἀγωνιάσει μὲν ἡ Ῥαμὰ τοῦ Σαοὺλ ἡ πόλις καὶ φεύξεται, βλάβην δὲ οὐ δέξεται, καὶ ἡ Γαλὶμ ἵππον γαυριῶντα μιμουμένη κατ' αὐτοῦ χρεμετίσει, ἥ τε Λαϊσὰ καὶ ἡ Ἀναθὼθ καὶ ἡ Μαδεβηνὰ καὶ ἡ Γαβὶρ ἐκπλαγήσονται τὴν ἀθρόαν τῶν πραγμάτων μεταβολήν. Ταῦτα περὶ τῶν ἄλλων εἰρηκὼς ὁ προφητικὸς λόγος τοὺς τὴν Ἱερουσαλὴμ οἰκοῦντας ψυχαγωγεῖ καὶ μένειν καὶ μὴ φεύγειν παρεγγυᾷ· 31 Παρακαλεῖτε 32σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, παρακαλεῖτε τῇ χειρὶ τὸ ὄρος τῆς θυγατρὸς Σιὼν καὶ τοὺς βουνοὺς τοὺς ἐν Ἱερουσαλὴμ καὶ Ἰούδᾳ. Οὕτω ταῦτα περὶ τῶν Ἀσσυρίων προθεσπίσας καὶ τὴν παράδοξον τῆς Ἱερουσαλὴμ σωτηρίαν προαγορεύσας τῆς σωτηρίας τὴν αἰτίαν διδάσκει· 33 Ἰ(δοὺ) δὴ ὁ δεσπότης κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ (ὑψηλοὶ) τῇ ὕβρει συντριβήσονται καὶ οἱ μετέωροι ταπεινωθήσονται 34καὶ πεσοῦνται (οἱ) ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Οὐ μόνον φησὶ τοὺ(ς δυναστεύ)οντας καὶ μέγα φρονοῦντας παραδώσει θανάτῳ, ἀλλὰ καὶ τὴν κρατοῦσαν τῶν εἰ(δώλων) καταλύσει πλάνην. Λίβανον γάρ φησι τὴν πλάνην, ὑψηλὰ δὲ τὰ ἐν τοῖς (ὑψηλοῖς τιμώμενα) προσηγόρευσεν εἴδωλα. Ἐπειδὴ γὰρ ἐν τῷ Λιβάνῳ πλείστη κατεῖχεν ἐξαπ(άτη δαι)μόνων, ἀπὸ τοῦ μέρους τὸ πᾶν προσηγόρευσεν. 111 Καὶ ἐξελεύ(σεται ῥάβδος) ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβή(σεται). .......... |116 b| φησι τῆς ῥάβδου τῆς θείας ἀπολαύσεται προμηθείας. Ἄνω μὲν οὖν τὴν ἐκ παρθένου γέννησιν τοῦ Ἐμμανουὴλ προεδήλωσεν, εἶτα τὴν ἐκ πνεύματος ἁγίου ὑπέδειξε σύλληψιν· «Προσῆλθον» γάρ φησι «πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν.» Ἐν γὰρ τῇ παρθενικῇ νηδύι τὸ πανάγιον πνεῦμα διέπλασε τὸν τοῦ θεοῦ λόγου ναόν, τὴν τοῦ δούλου μορφήν, ἣν ἐξ αὐτῆς τῆς κυήσεως ὁ θεὸς λόγος ἀναλαβὼν ἥνωσεν ἑαυτῷ. Μετὰ ταῦτα ἔδειξεν ἡμῖν τοῦ τεχθέντος παιδίου τὴν ἀξίαν καὶ τὰς θεοπρεπεῖς αὐτοῦ προσηγορίας ἐδίδαξεν, ὅτι θεὸς ἰσχυρός, ὅτι ἐξουσιαστής, ὅτι ἄρχων εἰρήνης, ὅτι πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἐνταῦθα δὲ καὶ τὴν σαρκικὴν αὐτοῦ διδάσκει συγγένειαν ὅτι ἐξ Ἰεσσαὶ κατὰ σάρκα βεβλάστηκεν· πατὴρ δὲ Ἰεσσαὶ τοῦ Δαυίδ. 