# Commentaria in Isaiam 8.1

Theodoretus, Commentaria in Isaiam, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/commentaria-in-isaiam/8.1

ΤΟΜΟΣ Ηʹ Ἐν τοῖς ἔναγχος ἑρμηνευθεῖσι τὰ κατὰ τὴν Ἱερουσαλὴμ προθεσπίσας καὶ τῶν ἱερῶν ἀποστόλων προαγορεύσας τὸ κήρυγμα, τὰ συμβησόμενα ταῖς δέκα προλέγει φυλαῖς· 281 Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ. Μισθωτοὺς Ἐφραὶμ τοὺς ἐπικούρους λέγει, τὴν Δαμασκὸν καὶ τοὺς ἄλλους Σύρους· τούτους γὰρ ἀεὶ κατὰ τῆς Ἱερουσαλὴμ ἐμισθοῦντο. Στέφανον δὲ ὕβρεως τὴν ἀλαζονικὴν καλεῖ αὐτῶν βασιλείαν· καὶ τοῦ θεοῦ γὰρ ἀπέστησαν καὶ κατὰ τῶν ἀδελφῶν ἐφρόνουν μέγα. Οὕτω δὲ καὶ ὁ Σύμμαχος ἔφη· «Οὐαὶ στέφανος ὑπερηφανίας.» Τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου. Ἄνθος δόξης ἐκπεσὸν τὴν ἐξ <εὐ>ημερίας εἰς κακοπραγίαν μεταβολὴν ὠνόμασεν, κορυφὴν δὲ ὄρους παχέος τὸν Ἀσσύριον ἡγοῦμαι καλεῖσθαι διά τε τὸ ὕψος τῆς βασιλείας καὶ τὴν τῆς καρδίας παχύτητα, μέθην δὲ ἄνευ οἴνου τὴν τῶν εἰδώλων μανίαν. 2 Ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν παρὰ κυρίου ὁ θυμὸς κυρίου καὶ ὀργὴ ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη, ὡς ὕδατος πολλοῦ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυσιν ταῖς χερσὶ 3καὶ τοῖς ποσίν. Τοῦ θεοῦ τὴν ὀργὴν ἀπεικάζει χαλάζῃ σφο[δρο]τάτῃ κατά τινων φερομένῃ σκέπην οὐδεμίαν ἐχόντων καὶ χειμάρρῳ μεγίστῳ πλημμυροῦντι καὶ τὴν παρακειμένην παρασύροντι γῆν καὶ μὴ συγχωροῦντι μήτε τοῖς ποσὶ τῶν ἐμπιπτόντων στῆναι μήτε ταῖς χερσὶ διαν[ή]ξασθαι. Καὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ. Τουτέστιν οἱ ἐπίκουροι αὐτοῦ, ἐφ' οἷς ἐφρόνει μέγα. 4 Καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης αὐτοῦ ἐπ' ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομον σύκου· ὃ ὁ ἰδὼν αὐτό, πρὶν ἢ εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν αὐτό, θελήσει αὐτὸ καταπιεῖν. Τοῦ Σαλμανάσαρ ἐπελθόντος ταῖς δέκα φυλαῖς καὶ μέντοι καὶ τοῦ Σεναχηρὶμ ὕστερον, διέφυγόν τινες τὸν ἀνδραποδισμὸν ἐν τοῖς ὄρεσι λαθόντες, μετὰ δὲ τὴν τῶν πολεμίων ἀναχώρησιν ἐν μέρει τινὶ τῆς οἰκείας ᾤκησαν χώρας. Ταύτης ἦν καὶ ἡ Γαλιλαία· τῶν δέκα γὰρ ἦν αὕτη φυλῶν· «Χώρα» γάρ φησι «Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, Γαλιλαία τῶν ἐθνῶν.» Ἐκ ταύτης ἦν τῆς χώρας ὁ ἱερὸς τῶν ἀποστόλων χορός. Προλέγει τοίνυν ὡς ἀξιέραστοι πᾶσιν ἔσονται ὡς σῦκον πρώιμον ὅπερ λίαν ἐστὶ τοῖς θεωμένοις ἐπέραστον. 5 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι τοῦ λαοῦ αὐτοῦ. Τὸν ἀποστολικὸν ὑποδείξας χορὸν τὸν τούτων ὑποδείκνυσι δεσπότην· οὗτος γάρ φησι τὸν τῆς ὕβρεως στέφανον καταλύσας αὐτὸς ἔσται στέφανος δόξης τοῖς καταλειφθεῖσι τοῦ λαοῦ αὐτοῦ. Δόξα γὰρ τῶν πεπιστευκότων Ἰουδαίων μεγίστη τὸ ἐξ αὐτῶν βλαστῆσαι κατὰ σάρκα τὸν κύριον. 