# Commentaria in Isaiam 5.1

Theodoretus, Commentaria in Isaiam, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/commentaria-in-isaiam/5.1

ΤΟΜΟΣ Εʹ 131 Ὅρασις κατὰ Βαβυλῶνος ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμώς. Οἱ Ἀσσύριοι πάλαι μὲν εἶχον ἐν τῇ Νινευὴ τὰ βασίλεια, ὕστερον δὲ ἐν Βαβυλῶνι. Ὁ δὲ θεῖος προφήτης τὰ (συμ)βησόμενα τῷ Σενναχηρὶμ προθεσπίσας, ὃς τὴν Νινευὴ πόλιν εἶχε βασιλικήν, μεταφέρει τὴν προφητείαν ἐπὶ τὸν Ναβουχοδονόσορ καὶ τὴν ἐκείνου πόλιν, τὴν Βαβυλῶνα, καὶ προλέγει τὸν ἐσόμενον ὄλεθρον. 2 Ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον. Τινὲς ἔφασαν ἐπ' ὄρους (ὁμαλ)οῦ κεῖσθαι τὴν πόλιν· οὐ συμφωνοῦσι δὲ τῷ λόγῳ οἱ τῶν τόπων αὐτόπται. Οἶμαι (τοί)νυν διὰ μὲν τοῦ ὄρους τὸ παλαιὸν ὕψος τῆς Βαβυλῶνος δηλοῦσθαι, διὰ δὲ τοῦ πεδινοῦ τὴν μετὰ ταῦτα γενομένην ταπείνωσιν. Ὑψώσατε τὴν φωνὴν αὐτοῖς, μὴ φοβεῖσθε, (παρα)καλεῖτε τῇ χειρί. Τοῖς πολεμίοις ταῦτα ὁ προφητικὸς λόγος παρεγγυᾷ καὶ παρακαλεῖν (ἀλλήλους) καὶ τὸ δέος ἐξελάσαι καὶ τῇ πολεμικῇ δεδίττεσθαι φωνῇ καὶ τὰ πολεμικὰ (σημεῖα εἰς τὸ ὕψος) ἆραι. Ἀνοίξατε οἱ ἄρχοντες, 3ἐγὼ συντάσσω. Τοῖς ἔνδον τῇ πόλει παρακελεύεται [ἀνοῖξαι] δεσποτικῶς ὁ δεσπότης. Τινὲς δέ φασι πονηρὰς δυνάμεις εἶναι τοὺς ἄρχοντας, (ἐγὼ δὲ οὐκ οἶμ)αι, ἀλλὰ δυοῖν θάτερον· ἢ τοὺς ὑπὸ τοῦ βασιλέως κεχειροτονημένους ἄρχοντας (ἢ τοὺς ἐξ ἀρχῆς) τὸ ἔθνος ἐγχειρισθέντας ἀγγέλους· «Ἔστησε» γὰρ «ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέ(λων θεοῦ).» Ἡγιασμένοι εἰσί, καὶ ἐγὼ ἄγω αὐτούς. Οὐχ ἁγίους καλεῖ τῶν Βαβυλωνίων τοὺς πο(λεμίους, δυς)σεβεῖς γὰρ ἦσαν· ἀλλὰ κατὰ τὸ ἰδίωμα τῆς θείας γραφῆς, ὥσπερ τὸ ἀνάθημα (καὶ ἐπὶ τοῦ ἄγαν ἁγίου) καὶ ἀφιερωμένου τῷ θεῷ τίθησι τὰ θεῖα λόγια καὶ μέντοι καὶ ἐπὶ τοῦ ἄγαν (ἐναγοῦς καὶ βε)βήλου—ἀνάθημα γὰρ καλοῦμεν καὶ τὰ τῷ θεῷ προσφερόμενα καὶ τοὺς διά τινα (παρανομίαν τῆς ἐκκλησίας) ἐκβαλλομένους—, οὕτως ἁγίους οὐ μόνον τοὺς ἀφιερωμένους τῷ θεῷ (ἀλλὰ καὶ τοὺς εἴς τινα) χρείαν ἀφωρισμένους καλεῖ. Γίγαντες ἔρχονται τὸν θυμόν μου παῦσαι |119 a| χαίροντες ἅμα καὶ ὑβρίζοντες. Τοὺς γίγαντας καὶ ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας «δυνατοὺς» ὠνόμασαν. Οὗτοι ἔχαιρον μὲν ἐπὶ τῇ σφετέρᾳ νίκῃ, ὕβρει δὲ καὶ παροινίᾳ κατὰ τῶν Βαβυλωνίων ἐχρῶντο. 4 Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Τὸ πλῆθος τῶν πολεμίων δηλοῖ καὶ τῶν εἰς ἐπικουρίαν συγκληθέντων βασιλέων. Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ 5ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ' ἄκρου θεμελίου τοῦ οὐρανοῦ. Τοὺς Μήδους λέγει καὶ τοὺς Πέρσας· οὗτοι γὰρ ἐπεστράτευσαν τῇ Βαβυλῶνι Κυαξάρου μὲν τοῦ Ἀστυάγους Μήδων βασιλεύοντος, τοῦ δὲ Κύρου Περσῶν ὃς τούτου ἀδελφιδοῦς ἐτύγχανεν ὤν. Τὸ δέ· ἀπ' ἄκρου θεμελίου τοῦ οὐρανοῦ, δηλοῖ τοὺς πόρρωθεν εἰς ἐπικουρίαν τούτων ἐληλυθότας. (Κύριο)ς καὶ οἱ ὁπλομάχοι αὐτοῦ. Αὐτὸν τὸν τῶν ὅλων θεὸν δείκνυσιν ὁ λόγος τῆς τῶν Μήδων παρατάξεως στρατηγοῦντα, ἐπειδήπερ αὐτοῦ βουλομένου καὶ νενικήκασιν. Καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Δίκας ἔτιναν τῶν πεπλημμελημένων οἱ τούτοις παραδοθέντες. Πολλὰ δὲ ἔθνη ὑπὸ τὴν Περσῶν ἡγεμονίαν ἐγένετο· Κῦρος μὲν γὰρ τῆς Ἀσίας ἁπάσης ἐκράτησε, Καμβύσης δὲ ὁ τούτου υἱὸς καὶ τὴν Αἴγυπτον ὑπακούειν ἠνάγκασε, Δαρεῖος δὲ ὁ Ὑστάσπου καὶ Σκύθας τοὺς νομάδας κατέλυσε, Ξέρξης δὲ ὁ Δαρείου καὶ κατὰ τῆς Ἑλλάδος ἐστράτευσεν. Διὰ τούτων δὲ ἅπαντες δυσσεβείας καὶ παρανομίας ποινὴν εἰσεπράττοντο. 6 Ὀλολύζετε· ἐγγὺς γὰρ ἡ ἡμέρα κυρίου Σαβαώθ, καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει. (Πάλιν) ἡμέραν κυρίου καλεῖ τὸν τῆς τιμωρίας καιρόν. 7 Διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Ἀπόχρη γὰρ καὶ ἡ φήμη τῶν πολεμίων τὴν δειλίαν ἐργάσασθαι. 