2 Καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· 3πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν. Τῶν μὲν (γὰρ) προφητῶν ἕκαστος μερικήν τινα ἐδέξατο χάριν, ἐν αὐτῷ δὲ κατῴκησε «πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», καὶ κατὰ τὸ ἀνθρώπινον δὲ πάντα εἶχε τοῦ πνεύματος τὰ χαρίσματα· «Ἐκ γὰρ τοῦ πληρώματος αὐτοῦ» κατὰ τὸν θεσπέσιον Ἰωάννην «ἡμεῖς πάντες ἐλάβομεν.» Οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει. Οὐ γὰρ προσεῖχε τῇ δυναστείᾳ τῶν γραμματέων καὶ Φαρισαίων, ἀλλὰ μετὰ παρρησίας αὐτῶν τὴν παρανομίαν διήλεγχεν· «Οὐαὶ ὑμῖν» λέγων «γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί» καὶ τὰ ἄλλα ὅσα τοιαῦτα ἃ ῥᾴδιον τοῖς βουλομένοις ἐν τοῖς ἱεροῖς εὐαγγελίοις κατανοεῖν. 4 Ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ ταπεινῷ κρίσιν. Τοὺς μὲν γὰρ τῆς τῶν δαιμόνων ἠλευθέρου μανίας, τοὺς δὲ τῆς τῶν παθημάτων ἐπικρατείας ἀπήλλαττε, τοῖς δέ γε πιστεύουσι τὴν ὀνησιφόρον καὶ ζωῆς πρόξενον διδασκαλίαν προσέφερεν. Καὶ ἐλέγξει ἐν εὐθύτητι τοὺς ἐνδόξους τῆς γῆς. Τοῦτο πράως μὲν ἐν τῇ προτέρᾳ ἐπιφανείᾳ πεποίηκε, βασιλικῶς δὲ καὶ ἐξουσιαστικῶς ἐν τῇ δευτέρᾳ ποιήσει τοῖς θείοις ἐγκαθήμενος θώκοις καὶ τὰς δικαίας ψήφους ἐκφέρων. Καὶ πατάξει τὴν γῆν τῷ λόγῳ (τοῦ στό)ματος αὐτοῦ. Τῇ γὰρ θεοπρεπεῖ τῶν ἀποστόλων διδασκαλίᾳ οὐρανὸν τὴν γῆν ἀπειρ(γάσα)το, πολλοὺς ἐν ἑκάστῳ ἔθνει τῶν γηίνων ἀποστήσας πραγμάτων καὶ τὴν οὐράνιον (ἀσπάς)ασθαι πολιτείαν παρασκευάσας. Καὶ τῷ πνεύματι διὰ χειλέων ἀνελεῖ τὸν ἀ(σεβῆ). Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος περὶ τοῦ ἀντιχρίστου προείρηκεν· «Τότε» γάρ φησιν «ἀποκαλυφ(θήσεται ὁ) ἄνομος, ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει (τῇ ἐπιφανείᾳ) τῆς παρουσίας αὐτοῦ.» Τοῦτο καὶ αὐτὸς οὗτος ὁ προφήτης μετ' ὀλίγα (βοᾷ· «Ἀρθή)τω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου.» 5 Καὶ ἔσται δικαιοσύνῃ (ἐζωσμένος τὴν ὀς)φῦν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ. Τοῦτο καὶ ὁ (μακάριος Δαυὶδ) ἔφη· «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡ(ραιότητί σου καὶ) τῷ κάλλει σου καὶ ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν (ἀληθείας καὶ πρα)ότητος καὶ δικαιοσύνης.» Διὰ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης πᾶν εἶδος συμπεριέλαβεν ἀρετῆς· (ταύτας αὐτῷ) καὶ ἀντὶ περιβολαίου καὶ ἀντὶ ζώνης γεγενῆσθαί φησιν. Εἶτα τῆς |117 