6 Καταλειφθήσονται γὰρ ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων ἀνελεῖν. Αὐτὸς γὰρ κωλύσας ἀναιρεθῆναι πάντας, ἐνίους ἐφύλαξε προορῶν ἅπαντα ὡς θεὸς καὶ κρίνων δικαίως. Τὸ δέ· ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, ταύτην ἔχει τὴν διάνοιαν· καὶ τότε φησὶν ἔκρινεν αὐτοὺς σῶσαι καὶ πάλιν αὐτοὺς ἑτέρᾳ κρίσει φυλάττει. 7 Οὗτοι γὰρ οἴνῳ πεπ(λανη)μένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸ σίκερα, κατεπόθησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα, ἐπλανήθησαν· τοῦτό ἐστι τὸ φάσμα. Τρυφὴν αὐτῶν καὶ ἀσωτίαν κατηγορεῖ καὶ ταύταις τῶν ἄλλων κακῶν ἀνατίθησι τὴν αἰτίαν· τὸ δὲ καὶ χαλεπώτατον, ὅτι καὶ οἱ ἱερεῖς ταύτην τὴν νόσον ἐδέξαντο. Προφήτας δὲ τοὺς ψευδοπροφήτας καλεῖ. Σίκερα δὲ οἱ Λοιποὶ Ἑρμηνευταὶ «μέθυσμα» εἰρήκασιν· ἐγὼ δὲ οὐχ ἡγοῦμαι τὸ ἀπὸ τῶν φοινίκων κατασκευαζόμενον πό[μα] νῦν ὀνομάζεσθαι σίκερα ἀλλὰ τὸν ἡδύσμασι κεκραμένον οἶνον. Τὸ μέντοι φάσμα οὕτως ὁ Θεοδοτίων ἡρμήνευσεν· «Ἠγνόησαν ἐν τῇ μέθῃ, ἠσωτεύθησαν ὑπερόγκως»· καὶ οἱ Ἑβδομήκοντα δὲ διὰ τοῦ φάσματος [παραπ]αίοντας αὐτοὺς ἀπὸ τῆς μέθης ὑπέδειξαν. 8 Ἀρὰ ἔδεται τὴν βουλὴν ταύτην· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλε(ονεξίας). Βουλὴν τὴν αἵρεσιν τῆς γνώμης ἐκάλεσεν, ἀρὰν δὲ τὴν τιμωρίαν. 9 Τίνι ἀνηγγείλαμεν κακὰ ἢ τί(νι |134 b| ἀν)ηγγείλαμεν ἀγγελίαν; Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ. 10Θλῖψις ἐπὶ θλῖψιν, προσδέχου <προσδέχου> ἔτι μικρόν· ἐλπὶς ἐπ' ἐλπίδι ἔτι μικρόν. Ἐπειδὴ οἱ διακρίνειν εἰδότες τῶν ἡμετέρων οὐκ ἀκούουσι θεσπισμάτων, τοῖς ἄρτι τοῦ γάλακτος ἀπαλλαγεῖσι τῶν κακῶν τὰς προρρήσεις προσφέρομεν. Τὸ δέ· ἔτι μικρὸν ἔτι μικρόν, τὴν μετ' ὀλίγον ἐσομένην ἔφοδον τῶν πολεμίων ᾐνίξατο· τὸ δέ· ἐλπὶς <ἐπ'> ἐλπίδι, τὴν ἐπάλληλον τῶν κακῶν προσδοκίαν σημαίνει. 11 Διὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας λαλήσουσι τῷ λαῷ τούτῳ 12λέγοντες αὐτοῖς· Τοῦτο ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο σύντριμμα, καὶ οὐκ ἤθελον ἀκούειν. Γλῶσσαν ἑτέραν καλεῖ τὴν παραβολικὴν καὶ τροπικὴν τῶν προφητῶν διδασκαλίαν, φαυλισμὸν δὲ χειλέων τοὺς παρ' αὐτῶν κατὰ τῶν προφητῶν γινομένους ψόγους. Ἐπειδὴ γὰρ τὰ σαφῶς λεγόμενα διέπτυον, συγκεκαλυμμένην αὐτοῖς καὶ παραβολικὴν προφητείαν προσέφερον, ἵνα ἐρευνᾶν τὸ τῶν λεγομένων ἀναγκαζόμενοι βάθος τὴν ἐντεῦθεν ὠφέλειαν καρπώσωνται. 