8 Καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες ἕξουσιν αὐτοὺς ὡς γυναικὸς τικτούσης. Νόμο(ς ἐστὶ) τοὺς εἰς πρεσβείαν πεμπομένους ἀδεῶς καὶ λίαν θαρσαλέως τοῦτο ποιεῖν. Ἀλλὰ (τη)νικαῦτα οὐδὲ τοῦτο δίχα δέους ἐγίγνετο· οὕτως ἅπαντας ἐξεδειμάτωσε τῶν π(ολεμίων) τὸ κράτος. Καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται (καὶ) τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν. Τό· ταραχθήσονται οἱ πρέσβεις, ὁ Θεοδοτίων οὕτως ἡρμήνευσεν· «ταραχθήσονται περιοχαί» —σημαίνει δὲ τὰς πόλεις—, τὸ δέ· συμφοράσου(σιν ἕτερος) πρὸς τὸν ἕτερον, «ὠδινήσουσιν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ.» Δηλοῖ δὲ ὁ λόγος (ὅτι ἀλλή)λοις ἐκκαλύψουσι τὸ δέος καὶ τὸ τῶν προσώπων κατασβέσουσιν (ἄνθος· ὥσπερ γὰρ) τὸ πῦρ σβεννύμενον γίνεται κόνις, οὕτω καὶ τὸ εὐανθὲς τῶν προσώπων (ἐκ τοῦ δέους) μεταβάλλεται χρῶμα. 9 Ἰδοὺ γὰρ ἡμέρα κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ (ὀργῆς θεῖναι τὴν) οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Ο(ἰκουμένην νῦν) τὴν Βαβυλῶνα λέγει καὶ τὰς ὑπ' ἐκείνην τελούσας πόλεις καὶ κώμας. 10 (Οἱ γὰρ ἀστέρες τοῦ) οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς αὐτῶν οὐ δώσουσι, (καὶ σκοτισθήσεται τοῦ) ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. Ὥς(περ γὰρ ἡλίου ἀνίσχοντος) ἀμβλύνεται μὲν τῆς σελήνης τὸ φῶς, οἱ δὲ ἀστέρες παντε(λῶς ἀποκρύπτονται). Οὕτως τῆς ἐμῆς ἐπιφαινομένης δυνάμεως καὶ τοὺς (δυσσεβεῖς τιμωρουμένης) |119 b| φροῦδος γίνεται τῶν παρὰ ἀνθρώποις βασιλευόντων ἡ περιφάνεια. 11 Καὶ ἐντελοῦμαι ὅλῃ τῇ οἰκουμένῃ κακὰ καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν. Οὐ γὰρ μόνον τούτους ἀλλὰ καὶ τοὺς ἄλλους ἀνθρώπους δίκας εἰσπράξομαι τῆς δυσσεβείας. Καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Οἱ τὸ τῆς ἀλαζονείας εἰσδεχόμενοι πάθος ἀδεῶς παροινοῦσι καὶ προπηλακίζουσιν ἅπαντας. Ἀλλὰ καὶ τὴν εὐπραξίαν αὐτῶν ἀφελῶ καὶ τῆς εὐημερίας γυμνώσας διδάξω τὸ φρόνημα τῇ φύσει μετρεῖν. 12 Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος ἔντιμος μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφίρ. Ἄπυρον χρυσίον τὸ καὶ δίχα πυρὸς φαινόμενον δόκιμον, τουτέστιν ἄπεφθον, ὃ νῦν οἱ πολλοὶ ὄβρυζον ὀνομάζουσιν· λίθον δὲ ἐκ Σουφὶρ λέγει τὸν τίμιον, ἀπὸ δὲ τοῦ τόπου τὴν προσηγορίαν τέθεικεν. Τούτων τιμιωτέρους φανήσεσθαι λέγει τοὺς μετὰ τὴν τιμωρίαν ὑπολειπομένους ἀνθρώπους. Τοιοῦτος ἦν καὶ Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰ(ω)σεδὲκ καὶ οἱ σὺν αὐτοῖς τῆς ἐπανόδου τετυχηκότες. Ἁρμόττει δὲ ἡ προφητεία διαφερ(όν)τως τοῖς μετὰ τὸ σωτήριον κήρυγμα πανταχοῦ πεπιστευκόσιν ἀνθρώποις. 13 Ὁ γὰρ οὐρανὸς σαλευθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς κυρίου Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ᾖ ἐὰν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ. Συναγανακτεῖν δοκεῖ καὶ ἡ κτίσις ἡ ἄψυχος τῷ ποιητῇ· οὐ γὰρ μόνον ἡ γῆ κλονεῖται, ἀλλὰ καὶ οὐρανόθεν πρηστῆρες φέρονται, καὶ σκηπτοὶ καὶ λίθοι χαλάζης σφενδονῶνται, καὶ ἕτερα μυρία παράδοξα γίγνεται δεδιττόμενα τοὺς ἀνθρώπους καὶ τοῦ θεοῦ σημαίνοντα τὴν ὀργήν. 14 Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. Τῶν Ἀσσυρίων ἡττηθέντων οἱ εἰς ἐπικουρίαν ἐληλυθότες ἐτρέποντο εἰς φυγήν, καὶ οἱ μὲν ὡς πρόβατα κατὰ τὰς ὁδοὺς ἐπλανῶντο, οἱ δὲ τῶν δορκάδων τὴν ὀξύτητα φεύγοντες ἐμιμοῦντο διὰ τὸ δέος τῶν πολεμίων, οὔτε βασιλέως οὔτε στρατηγοῦ στῆναι παρακελευομένου καὶ μάχεσθαι ἢ κοινῇ τὴν ἐνεγκοῦσαν καταλαμβάνειν. 15 Ὃς γὰρ ἂν ἁλῷ ἐκκεντηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσὶ μαχαίρᾳ πεσοῦνται. Καὶ οἱ στῆναι (καὶ) πολεμῆσαι πειρώμενοι ὑπὸ τῶν πολεμικῶν ὅπλων δέχονται τῆς ζωῆς τὸ πέ(ρας). 16 Καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσι καὶ τὰς γυναῖκας αὐτῶν (ἕξ)ουσι καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν. Ἅπερ δεδράκασι πεί(σονται) καὶ ὠμαῖς τιμωρίαις παραδοθήσονται, ὠμότητι κατ' ἄλλων χρησάμενοι. [Εἶτα ἐπ]άγει τὴν τῶν πολεμίων προσηγορίαν· 17 Ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς (Μήδους) οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν. Οὐκ ἀνέξονται (χρή)ματα λαβόντες τὸν πόλεμον καταλῦσαι οὐδὲ φόρον ὑμῖν ἐπιθή(σουσιν) ἀλλ' ὄλεθρον ἐπάξουσι παντελῆ. 18 Τοξεύματα νεανίσκων συντρίψουσι (καὶ τὰ) τέκνα ὑμῶν οὐ μὴ ἐλεήσουσιν, οὐδὲ ἐπὶ τοῖς υἱοῖς σου φείσονται οἱ ὀφθαλ(μοὶ αὐτῶν). Τούς τε γὰρ παρ' ὑμῖν ἀριστεύοντας κατακοντίσουσι καὶ τὴν ἄωρον (ἡλικίαν ἀφειδῶς) κατασφάξουσιν. 