a| οἰκονομίας τὰ κατορθώματα λέγει· 6 Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ λέων καὶ ταῦρος ἅμα βοσκηθήσονται. Διὰ τῶν ἡμέρων καὶ ἀγρίων ζῴων τροπικῶς τῶν ἀνθρωπείων ἠθῶν ἐδίδαξε τὴν διαφοράν. Λύκῳ μὲν γὰρ ἀπεικάζει τὸ ἁρπακτικὸν ἦθος, προβάτῳ δὲ τὸ ἥμερόν τε καὶ πρᾶον καὶ αὖ πάλιν παρδάλει μὲν τὸ ποικίλον—κατάστικτον γὰρ τὸ ζῷον—, ἐρίφῳ δὲ τὸ ἁπλοῦν τε καὶ ἄκακον· οὕτω λέοντι μὲν τὸ ὑπερήφανον καὶ ἀρχικόν, ταύρῳ δὲ τὸ θρασύ, μοσχαρίῳ δὲ τὸ τούτων ἀπηλλαγμένον. Ἀλλ' ὅμως κατὰ ταὐτὸν αὐτὰ νεμηθήσεσθαι λέγει. Καὶ ὁρῶμεν τῆς προφητείας ἐν ταῖς ἐκκλησίαις τὸ τέλος καὶ βασιλέας καὶ ὑπάρχους καὶ στρατηγοὺς καὶ στρατιώτας καὶ ἀποχειροβιώτους οἰκέτας τε καὶ προσαίτας τῆς ἱερᾶς κατὰ ταὐτὸν κοινωνοῦντας τραπέζης, τῶν αὐτῶν ἐπαΐοντας λόγων, τῆς αὐτῆς κολυμβήθρας ἀξιουμένους. Καὶ παιδίον μικρὸν ἄξει αὐτούς. Τοὺς γὰρ ἐπὶ δυνάμει γαυριῶντας καὶ ἐπὶ σοφίᾳ βρενθυομένους ἄνθρωπος τῇ κακίᾳ κατὰ τὴν ἀποστολ(ικὴν) παραίνεσιν νηπιάζων καὶ τῇ ἁλιευτικῇ ἁπλότητι διακοσμούμενος ἄγει καὶ νέμει. 7 Καὶ βοῦς καὶ ἄρκος ἅμα συνβοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα. Ὁρῶμεν δὲ καὶ τούτων τὸ τέλος· πολλοὶ γὰρ πλούτῳ περιρρεόμενοι καὶ ἀφθόνους ἔχοντες τρυφῆς ἀφορμὰς τὴν νηστείαν τῆς χλιδῆς προτιμῶσι καὶ μιμοῦνται λέοντα σαρκοβόρον ἀχύρων μεταλαγχάνειν αἱρούμενον. 8 Καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἀπογεγαλακτισμένον ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ. Τοιοῦτος ἦν ὁ μακάριος Παῦλος τοῖς Ἐπικουρείοις καὶ Στωικοῖς διαλεγόμενος φιλοσόφοις καὶ ἐπὶ τοῦ Ἀρείου πάγου δημηγορῶν καὶ κατατολμῶν τῶν ἀσπίδων καὶ οἷόν τινα χεῖρα τὸν ἁπλοῦν αὐτοῦ λόγον ὡς εἰς κατάδυσιν θηρίων τὴν τούτων ἀκοὴν ἐμβάλλειν ἐπιχειρῶν· καὶ γὰρ δαιμόν(ων) ἦν κατάδυσις ἡ ἐκείνων καρδία. 9 Καὶ οὐ μὴ κακοποιήσωσιν οὐδ' οὐ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. Τούτῳ ἔοικεν ἡ εὐαγγελικὴ τοῦ (κυρίου) φωνή· «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύ(σουσιν) αὐτῆς.» Ὄρος τοίνυν ἅγιον τὸ ὑψηλὸν καὶ ἰσχυρὸν καὶ ἀκίνητον τῆς θείας αὐτοῦ διδασκαλίας καλεῖ καὶ τοῖς ἐπὶ τούτῳ ἑστῶσι τὸ ἀκαταγώνιστον ἐπαγγέλλεται. [Εἶτα] δείκνυσι τὴν τοῦ κηρύγματος δύναμιν· Ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ (γνῶναι) τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψει θαλάσσας. Μέγιστον δὲ ἀληθῶς καὶ παρα(δοξότατον τὸ) θαῦμα καὶ ἔοικε ψεκάσιν ὀλίγαις ἐπιφερομέναις θαλάττῃ καὶ τὴν (ἐν ταύτῃ μετα)βαλλούσαις πικρίαν καὶ γλυκείαν ἐργαζομέναις τὴν ταύτης ποιότητα· (οὕτως γὰρ) ὁ εὐαγγελικὸς λόγος κατέπαυσε μὲν τὴν τῆς οἰκουμένης ἀσέβ(ειαν, πᾶσαν) δὲ γῆν καὶ θάλατταν θεογνωσίας ἐπλήρωσεν. 10 Καὶ ἔσται ἐν τῇ (ἡμέρᾳ) ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ' αὐτ(ῷ ἔθνη ἐλπιοῦσιν). Καὶ τῶν θείων ἀνέμνησεν ὑποσχέσεων καὶ τῶν Ἰακὼβ τοῦ πατρι(άρχου προρρ)ήσεων. Ὁ μὲν γὰρ θεὸς πρὸς τὸν Ἀβραὰμ ἔφη· «Ἐν τῷ σπέρματί σου εὐλογη(θήσονται πάντα) τὰ ἔθνη τῆς γῆς.» Ταύτην δὲ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰ(ακὼβ δέδωκε) |117 b| τὴν ὑπόσχεσιν. Ὁ δὲ πατριάρχης Ἰακὼβ τῷ Ἰούδᾳ ἣν ἔλαβεν ἔδωκεν εὐλογίαν καί φησιν· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Ταύτην βεβαιοῖ τὴν προφητείαν καὶ ὁ θαυμάσιος οὗτος προφήτης καὶ δείκνυσιν αὐτὸν ἐξ Ἰεσσαὶ μὲν καὶ Δαυὶδ τὸ κατὰ σάρκα γένος κατάγοντα, ἄρχοντα δὲ οὐκέτι Ἰουδαίων ἀλλὰ τῶν ἐθνῶν καὶ εἰς αὐτὸν πιστεύοντας οὐκ Ἰουδαίους ἀλλὰ τὰ ἔθνη. Ἄξιον δὲ θρηνῆσαι τὴν Ἰουδαίων ἐμβροντησίαν, οἳ τῷ Ζοροβάβελ ταύτην προσαρμόττουσι τὴν προφητείαν, ὃς οὐδὲ Ἰουδαίων ἦρξεν ἁπάντων ἀλλ' ὀλίγων τινῶν, ἐθνῶν δὲ οὐδὲ ὅλως. Ἀλλ' ἡμεῖς ἐκείνους καταλιπόντες τῆς ἑρμηνείας ἐχώμεθα. Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Ἐπειδὴ γὰρ εἶπεν αὐτοῦ τὴν βλάστην καὶ τῆς οἰκονομίας τὰ κατορθώματα καὶ τὴν ἀρχὴν (ὑπ)έδειξεν, ὑποδείκνυσι καὶ τὸ ἐν μέσῳ γενόμενον πάθος μεθ' ὃ τῆς οἰκουμένης ἐκράτησεν. Διά τοι τοῦτο ἀνάπαυσιν προσαγορεύει τὸν θάνατον καὶ τιμήν. Ἀγνοούμενος (γὰρ) πρὸ τῆς ἐνανθρωπήσεως ὑπὸ τῶν ἐθνῶν, μετὰ τὴν ἐνανθρώπησιν καὶ τὸ πάθος δέχ(εται) παρὰ πάντων ὡς ποιητὴς καὶ θεὸς τὴν θείαν προσκύνησιν. 11 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι καὶ ζητῆσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ ὃ ἐγκατελείφθη ὑπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ ἀπὸ Βαβυλῶνος καὶ ἀπὸ Αἰθιοπίας καὶ ἀπὸ Ἐλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβίας καὶ ἀπὸ τῶν νήσων τῆς θαλάσσης. Ἐδίδαξεν ἡμᾶς ἡ ἱστορία τῶν Πράξεων, ὡς τὴν οἰκουμένην περινοστοῦντες οἱ θεῖοι ἀπόστολοι