19 Καὶ ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος (ὑπὸ βασι)λέων Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα· 20(οὐ κατοικη)θήσεται εἰς τὸν αἰῶνα χρόνον. Τῆς προτέρας φησὶ περιφανείας |120 a| γυμνωθήσεται καὶ ἐρημίᾳ παραδοθήσεται παντελεῖ, ὡς Σοδό(μοις καὶ Γομόρροις τὸ ταύτης) ἀπεικάζεσθαι πάθος. Οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν. (Ἐναντία δο)κεῖ πως εἶναι τὰ εἰρημένα· τὸ μὲν γὰρ ἀορίστως εἴρηται τὸ δὲ περιωρισμένως. Ἀλλὰ τὸ μὲν εἰς τὸν αἰῶνα χρόνον μὴ κατοικηθήσεσθαι ἀντὶ τοῦ· οὐκέτι βασιλέων κατοικητήριον ἔσται. Τὸ δέ· οὐ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, τουτέστιν οἰκήτορες, ἐπεὶ καὶ νῦν οἰκοῦσιν αὐτὴν ὀλίγοι τινές, οὔτε Ἀσσύριοι οὔτε Χαλδαῖοι ἀλλ' Ἰουδαῖοι. Οὐδὲ μὴ διέλθωσι δι' αὐτῆς Ἄραβες. Ἄραβας λέγει τοὺς παρ' ἡμῖν καλουμένους Σαρακηνούς, οἵτινες ἐμπορίας χάριν φοιτῶντες αὐτόσε τὰς ἀναγκαίας χρείας ἐκόμιζόν τε καὶ ἀντελάμβανον· Ἄραβας δὲ τοὺς Σαρακηνοὺς καὶ οἱ Παλαιστῖνοι καλοῦσιν. Τῆς δὲ τούτων ἐμπορίας καὶ ὁ μακά(ριος) μέμνηται Μωυσῆς· «Ἰδοὺ» γάρ φησιν «Ἰσμαηλῖται ἔμποροι.» Οὐδὲ ποιμένες (οὐ μὴ ἀναπαύσωνται) ἐν αὐτῇ. Τὴν ὑπερβολὴν τῆς ἐρημίας διὰ τούτων ᾐνίξατο. Εἰ δέ τι(ς καὶ τροπικῶς νοῆσαι) βούλεται τὸ ῥητόν, ποιμένας λέγει τοὺς βασιλέας δίκην ποιμνίων τοὺς ὑπηκό(ους διαναπαύοντας). Ἀλλὰ τούτων πάντων φησὶν ἡ Βαβυλὼν ἐξαπίνης ἔρημος ἔσται. 21 Καὶ ἀναπαύς(εται) ἐκεῖ θηρία. Καὶ τοῦτο δηλοῖ τὸ ἀοίκητον. Καὶ ἐμπλησθήσονται αἱ οἰκίαι αὐτῶν ἤχων. Ὅταν μηδεὶς ἀνθρώπων ὁ φ(θεγγόμενος) ᾖ μηδὲ ἵπποι χρεμετίζωσι μήτε βόες μυκῶνται μήτε ὄνοι βρομῶνται μήτε ἄλλος τις γίνηται κτύπ(ος), ἠχὴν εἰσδέχονταί τινα μόνην αἱ ἀκοαί· τοῦτο δὲ καὶ ἡμεῖς ὑπομένομεν νύκτωρ ἡσυχίας παντελο(ῦς γινομένης). Ἢ τοῦτο τοίνυν ὁ λόγος αἰνίττεται ἢ ὅτι διὰ τὴν ἐρημίαν ἀντηχεῖ τοῖς φθεγγομένοις τῶν οἰκιῶν τὰ (λείψανα). Καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται, 22καὶ ὀνοκένταυροι ἐκεῖ κατοι(κήσουσιν). Ἀσώματος μὲν ἡ τῶν δαιμόνων φύσις, ἐξαπατᾶν δὲ τοὺς ἀνθρώπους εἰωθότες ἀλλόκοτά τινα (τούτοις) ἐπιδεικνύουσι σχήματα. Ἀπὸ τοίνυν τῆς κατεχούσης παρὰ τοῖς ἀνθρώποις δόξης τέθεικε τὰ (ὀνόματα) καὶ καλεῖ ὀνοκενταύρους μὲν ἃς οἱ παλαιοὶ μὲν ἐμπούσας οἱ δὲ νῦν ὀνοσκ(ελίδας) προσαγορεύουσι, σειρῆνας δὲ τοὺς ταῖς παντοδαπαῖς καταθέλγοντας ἐξαπάταις. (Οἱ μέντοι Λοιποὶ) Ἑρμηνευταὶ ἀντὶ τῶν σειρήνων «στρουθοκαμήλους» τεθείκασιν. Καὶ νοσσοποι(ήσουσιν) ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῆς καὶ ἐν τοῖς ναοῖς τῆς σπατάλης αὐτῆς. (Καὶ τοῦτο) τὸ ζῷον φιλέρημον. Συνῆψε δὲ τῇ ἐρημίᾳ τῆς προτέρας ἀκρασίας τὴν μνήμην, (τὸ δίκαιον τῆς τιμωρίας) δεικνύς. Ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ. Ὀγδοήκοντα γὰρ καὶ ἑκατὸν χρό(νοι μέσον ἐγένοντο τῆς) προ(φητείας καὶ) τῆς ἐρημίας. Καὶ αἱ ἡμέραι αὐτῆς οὐ μὴ ἐφελκυσθῶσιν. (Οὐχ ὑπερβήσονται) τῆς (τιμωρίας) τὸν ὅρον. Οὕτω ταῦτα περὶ ἐκείνων προαγορεύσας προλέγ(ει καὶ τὴν Ἰουδαίων ἀνάκλησιν). Συνῆπται γὰρ τῇ πανωλεθρίᾳ τῶν Βαβυλωνίων ἡ Ἰουδαίων ἐλευθερία· (ἐν τῷ πρώτῳ γὰρ ἔτει) τῆς βασιλείας ὁ Κῦρος ἐπανελθεῖν τῶν Ἰουδαίων τοὺς δορυαλώτους ἐκέλευσεν· δῆλον (τοίνυν ὡς) εὐθὺς καταλύσας τὴν Βαβυλῶνα τούτοις τὴν ἐλευθερίαν ἀπέ(δωκεν. 141 Καὶ ἐλεήσει κύριος) τὸν Ἰακὼβ (καὶ) ἐκλέξεται ἔτι τὸν Ἰσραήλ, καὶ ἀναπαύσονται (ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γιώρας) προστεθήσεται πρὸς αὐτοὺς καὶ προστεθήσεται πρὸς τὸν Ἰακώβ. (Γιώρας τῇ Ἑλλάδι φωνῇ) ὁ προσήλυτος ἑρμηνεύεται· προσηλύτους (δὲ ἐκάλουν Ἰουδαῖοι τοὺς ἐκ τῶν ἐθνῶν προσιόντας |120 b| καὶ τὴν νομικὴν πολιτείαν) ἀσπαζομένους. 2 Καὶ λήψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, (καὶ κατακληρονο)μήσουσι καὶ πληθυνθήσονται. Συναπέστειλε γὰρ αὐτοῖς ὁ Κῦρος τοὺς μετὰ τιμῆς αὐτοὺς καὶ θεραπείας εἰς τὴν ἐνεγκοῦσαν ἀπάξοντας. Καὶ καταδιελοῦνται αὐτοὺς οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τῆς γῆς τοῦ θεοῦ εἰς δούλους καὶ δούλας. Περιγενόμενοι γὰρ τῶν πλησιοχώρων κατεδουλώσαντο αὐτοὺς καὶ ἐξανδραποδίσαντες δουλεύειν ἠνάγκασαν. Καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτοὺς καὶ κυριευθήσονται ὡς κυριεύσαντες αὐτῶν, Βαβυλώνιοι καὶ πάντες Ἀσσύριοι. 