πρώτοις Ἰουδαίοις ἐκήρυττον. Ἀμέλει τοῖς ἀντιλέγουσιν ὁ μακάριος ἔφη Παῦλος· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, καθαροὶ ἡμεῖς ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορευσόμεθα.» Πεπιστεύκασι δὲ ὅμως μυριάδες πολλαί, καὶ τρισχίλιοι καὶ πεντακισχίλιοι κατὰ ταὐτὸν ὑπ' αὐτῶν ἐζωγρήθησαν, καὶ ὁ θειότατος δὲ Ἰάκωβος τῷ θεσπεσίῳ Παύλῳ πολλὰς Ἰουδαίων πεπιστευκότων ὑπέδειξε μυριάδας. Περὶ τούτων ἡ τοῦ παναγίου πνεύματος χάρις καὶ διὰ Ἡσαΐου προηγόρευσε τοῦ προφήτου ὅτι αὐτοὺς καὶ ζητήσει καὶ τῆς σωτηρίας ἀξιώσει. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπαγομένων δε(δήλω)κεν· 12 Τοιγαροῦν ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ (καὶ) τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. (Ποῖον δὲ) σημεῖον ἀλλ' ἢ τὸ τοῦ σταυροῦ σύμβολον, δι' οὗ καὶ τοὺς ἐκ τοῦ Ἰσραὴλ καὶ τοὺς ἐκ (τοῦ Ἰούδα) πλανωμένους πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν; 13 Καὶ ἀφαιρεθήσεται ὁ (ζῆλος Ἐφραί)μ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται· Ἐφραὶμ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ (θλίψει τὸν Ἐ)φραίμ. Ταῦτα πάλαι ἐγένετο τῆς βασιλείας διῃρημένης· μετὰ δὲ τὴν (ἀπὸ Βαβυ)λῶνος ἐπάνοδον τὴν παλαιὰν ἔσχον ὁμόνοιαν. 14 Καὶ πετασθήσονται (ἐν πλοίοις) Ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύοντες καὶ τοὺς ἀφ' ἡλίου ἀνατολῶν (καὶ Ἰδουμαίαν). Οὐ γὰρ μόνην τὴν ἤπειρον οἱ θεῖοι ἀπόστολοι ἀλλὰ καὶ τὴν θάλατταν (περαιούμενοι κ)αὶ ταῖς νήσοις προσέφερον τοῦ νοεροῦ φωτὸς τὴν ἀκτῖνα· καὶ γὰρ ἐν Κύπρῳ (Βαρνάβας καὶ) Παῦλος, τὸ ζεῦγος τὸ ἱερὸν τὸ τῶν ἐθνῶν τὴν γεωργίαν ἐγχειρισθέν, καὶ τοῦ Ἐλύμα τὸ ψεῦδος διήλεγξε καὶ τὴν ἀλήθειαν ἔδειξεν· καὶ τῆς |118 a| Κρήτης τὸν Τίτον ἀπόστολον κεχειροτόνηκεν ὁ μακάριος Παῦλος καὶ τὸν Τιμόθεον τῆς Ἐφέσου. Ταῦτα τοίνυν τὸ πανάγιον πνεῦμα διὰ τοῦ προφήτου προείρηκεν ὅτι οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὴν θάλατταν προνομεύσουσι καὶ καθάπερ τινὲς στρατηγοὶ ἔθνη τινὰ ἀποστάντα καὶ πρὸς τύραννον αὐτομολήσαντα, περιγεν(όμενοι) καὶ κρατήσαντες τῷ τῶν ὅλων προσάξουσι βασιλεῖ καὶ διαπεράσουσι τὰ πελάγη οὐκ Ἰουδαίους ἔχοντες κυβερνήτας καὶ ναύτας ἀλλ' ἀλλογενεῖς καὶ ἀλλοφύλους. Καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. Καὶ τοῦτο ἡμᾶς ὁ μακάριος Παῦλος διδάσκει. Γαλάταις γὰρ ἐπιστέλλων ταῦτα μετὰ τὸ προοίμιον τέθεικεν· «Ὅτε εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι οὐδὲ ἀνῆλθον εἰς Ἱερουσαλὴμ πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.» Τῆς δὲ Ἀραβίας καὶ Μωαβῖται (καὶ Ἀμμανῖται)· ἡ μὲν γὰρ νῦν Φιλαδέλφεια προσαγορευομένη —ἐστὶ δὲ πόλις τῆς Ἀραβίας λαμπρά—Ἀμμὰν μέχρι καὶ τήμερον τῇ ἐπιχωρίῳ καλεῖται φωνῇ, Μωὰβ δὲ ἡ Χαραχμωβά, τῇ δὲ Ἀρειοπόλει πελάζει. Ἐδείχθη τοίνυν διὰ τῆς ἀποστολικῆς μαρτυρίας ἡ τῆς προφητείας ἀλήθεια. 15 Καὶ ἐρημώσει κύριος τὴν θάλασσαν Αἰγύπτου. Οὐ γὰρ μόνον τὰ εἰρημένα ἔθνη εἰς εὐσέβειαν ποδηγήσει ἀλλὰ καὶ τῆς Αἰγύπτου καταπαύσει τὴν πλάνην. Θάλατταν γὰρ Αἰγύπτου τὴν πικρὰν καὶ ἄποτον ἀσέβειαν προσηγόρευσεν. Καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ <τὸν> ποταμὸν πνεύματι βιαίῳ. Καὶ τὸν ποταμὸν δὲ ὡσαύτως ἀντὶ τῆς πλάνης τέθεικ(εν). Ὥσπερ γὰρ τῆς σωματικῆς ζωῆς τὰς ἐλπίδας εἰς τὸν ποταμὸν ἔχουσιν ὡς δι' ἐκείνου δρεπόμενοι το(ὺς καρπούς), οὕτω τῇ τῶν εἰδώλων ἐδεδούλωντο πλάνῃ. Ἀλλ' ὅμως καὶ ἐπὶ τοῦτον τὸν ποταμὸν τὴν χεῖ(ρα αὐτοῦ φησιν) ἐπιβαλεῖ πνεύματι βιαίῳ. Πνεῦμα δὲ καλεῖ βίαιον τῶν εὐσεβῶν τὴν δυναστείαν, δι' ὧν ἀν(ετράπη) τὰ τῶν εἰδώλων τεμένη καὶ νόμοις ἐκωλύθη τῶν δαιμόνων τὸ σέβας. Καὶ πατάξει αὐτ(ὸν εἰς) ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν. Τῆς γὰρ βασιλείας αὐτῶν ὑ(πὸ Ῥω)μαίων καταλυθείσης εἰς ἑπτὰ διῃρέθησαν ἐπαρχίας καὶ τὸ πρότερον κατέλυσαν θρά(σος) καὶ βατοὶ τοῖς τῆς ἀληθείας ἐγένοντο κήρυξιν. 16 Καὶ ἔσται δίοδος τῷ καταλει(φθέντι μου) λαῷ ἐν Αἰγύπτῳ καὶ ἔσται τῷ Ἰσραὴλ ὡς τῇ ἡμέρᾳ ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτ(ου. Ὅτι ὥσπερ) ἐξήγαγον αὐτοὺς ἐκ τῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλ(ῷ, οὕτως εἰ)σάξω πάλιν αὐτοὺς μετὰ θαυμάτων εἰς τὴν Αἴγυπτον καὶ διὰ τούτων κἀκείνους (πρὸς τὴν) ἀλήθειαν ποδηγήσω. 121 Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Εὐλογήσω σε κύριε, διότι (ὠργίσθης μοι) καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ' ἐμοῦ καὶ ἠλέησάς με. 2Ἰδοὺ ὁ θεός μου (σωτήρ μου κύριος, καὶ) πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ καὶ σωθήσομαι ὑπ' αὐτοῦ καὶ οὐ φοβηθήσομαι, διότι ἡ (δόξα μου καὶ) ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι σωτήρ. Ὁ ὕμνος τὴν ἐπίγνωσιν τῆς εὐερ(γεσίας δηλοῖ)· οἱ γὰρ ταύτης τετυχηκότες τὸν ταύτης αἴτιον μεμαθηκότες οἷς δύνανται τὸν (εὐεργέτην ἀμεί)βονται. Αὐτοῦ δὲ ἔστι νόμος σαφῶς διαγορεύων· «Θῦσον τῷ θεῷ θυ(σίαν αἰνέσεως)«, καὶ πάλιν· «Θυσία αἰνέσεως δοξάσει με. 3 Καὶ ἀντλήσετε ὕδωρ (μετ' εὐφροσύνης ἐκ) τῶν πηγῶν τοῦ σωτηρίου. Πηγὰς σωτηρίου τὰς θείας καλεῖ γραφάς, (ἐξ ὧν οἱ γνη)σίως πεπιστευκότες μετ' εὐφροσύνης ἀρύονται. 4 Καὶ ἐρεῖς (ἐν τῇ ἡμέρᾳ ἐκείνῃ)· Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔ(θνεσι τὰ ἔνδοξα) |118 b| αὐτοῦ, μιμνῄσκεσθε τὸ ὄνομα αὐτοῦ, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ταῦτα τῷ χορῷ τῶν ἀποστόλων ἁρμόττει καὶ τοῖς μετ' ἐκείνων ἐξ Ἰουδαίων πεπιστευκόσιν, οἳ καὶ εἰς τὰ ἔθνη διεπόρθμευσαν τὴν θείαν διδασκαλίαν καὶ παρηγγύων ἀλλήλοις τὴν δεσποτικὴν πληροῦν ἐντολὴν τὴν λέγουσαν· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» 5 Ὑμνήσατε τὸ ὄνομα κυρίου ὅτι ὑψηλὰ ἐποίησεν, ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. 6Ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες ἐν Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς. Καὶ τὴν οἰκουμένην εἰς κοινωνίαν καλοῦσι τῆς εὐφροσύνης καὶ τῇ Σιὼν διαφερόντως ὑμνεῖν τὸν εὐεργέτην παρακελεύονται ὡς ἐν αὐτῇ τοῦ ἁγίου Ἰσραὴλ ὑψωθέντος. Αἰνίττεσθαι δέ μοι ὁ λόγος δοκεῖ οὐ μόνον τῶν θαυμάτων τὸ ὕψος ἀλλὰ καὶ τὸν σταυρὸν τὸν σωτήριον ᾧ τὸν δεσπότην προσή(λωσαν). Καὶ γὰρ αὐτὸς ὁ δεσπότης οὕτω πρὸς Ἰουδαίους ἔφη· «Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ (ἀνθρώπου), τότε γνώσεσθε ὅτι ἐγώ εἰμι», καὶ πάλιν· «καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου.» Ἡμεῖς δὲ οἱ εἰς αὐτὸν πεπιστευκότες εἰς αὐτὸν ἀποβλέψωμεν, ἵνα, καθάπερ οἱ Ἰουδαῖοι τῇ τοῦ χαλκοῦ ὄφεως θεωρίᾳ τῶν ἰοβόλων ὄφεων ἤμβλυναν τὴν ἐνέργειαν, οὕτως ἡμεῖς τῇ εἰς αὐτὸν θεωρίᾳ τὰ τῆς ἁμαρτίας δήγματα θεραπεύσωμεν καὶ τῆς σωτηρίας τέλεον ἀπολαύσαντες καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν χάριτι τοῦ τὴν ψυχὴν αὐτοῦ τεθεικότος ὑπὲρ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα πρέπει σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg008.local001/.