3 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ᾗ ἂν ἀναπαύσῃ σε κύριος ἀπὸ τῆς ὀδύνης σου καὶ τοῦ θυμοῦ καὶ τῆς δουλείας σου τῆς σκληρᾶς ἧς ἐδούλευσας αὐτοῖς, 4καὶ λήψῃ τὸν θρῆνον (τοῦτον ἐπὶ) τὸν βασιλέα Βαβυλῶνος. Ἡ τῶν πραγμάτων μεταβολὴ καὶ λόγων ἐργάζεται μεταβολήν. (Προλέγει τοί)νυν κἀνταῦθα ὁ θεῖος προφήτης ποίοις μετὰ τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον πρὸς ἀλλήλους (χρήσονται λόγοις τῶν) Βαβυλωνίων τραγῳδοῦντες τὸν ὄλεθρον. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; Φόρον ἀπῄτει βαρύτατον πάντας τοὺς ὑπηκόους ὁ Βαβυλώνιος· τῆς δὲ βασιλείας καταλυθείσης ἀπηλλάγησαν οἱ ἀρχόμενοι τοῦ δασμοῦ. 5 Συνέτριψε κύριος τὸν ζυγὸν τῶν ἁμαρτωλῶν καὶ τὸν ζυγὸν τῶν ἀρχόντων, 6πατάξας ἔθνος θυμοῦ πληγῇ ἀνιάτῳ, παίων ἔθνος θυμοῦ πληγῇ ἣ οὐκ ἐφείσατο. Ἐπὶ πλεῖον Ἀσσύριοι τῆς οἰκουμένης κρατήσαντες, ἡνίκα κατὰ τοῦ θεοῦ τῶν ὅλων ἐλύττησαν καὶ τὸν θεῖον νεὼν ἐνέπρησαν, τῆς βασιλείας ἐξέπεσον· ἀνίατον γὰρ πληγὴν τὴν κατάλυσιν τῆς βασιλείας ἐκάλεσε καὶ τὴν τῆς βασιλικῆς πόλεως ἐρημίαν. 7 Ἀνεπαύσατο πεποιθότως πᾶσα ἡ γῆ καὶ βοᾷ μετ' εὐφροσύνης. (Εὐφράνθ)ησαν ἅπαντες τῷ τῶν Βαβυλωνίων ὀλέθρῳ· θηριωδίᾳ γὰρ ὅτι πλείστῃ κατὰ πάντων ἐχρήσαντο. 8 Καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν ἐπὶ σοί, καὶ αἱ κέδροι τοῦ Λιβάνου ἐροῦσιν· Ἀφ' οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Λίβανόν τινες ἐνταῦθα τὴν Ἱερουσαλὴμ ᾠήθησαν ὀνομά(ζεσθαι· ἐγὼ) δὲ οἶμαι τοὺς κατὰ ἔθνος βασιλέας κέδρους κληθῆναι Λιβάνου, τοῦ τῆς βασιλείας (ὕψ)ους οὕτω τροπικῶς νοουμένου. 9 Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι ἐρχομένου σου. Εἴωθεν ἡ θεία (γραφὴ καὶ) προσωποποιίᾳ κεχρῆσθαι ὥστε σαφέστερον δεῖξαι τὰ πράγματα. Κἀντ(αῦ)θα τοίνυν τὸν θάνατον (οὐκ οὐσίαν ὄν)τα τινὰ ἀλλὰ πρᾶγμα συμβαῖνον ὡς ἐνυπόστατον εἰσάγει, ἔμψυχόν τε (καὶ) λογικ(όν, κατὰ τοῦ Βαβυ)λωνίων βασιλέως ἀγανακτοῦντα. Διήγειρε κατὰ σοῦ γίγαντας πάντας τοὺς ἄρ(ξαντας τῆς γῆς οἳ ἀνέστησαν) ἀπὸ τῶν θρόνων αὐτῶν. Πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν 10πάντες ἀ(ποκριθή)σονται (καὶ ἐροῦσίν σοι). [Ἅ]παντας συνήγαγέ φησι τοὺς περιφανεῖς καὶ περιβλέπτους .............................. τάς σου καὶ ἐπιτωθάζοντάς σου καὶ λέγοντας· Καὶ (σὺ) ἑάλως (ὥσπερ καὶ ἡμεῖς), ἐν ἡμῖν δὲ κατελογίσθης. 11Κατέβη εἰς ᾅδου ἡ δόξα σου (καὶ) ἡ πολλὴ εὐφροσύνη (σου. Ἐλέγχει δὲ διὰ τούτων ὁ) προφητικὸς λόγος τὸ ὑπερφυὲς αὐτοῦ καὶ ὑπέρογκον φρόνημα· (οὔ)τε γὰρ ἤλπισε τῷ θανάτῳ (παραδοθήσεσθαι, ἀλλ') ἐνόμισεν εἶναι διὰ τὴν πολλὴν δυναστείαν θεός. Διὸ καὶ τὰ λοιπὰ προστέθεικεν· (Ὑποκάτω σου στρώσουσι σῆψιν) καὶ τὸ κατακάλυμμά σου σκώληξ. Εἰς τὸν οὐρανόν φησιν ἀνελθεῖν προσδοκ(ήσας τῆς γῆς τὸν πυθμένα) κατέλαβες καὶ ἀντὶ τῆς πολυτελοῦς ἁλου(ργί)δος ἔχεις τῶν (σκωλήκων) τὸ κάλυμμα, |121 a| ἀντὶ (δὲ) τῆς μαλακῆς στρώμνης τὴν σηπεδ(όν)α καὶ τὸν δυσώ(δη) ἰχῶρα. 12 Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐραν(οῦ) ὁ ἑωσφόρ(ος ὁ πρω)ὶ ἀνατέλλων; Συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. Ἐπειδὴ τοῖς ἀλαζονικοῖς ἑπόμενος λογισμοῖς (εἰς τὸν) οὐρανὸν ἤλπισεν ἀναβήσεσθαι, ἑωσφόρον αὐτὸν καλεῖ οὐχ ὡς τοῦτο ἀληθῶς ὄντα ἀλλ' ὡς τοῦτο εἶναι φαντασθέντα. Καὶ δεῖξαι βουληθεὶς τὴν ἀθρόαν τῆς περιφανείας μεταβολήν, ἀπείκασεν ἑωσφόρῳ ἐκ τοῦ ο(ὐρανοῦ) εἰς τὴν γῆν πεσόντι. Εἶτα γυμνοῖ τὸν τῦφον τῶν λογισμῶν· 13 Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβής(ομαι, ἐπ)άνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν, 14ἀναβ(ήσομαι) ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. Ταῦτα ἡμᾶς καὶ ἡ προφητεία διδάσκει τοῦ Δανιήλ. Πρῶτον μὲν γὰρ καὶ τὴν (εἰκόνα ἐκείνην) τὴν παμμεγέθη τὴν χρυσῆν τεκτηνάμενος προσκυνεῖν αὐτὴν ἐκέλευσεν ἅπαντας, τὸ θεῖον σέβας ἁρπάζων· εἶτα τοῖς γε(νναίοις) ἐκείνοις ἔλεγεν ἀθληταῖς· «Τίς ἐστι θεὸς ὃς ῥύσεται ὑμᾶς ἐκ τῶν χειρῶν μου;» Ὄρος δὲ ὑψηλὸν εἶναι λέγεται βορρᾶθεν Ἀσσυρίων (καὶ Μήδων) ἀπὸ τούτων τὰ Σκυθικὰ διορίζον ἔθνη, πάντων τῶν κατὰ τὴν οἰκουμένην ὀρῶν ὑψηλότατον. Δι' ἐκείνου πάντως ὑπέλαβεν ὡς εἰκὸς (τῆς εἰς τὸν οὐρανὸν ἀνόδου) κατατολμήσειν. Ταῦτα δὲ οὐχ οὗτος μόνος ἐφαντάσθη ἀλλὰ καὶ ὁ τοῦτον ταῦτα διδάξας. Καὶ (τούτῳ μὲν κατὰ τύπον ἁρμόττει τῆς ἀλαζονείας) τὰ ῥήματα, κατ' ἀλήθειαν δὲ τῷ ἐκ τῶν οὐρανῶν ἀληθῶς ἐκπεπτωκότι καὶ τὴν τοῦ θεοῦ προσηγορίαν ἁρπάσαν(τι καὶ τῶν ἀνθρώπων τοὺς πλείστους ἐξαπατήσαντι). 15 Νῦν δὲ εἰς ᾅδου καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Ἀντὶ τοῦ· εἰς αὐτὸν τῆς γῆς τὸν πυθμένα. 16 Οἱ ἰδόντες σε θαυμάσονται ἐπὶ σοὶ καὶ ἐροῦσι (περὶ ς)οῦ· Οὗτος ὁ (ἄνθρωπος) ὁ παροξύνων τὴν γῆν. Τό· παροξύνων τὴν γῆν, ὁ μὲν Σύμμαχος «ὁ ταράξας τὴν γῆν» ἡρμήνευσεν, ὁ δὲ Ἀκύλας «ὁ κλονήσας τὴν γ(ῆν)«. Ὁ σείων βασιλεῖς, 17ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς πόλεις αὐτῆς καθελὼν τοὺς ἐν ἐπαγωγῇ οὐκ ἠλέησεν. Τὰς μὲν γὰρ πόλεις ἐξεπόρθησε, τὴν δὲ τούτων (ἐδῄωσε γῆν), τοὺς δὲ ἀνδραποδισθέντας φειδοῦς οὐκ ἠξίωσεν. Εἶτα προστίθησιν ὅτι οἱ μὲν ἄλλοι βασιλεῖς οἴκοι καθήμενοι τοῦ βίου τὸ (τέλος ἐδέξ)[αντο], 19 σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβ(δελυ)γμένος μετὰ πολλῶν τεθνηκότων ἐκ<κε>κεντημένων μαχαίρᾳ, καταβαινόν(των εἰς ᾅδου. Οὐδε)μία γὰρ ἔσται σοῦ καὶ τῶν ἄλλων διαφορά· παραπλησίως γὰρ τοῖς ἄλλοις ὁπλίταις ἐπὶ τῆς γῆς ἐρριμμένος οἰωνοῖς καὶ θηρίοις βορ(ὰ ἔσῃ). Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον 20οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός. Καὶ τὴν αἰτίαν διδάσκει· Διότι (τὴν γῆν) μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον. Πρὸς αὐτὴν λέγει τὴν βασι(λείαν, οὐ πρὸς τὸν) βασιλέα μόνον. Πῶς γὰρ οἷόν τε ἦν ἄνθρωπον ὄντα εἰς αἰῶνα βιῶναι; Ἀλλὰ τὴν τῆς βασιλείας προλέγει κατά(λυσιν. Λαὸν) δὲ αὐτοῦ τὸν Ἰσραὴλ ὀνομάζει καὶ τὴν γῆν αὐτοῦ ὡσαύτως τὴν ἐκείνου γῆν. Ἐκείνη γὰρ εἶχε τὸν θεῖον νεών. Τὰ γὰρ μ(ηδέπω αὐτὸν) ἔθνη ἐπεγνωκότα οὐκ ἂν αὐτοῦ κυρίως κληθείη λαός. Σπέρμα πονηρόν, 21ἑτοίμασον τὰ τέκνα σου σφ(αγῆναι ταῖς ἁμαρτίαις) τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι καὶ κληρονομήσωσι τὴν γῆν καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων. Ταῦτα πρὸς (αὐτὸν τὸν Ναβου)χοδονόσορ λέγει· οἱ γὰρ τὴν ἐκείνου διαδεξάμενοι βασιλείαν ὑπὸ Μήδων καὶ Περσῶν κατελύθησαν. Διδάσκει [ταῦτα] ἡμᾶς καὶ ἡ τοῦ θειοτάτου Δανιὴλ προφητεία· τοῦ γὰρ Βαλτάσαρ κατὰ τῶν ἱερῶν μανέντος σκευῶν [ἡ γραφὴ αὕτη ἐφάνη] ἐν τῷ τοίχῳ· «θεκὲλ φαρὲς μανή», εἶτα ἑρμηνεύων ὁ θεσπέσιος Δανιὴλ ἔφη· «Δοθ(ήσεται ἡ βασιλεία σου) Μ(ήδοις) καὶ Πέρσαις.» 22 Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει κύριος Σαβαώθ, καὶ ἀπολῶ α(ὐτῶν ὄνομα καὶ κατάλειμμα) καὶ σπέρμα, λέγει κύριος. Τουτέστιν· ὄλεθρον αὐτῶν καταψηφιοῦμαι παντελῆ. Εἶτα πάλιν [προλέγει τῆς Βαβυλῶνος τὴν] ἐρημίαν· 23 Ἔσται γάρ φησιν εἰς οὐθέν, καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν. Ἀντ(ὶ τοῦ· τῶν ἐπιφερομένων οὐκ ἀπαλλα)γήσεται συμφορῶν. Ἀπεικασθήσεται γὰρ τοῖς εἰς πηλοῦ βάραθρον ἐμπεπτωκόσι καὶ ἀνασπ(ασθῆναι μὴ δυνηθεῖσιν). Ἔστι μέντοι ἰδεῖν καὶ κατὰ τὸ ῥητὸν τὴν τῆς προφητείας ἀλήθειαν· τοῦ γὰρ Εὐφράτου (διῶρυξ μέσην αὐτὴν) διατέμνει, ἐκ δὲ ταύτης ἡ ἀρδεία πάσῃ τῇ περὶ αὐτὴν προσφέρεται χώρᾳ· τῶν γεωργούντων τοί(νυν ἀναιρεθέντων καὶ τῶν) ὑδάτων ὡς ἔτυχε φερομένων, πηλοῦ βάραθρον ἀναγκαίως ἐγένετο. Τά(δε λέγει κύριος Σαβαὼθ 24λέγων)· Ὃν τρόπον εἴρηκα οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι οὕτως ἔσται. Καὶ .................... |121 b| οὐδέν με πείσει μὴ ἐπιθεῖναι τοῖς εἰρημένοις τὸ πέρας. 25 Τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς καὶ ἐπὶ τῶν ὀρ(έ)ων μου, καὶ ἔσονται εἰς καταπάτημα. Καὶ ἐντεῦθεν δῆλον ὡς τοὺς αὐτοὺς καὶ Ἀσσυρίους καὶ Βαβυλωνίους καλεῖ. Πάλιν γὰρ τὸν Ναβουχοδονόσορ καταλιπὼν καὶ τοὺς ἐξ ἐκείνου φύντας καὶ τῆς βασιλείας ἐκπεπτωκότας ἐπὶ τὸν Σεναχηρὶμ ἐπανήγαγε τὸν λόγον· ἡ γὰρ ἐκείνου στρατιὰ πολιορκοῦσα τὴν Ἱερουσαλὴμ τὸν πολυθρύλητον ἐκεῖνον ὑπέμεινεν ὄλεθρον. Καὶ ἀφαιρεθήσεται ἀπ' αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων αὐτῶν ἀφαιρεθήσεται. Ζυγὸν τὴν δουλείαν καλεῖ· αὕτη γὰρ τοῖς ὑπηκόοις ζυγοῦ δίκην ἐπίκειται. 26 Αὕτη ἡ βουλὴ ἣν βεβούλευται κύριος ἐπὶ ὅλην τὴν οἰκουμένην, καὶ αὕτη ἡ χεὶρ <ἡ> ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη. Ἡ γὰρ Ἀσσυρίων καὶ Βαβυλωνίων κατάλυσις τῶν ἐθνῶν ἦν ἁπάντων παραψυχή, ἐπειδὴ κατὰ πάντων τῶν τὴν Ἀσίαν καὶ τὴν Αἴγυπτον οἰκούντων (εἶχον τὸ κράτος. Καὶ) οἱ τὴν Εὐρώπην δὲ οἰκοῦντες τὴν ἀθρόαν τούτων μανθάνοντες μεταβολὴν ὄνησιν ἐντεῦθεν ἐδέχοντο. 27 (Ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βε)βούλευται, τίς διασκεδάσει; Καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει; Τοῦτο καὶ διὰ τοῦ μακαρίου Μωυσέως ἔφη· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν) ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» Ἐνταῦθα συμπεράνας τὴν κατὰ Βαβυλῶνος πρόρρησιν πρὸς τοὺς Ἀλλοφύλους τρέπει τὸν λόγον. Τοὺς δὲ Ἀλλοφύλους Φυλιστιὶμ ἡ Ἑβραία φωνὴ καλεῖ, ἐξελληνιζόμενον δὲ τὸ ὄνομα τὴν Παλαιστίνην δηλοῖ. Τούτους οἱ Ἑβδομήκοντα Ἀλλοφύλους καλοῦσιν ὡς γειτονεύοντας μὲν τοῖς Ἰουδαίοις, ἀλλογενεῖς δὲ ὄντας καὶ κατὰ τὴν συγγένειαν Ἰουδαίοις οὐ κοινωνοῦντας. Φησὶ τοίνυν ὁ προφητικὸς λόγος· 28 Τοῦ ἔτους οὗ ἀπέθανεν ὁ Ἄχαζ ὁ βασιλεὺς ἐγενήθη τὸ ῥῆμα τοῦτο. Διὰ τούτων ἐσήμανε τὸν τῆς προφητείας (καιρόν). 29 Μὴ εὐφρανθείητε πάντες Ἀλλόφυλοι, ὅτι συνετρίβη ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς. Δυσσεβὴς ὁ Ἄχαζ γενόμενος τῆς (θείας ἐπ)ικουρίας οὐκ ἔτυχεν. Τούτου χάριν εὐχείρωτος πᾶσι τοῖς πλησιοχώροις ἐγένετο, καὶ οὐ μόνον αὐτὸν αἱ δέκα φυλαὶ μετὰ τῶν Σύρων (κατεπολέμ)ησαν, ἀλλὰ καὶ Ἀλλόφυλοι πρὸς τοῖς ἄλλοις πολλὰς αὐτοῦ πόλεις καὶ κώμας διήρπασαν. Ἥσθησαν δὲ ὅμως τούτου μεμαθηκότες τὴν τελευτήν, (πάσας ἐλπίσα)ντες λήψεσθαι τῶν Ἰουδαίων τὰς πόλεις. Τούτοις ὁ προφητικὸς παρακελεύεται λόγος μὴ ἡσθῆναι, ὡς τῆς καταγω(νιζομένης) αὐτοὺς βασιλείας παντελῶς καταλυθείσης διὰ τὴν τοῦ Ἄχαζ ἀσέβειαν. Ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα (ἀσπίδων), καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι. Ὁ θαυμάσιος Ἐζεκίας εὐσεβὴς γενόμενος καὶ τῆς θείας διὰ (τοῦτο ῥοπῆς) ἀπολαύσας ἔπαυσε τὴν τῶν Ἀλλοφύλων θρασύτητα. Τοῦτον ἔκγονα ἀσπίδων καλεῖ οὐχ ὡς τὴν ἐκείνων πονηρίαν (μιμούμενον ἀλλ') ὡς τοῖς Ἀλλοφύλοις τοιαύτην ἐπενεγκόντα πληγήν. 30 Καὶ βοσκηθήσονται πτωχοὶ διὰ κυρίου, πένητες (δὲ ἄνθρωποι) ἐπ' εἰρήνης ἀναπαύσονται. Οἱ νῦν φησι παρ' ὑμῶν ὡς εὐτελεῖς καταφρονούμενοι Ἰουδαῖοι ὑπὸ τοῦ θεοῦ ποιμανθή(σονται καὶ) τῶν (ἐπ)ιόντων ἀπαλλαγήσονται λύκων καὶ ἐν εἰρήνῃ διατελέσουσιν. Σημαίνει δὲ διὰ τούτων τὴν τῶν Ἀσσυρίων ἀπαλλαγήν. (Ἀνελεῖ δὲ λιμῷ) τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. Ἐνδείᾳ σε καὶ λιμῷ κατατήξει καὶ (τῷ οἰκτίστ)ῳ (παραδώσει θανάτῳ. Διὰ δὲ) τούτων τὴν πολιορκίαν σημαίνει τὴν ὑπὸ Βαβυλωνίων γεγενημένην. Δηλοῖ δὲ καὶ τὰ ἑξῆς· 31 (Ὀλολύζ)ετε πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ Ἀλλόφυλοι πάντες, ὅτι καπνὸς (ἀπὸ βορρᾶ ἔρχεται καὶ) οὐκ ἔ<ς>τι τοῦ μεῖναι ἐν τοῖς συντεταγμένοις αὐτοῦ. Αἱ πύλαι οὔτε λογικαί εἰσιν οὔτε (ἔμψυχοι· διὰ) τῶν πυλῶν τοίνυν τοὺς ἐπὶ τῶν πυλῶν ἑστῶτας καὶ τὰ ἐπιόντα κακὰ θρηνοῦντας αἰνίττεται. Καπνὸν (δὲ ἀπὸ βορρᾶ ἐρχόμενον) τὸν Ἀσσύριον λέγει, οὗ ἐπιόντος οὐδεὶς ἀντιπαρατάξεται· τοὺς γὰρ συντεταγμένους διαλύσει (τὸ δέος. 32 Καὶ τί) ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; Ὅτι κύριος ἐθεμελίωσε τὴν Σιών, καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ αὐτοῦ. |122 a| Ἀλλὰ πάντων ὑμῶν ἁλισκομένων ἡ Σιὼν ἀπονητὶ περιέσται τῶν πολεμούντων, καὶ δι' αὐτῶν μαθήσεσθε (τῶν πραγμάτων ὡς ὁ τῶν) ὅλων αὐτῆς κύριος προμηθεῖται καὶ τῶν ἐπιόντων αὐτὴν ἀπαλλάττει κακῶν διὰ τὴν τῶν οἰκητόρων εὐσέβειαν. Οὕτω συμπ[εράνας] καὶ τῶν Ἀλλοφύλων τὴν πρόρρησιν Μωαβίταις προλέγει τὰ ἐσόμενα· 151 Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Νύκτα καλεῖ ὡς οἶμαι τῶν συμβησομένων τὴν ἄγνοιαν ἢ τῆς ἀσεβείας τὸν ζόφον. Εἰκὸς (δὲ καὶ ἐν νυκτὶ) γενέσθαι τὴν τῆς πόλεως ἅλωσιν. Μωαβῖται δὲ ἀπὸ τοῦ Λὼτ τὸ γένος κατάγουσιν· μητρόπολιν δὲ εἶχον τὴν νῦν καλουμένην Χα(ραχμωβάν). 2 Λυπεῖσθε ἐφ' ἑαυτοῖς. Ἀπολεῖται δὲ καὶ Δεβών, οὗ ὁ βωμὸς ὑμῶν ᾠκοδομήθη. Δεβὼν πόλις ἦν καὶ αὐτὴ ὑπ' ἐκείνην τελοῦσα· Χαμὼς δὲ τῶν Μωαβιτῶν τὸ εἴδωλον ᾧ τὸν βωμὸν ᾠκοδόμησαν. Ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαῦ καὶ Μηδαβὰ τῆς Μωαβίτιδος. Πόλεις ἦσαν καὶ αὗται· ἡ δὲ Μηδαβὰ κώμη νῦν ἐστι τῆς Ἀραβίας μεγίστη. Λέγει δὲ αὐτοὺς παρὰ τὸν βωμὸν κλαίειν κωμῳδῶν αὐτῶν τὰς ἀνοήτους θυσίας. Εἶτα ὀλολύζειν παρακελεύεται καὶ τῷ κομμῷ τοὺς βραχίονας αἱμάττειν καὶ τῇ τοῦ σάκκου περιβολῇ δεικνύ(ναι) τὸ πένθος καὶ ἐν οἰκίαις καὶ ἐν ἀγυιαῖς ὀλοφύρεσθαι ὡς τῆς Ἐσεβὼν καὶ τῆς Ἐλεηλὰ ἀναστάτων γεγενημένων καὶ μέχρι τῆς Ἰασὰ διαδραμόντος τοῦ θρήνου. 4 Διὰ τοῦτο ἡ ὀσφῦς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται, 5ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν ἑαυτῇ ἕως Σηγώρ. Διὰ τῆς ὀσφύος τὴν δειλίαν ἐδήλωσε, διὰ δὲ τῆς ψυχῆς καὶ τῆς καρδίας τὸ πένθος. Ἐπειδὴ γὰρ ἡ ὀσφῦς δέχεται τὴν ζώνην, ἡ ἐκείνης λύσις τὴν δειλίαν δηλοῖ, ἐπεὶ καὶ τὴν ἀνδρείαν πάλιν δι' ἐκείνης σημαίνει. «Ζῶσαι» γάρ φησιν «ὡς ἀνὴρ τὴν ὀσφῦν σου», καὶ πάλιν· «Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι», καὶ ἑτέρωθι· «Ζωσάμενοι τὰς ὀσφύας ὑμῶν ἐν ἀληθείᾳ». Ἕως δὲ τῆς Σηγὼρ ἔφη διελθεῖν τὴν τοῦ θρήνου βοήν. Δάμαλις γάρ ἐστι τριετής. Τὸ ἄτακτον αὐτῆς διὰ τούτων ᾐνίξατο· θρασεῖα γὰρ καὶ ἄτακτος ἡ τοιαύτη δάμαλις. Ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουὶθ κλαίοντες ἀναβήσονται πρὸς σὲ ἐν τῇ ὁδῷ Ἀρωνιείμ. Τόπων καὶ ταῦτα ὀνόματα δι' ὧν λέγει παραγίνεσθαι τοὺς τὰ λυπηρὰ προσημαίνοντας. Εἶτα παρακε(λεύεται) αὐτῇ βοᾶν καὶ ὀδύρεσθαι τὸν τῶν πόλεων ὄλεθρον καὶ τὴν τῶν πραγμάτων μεταβολήν, καὶ ὅτι 6 Τῆς Νεμερὴξ τὸ (ὕδωρ ξηραν)θήσεται καὶ ὁ χόρτος πᾶς ἐκλείψει. Δυνατὸν δὲ καὶ τροπικῶς ταῦτα νοῆσαι καὶ χόρτον χλωρὸν καὶ ὕδωρ ἀναβλύ(ζον) τὴν εὐημερίαν καλέσαι· εἰκὸς δὲ καὶ ταῦτα οὕτω συμβῆναι. Εἶτα ἀπειλεῖ καὶ τῶν Ἀράβων τὴν παρεμβολήν· Ἄραβας δὲ κἀνταῦθα (τοὺς Ἰσμα)ηλίτας καλεῖ. 8 Συνῆψε γὰρ ἡ βοὴ τοῦ ὁρίου τῆς Μωαβίτιδος τῇ Ἀγαλιίμ, καὶ ὀλολυγμὸς (αὐτῆς) ἕως τοῦ φρέατος τοῦ Ἐλίμ. Πᾶσά φησι πόλις τὰ οἰκεῖα θρηνήσει κακὰ καὶ οἷά τις συναυλία θρήνων γενήσεται. Ἔπειτα προλέγει τῶν ἀναιρουμένων τὸ πλῆθος· τοσοῦτον γάρ φησιν ἔσται ὡς καὶ τὸ ὕδωρ τὸ Ῥεμμὼν κραθήσεσθαι τῷ αἵματι (τῶν) Ἀράβων ἐπιόντων καὶ τὸν φόνον ἐργαζομένων. 9 Καὶ ἀρῶ τὸ σπέρμα Μωάβ, καὶ Ἀριὴλ καὶ τὸ κατάλοιπον Ἀδαμά. 161 Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν. Ἀριὴλ ἡ νῦν καλουμένη Ἀρεόπολις, Ἀδαμὰ δὲ ἄλλη τις ἦν ὁμώνυμος τῇ πάλαι μετὰ τῶν Σοδομιτῶν δεξαμένῃ τὸν ὄλεθρον. Τοὺς ἐκ τούτων αἰχμαλώτους εἰς γῆν κύπτειν (ἠναγκασμένους) τοῖς ἐπὶ γῆς ἕρπουσιν εἰκότως ἀπείκασεν. Μὴ πέτρα ἔρημός ἐστι (τὸ ὄρος) τῆς θυγατρὸς Σιών; Οὐκ ἐπετώθαζές (φη)σι τῇ Ἱερουσαλήμ, ὄ(ρος) αὐτὴν ἀποκαλοῦσα ξηρόν; Μάθε τοίνυν διὰ τῶν πραγμάτων ὡς ἐκείνη μὲν τοῦ Ἀσσυρίου τὰς χεῖρας διέφυγε, μᾶλλ(ον δὲ τὴν ἐκείνου) κατηνάλωσε στρατιάν, σὺ δὲ 2 ἔσῃ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος. Ὥσπερ γὰρ οἱ τῶν γεγεννηκότων ἔρ(ημοι νεοττοὶ) εὐχείρωτοι λίαν εἰσίν, οὕτω καὶ σὺ εὐάλωτος ἔσῃ, τῆς ἐμῆς προνοίας οὐκ ἀπολαύουσα. Ἔπειτα δὲ Ἀρνὼν π(λείονα 3βουλεύου· μείζοσι γὰρ) καὶ σὺ περιβληθήσῃ κακοῖς. Καὶ ποιεῖτε σκέπην αὐτοῖς πένθους διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ (φεύγουσιν, ἐξέστησαν)· Μὴ ἀχθῇς. Ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσι κυρίως μὲν οἱ τὸ ἀληθινὸν φῶς ἰδεῖν οὐκ ἐθέ(λοντες) (ἀλλὰ τὸ σκότος) τῆς ἀγνοίας τοῦ φωτὸς προτιμῶντες· εἴποι δ' ἄν τις καὶ τοὺς ἐν συμφοραῖς ὄντας σκότος ὁρᾶν ἐν μεσημ(βρίᾳ). (Ὁ δὲ Θεοδοτίων) τό· ἐξέστησαν μὴ ἀχθῇς, σαφέστερον ἡρμήνευσεν· «Μεταναστεύοντά» φησι «μὴ ἀποκαλύψῃς», ὁ δὲ (Σύμμαχος· «Ἀνάστατον) μὴ ἀποδιώξῃς.» Ἐπειδὴ γὰρ οἱ Μωαβῖται φεύγοντες πρὸς τὴν Ἀρνὼν κατέφευγον, παρα(κελεύεται αὐτῇ) ὑποδέξασθαι καὶ μὴ ἀποδιῶξαι τούτους, ὠφεληθήσῃ γὰρ ἐκ τούτων. Τοῦτο γὰρ τὰ ἑξῆς (διδάσκει)· |122 b| 4 Παροικήσουσί σοι οἱ φυγάδες Μωάβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου. Ἔρημος εἶ φησι τῶν βοηθούντων· ἐὰν δὲ τούτους ὑποδέξῃ, ἔσονταί σοι ἐπίκουροι. Εἶτα προλέγει καὶ τοῦ Ἀσσυρίου τὸν ὄλεθρον· Καὶ ὁ ἄρχων ἀπολεῖται ὁ καταπατῶν τὴν γῆν. Καὶ διδάσκων καὶ ποῦ ἀπώλετο καὶ τίνος χάριν ἀπώλετο, ἐπιφέρει· 5 Καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ' αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ κρίνων καὶ ἐκζητῶν κρίσιν καὶ σπεύδων ἐπὶ δικαιοσύνην. Περὶ τοῦ Ἐζεκίου ταῦτά φησιν· περὶ τούτου γὰρ καὶ ἡ τετάρτη τῶν Βασιλειῶν καὶ ἡ δευτέρα τῶν Παραλειπομένων φησὶν ὅτι «ἐπορεύθη ἐν τῇ ὁδῷ κυρίου ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ· οὐκ ἐξέκλινε δεξιὰ ἢ ἀριστερά.» Εἶτα τοῦ Μωὰβ τὴν ἀλαζονείαν ἐκτραγῳδεῖ· 6 Ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστής ἐστι σφόδρα· τὴν ὑπερηφανείαν αὐτοῦ ἐξῆραν καὶ ἡ ὕβρις αὐτοῦ καὶ ἡ μῆνις αὐτοῦ. Ὑπερηφανείαν μὲν τὴν κατὰ τοῦ θεοῦ λέγει, ὕβριν δὲ καὶ μῆνιν τὴν κατὰ τοῦ λαοῦ· τούτους γὰρ ἐξύβριζον καὶ τούτοις ἐμνησικάκουν. Εἶτα ἐπιφέρει· Οὐχ οὕτως ἡ μαντεία σου, 7οὐχ οὕτως. Ἕτερά φησι προὔλεγόν σοι οἱ τῶν δαιμόνων χρησμοί, τἀναντία δὲ ἐκείνων ἑώρακας. Ἡγοῦμαι δὲ τὸν προφήτην καὶ τῆς τοῦ Βαλαὰμ αὐτοὺς ὑπομιμνῄσκειν προρρήσεως, ὡς ὁ ἐξ Ἰσραὴλ ἀνίσχων «θραύσει ἀρχηγοὺς Μωάβ». Εἶτα πάλιν τούς τε θρήνους αὐτοῦ διέξεισι, καὶ τὸ ἀσθενὲς αὐτοῦ καὶ τὸ σφαλερὸν κωμῳδεῖ· τοῖχον γὰρ ὀστράκινον τὸ εὐάλωτον αὐτοῦ καλεῖ. Προλέγει δὲ καὶ τῆς γῆς τὴν δῄωσιν καὶ τῆς σπειρομένης τὴν ἀκαρπίαν καὶ τῆς πεφυτευμένης τὴν ἐρημίαν, καὶ παρακελεύεται τοῖς τὰ ἔθνη καταπίνουσιν Ἀσσυρίοις καταπατῆσαι τὰς ἀμπέλους, καὶ οἷόν τινας ὅρους αὐτοῖς τιθεὶς παρεγγυᾷ ἕως Ἰαζὴρ συνάψαι τὸν πόλεμον. Εἶτα τῶν φυγάδων διηγεῖται τὸν πλάνον· οἱ μὲν γάρ φησιν ἐν τῇ ἐρήμῳ ἀλῶνται, οἱ δὲ καὶ τὴν Ἐρυθρὰν διέβησαν Θάλασσαν. Ἀναμιμνήσκει δὲ καὶ δὶς καὶ τρὶς τῶν αὐτῶν, τῆς ἀμπέλου Σαβαμὰ καὶ τῶν δένδρων Ἐσεβὼν καὶ Ἐλεηλά, δεικνὺς τὴν τῆς προφητείας ἀλήθειαν. 9 Ὅτι ἐπὶ τῷ θερισμῷ καὶ τῷ τρυγητῷ σου κατάλεγμα καταπατούντων ἔπεσεν. Οὐκέτι γὰρ σὺ τὰ ἐπιλήνια ᾄσματα ἐρεῖς, ἀλλ' ἄλλοι σε καταπατοῦντες τὸ πολεμικὸν ᾄσονται μέλος· τῆς δὲ τῶν ἀμπελώνων εὐφροσύνης οὐκ ἀπολαύσεις. 11 Διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡς τεῖχος ὃ ἐνεκαίνισας. Ὁ δὲ Σύμμαχος οὕτως· «Ἡ κοιλία μου τῷ Μωὰβ ὡς ψαλτήριον ἠχήσει καὶ τὰ ἐντός μου τῷ τείχει τῷ ὀστρακίνῳ.» Ταύτην φησὶ τὴν προφητείαν ὄργανον τοῦ παναγίου γενόμενος πνεύματος τῷ Μωὰβ οἷόν τινα ἠχὴν κιθάρας προσήνεγκα καὶ τῷ τείχει ὃ ἀσφαλείας εἵνεκα κατεσκεύασας. 12 Καὶ ἔσται ἐν τῷ τραπῆναί σε ὅτι κοπιάσει Μωὰβ ἐν τοῖς βουνοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνωνται ἐξελέσθαι αὐτήν. Δι' αὐτῶν μαθήσῃ τῶν πραγμάτων τὴν τῶν εἰδώλων ἀσθένειαν· μετὰ γὰρ τὰς πολλὰς ἑκατόμβας καὶ χιλιόμβας τῆς παρ' αὐτῶν συμμαχίας οὐ τεύξῃ. 13 Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν ὁ κύριος ἐπὶ Μωὰβ ὁπότε καὶ ἐλάλησεν. Ταῦτά φησιν ὁ προφήτης οὐκ ἐγὼ προ(εῖπο)ν ἀλλ' αὐτὸς ὁ τῶν ὅλων θεός. 14 Καὶ νῦν ἐλάλησε κύριος λέγων· Ἐν τρισὶν ἔτεσι μισθωτοῦ ἀτιμα(σθήσετ)αι (ἡ) δόξ(α Μωὰ)β ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ καὶ καταλειφθήσεται ὀλιγοστὴ καὶ οὐκ ἔντιμος. Φιλάνθρωπος (ἡ ψῆφος)· τρισὶ γὰρ ἔτεσι περιώρισε τὴν τιμωρίαν καὶ μισθωτῷ ἀπείκασε τὸν ὡρισμένον ἀναμένοντι χρόνον καὶ (ψυχαγωγου)μένῳ (τῇ ἐλ)πίδι τοῦ τέλους. Μετὰ μέντοι τὸν ὡρισμένον χρόνον οὐ τὴν παλαιὰν αὐτῇ ἐπαγγέλλεται εὐπραξίαν (ἀλλ') (ὀλίγους οἰκήτορας) καὶ τούτους οὐκ ἄρχοντας· καταλειφθήσεται γὰρ ὀλιγοστὴ καὶ οὐκ ἔντιμος. Ταῦτα (τοίνυν εἰδότες ἐξι)λεωσώμεθα τὸν κριτὴν τῇ τῶν ἐντολῶν αὐτοῦ φυλακῇ καὶ προφθάσωμεν (τὸ πρός)ωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα διαφύγωμεν αὐτῶν τῶν λυπηρῶν τὴν πεῖραν καὶ (ὑπ' αὐτοῦ κυ)βερνώμενοι τόν τε παρόντα ἐξ οὐρίων διαπλεύσωμεν βίον καὶ εἰς τοὺς ἀπηνέμους (αὐτοῦ κα)θορμίσωμεν λιμένας ἀνυμνοῦντες αὐτὸν καὶ τὸν μονογενῆ υἱὸν αὐτοῦ καὶ (τὸ πανά)γιον πνεῦμα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg008.local001/.