13 Καὶ ἔσται αὐτοῖς τὸ λόγιον κυρίου· θλῖψις ἐπὶ θλῖψιν, ἐλπὶς ἐπ' ἐλπίδι ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευθῶσι καὶ πέσωσιν εἰς τὰ ὀπίσω καὶ συντριβήσονται καὶ κινδυνεύσουσι καὶ ἁλώσονται καὶ πεσοῦνται. Ἐπειδὴ γὰρ οὐκ ἐβουλήθησάν τινα ὄνησιν ἀπὸ τῶν θείων λογίων καρπώσασθαι, δρέψονται θλῖψιν ἐπὶ θλῖψιν καὶ κακῶν προσδοκίαν διηνεκῆ καὶ τῶν προσδοκωμένων χαλεπῶν τὴν πεῖραν. Οἶμαι δὲ καὶ τοὺς λογισμοὺς αὐτῶν τὸν προφητικὸν αἰνίττεσθαι λόγον· ἤλπιζον γὰρ ἀπαλλαγήσεσθαι τῶν κακῶν καὶ ἔλεγον πρὸς ἀλλήλους· Ἔτι μικρὸν ἔτι μικρὸν καὶ λύσις ἔσται τῶν ἀλγεινῶν. Τοῦτο δὲ καὶ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «Οὐκ ἠθέλησαν ἀκοῦσαι, ἀλλ' ἐγένετο αὐτοῖς ὁ λόγος κυρίου ἐντολὴ οὐκ ἐντολή, ἐντολὴ οὐκ ἐντολή, προσδοκία οὐ προσδοκία, προσδοκία οὐ προσδοκία, μικρὸν ἔτι μικρόν.» Τὴν ἀπιστίαν αὐτῶν διὰ πάντων ᾐνίξατο καὶ τὴν τῆς γνώμης διχόνοιαν· ποτὲ μὲν γὰρ τὰ θεῖα λόγια ὡς ἐντολὴν τοῦ θεοῦ κατεδέχοντο, ποτὲ δὲ αὐτῶν διέπτυον ὡς οὐκ ὄντων θείων. 14 Διὰ τοῦτο ἀκούσατε λόγον κυρίου, ἄνδρες τεθλιμμένοι καὶ οἱ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλήμ, 15ὅτι εἴπατε· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας. Συμφωνεῖ καὶ ταῦτα τοῖς προηρμηνευμένοις· τὴν ἀλαζονείαν γὰρ αὐτῶν καὶ τὴν ἄνοιαν διὰ τούτων ἐλέγχει· ἀεὶ γὰρ ἤλπιζον κρείττους ἔσεσθαι τῶν δεινῶν. Ἀντὶ δὲ τοῦ· ἄνδρες τεθλιμμένοι, οἱ Λοιποὶ Ἑρμηνευταὶ «ἄνδρες χλευασταὶ» τεθείκασιν· κατέπαιζον γὰρ τῶν διὰ τῶν προφητῶν προσφερομένων αὐτοῖς ἀπειλῶν. Τῆς δὲ Ἱερουσαλὴμ οὐχ ὡς ἀληθῶς ἄρχοντας τοὺς τοῦ Ἐφραὶμ ὀνομάζει, ἀλλ' ὡς τοῦτο ἔσεσθαι φαντασθέντας· τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσθεν ὁ προφήτης ἐδίδαξεν, ὅτι τὴν Δαυιτικὴν βασιλείαν ἐβουλεύσαντο καταλῦσαι καὶ τὸν υἱὸν Ταβεὴλ βασιλεῦσαι καὶ ὑπηκόους αὐτοὺς ἑαυτῶν καταστῆσαι. Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς· ἐθήκαμεν γὰρ ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Ἀνδρῶν ἐστι μεμηνότων ταῦτα τὰ ῥήματα καὶ κατ' αὐτῆς τοῦ θεοῦ τῆς δίκης θρασυνομένων. 16 Διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός· Ἰδοὺ ἐγὼ (ἐμ)βάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον θεμέλιον εἰς τὰ θεμέλια (αὐτῆς), καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ. Ἀνοίας ἐσχάτης εἶναι νομίζω τὸ ταύτην τῷ Ἐζεκίᾳ προσαρμόζειν τὴν προφητείαν· εἰς ἄνθρωπον γὰρ πιστεύειν οἱ θεῖοι ἀπαγορεύουσι λόγοι· «Μὴ πεποίθατε» γάρ φησιν «(ἐπὶ ἄρ)χοντας, ἐπὶ υἱοὺς ἀνθρώπων οἷς οὐκ ἔστι σωτηρία», καί· «Ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα (ἔχ)ει ἐπ' ἄνθρωπον», (καί· «Ἀγα)θὸν (πεποι)θέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον», ἐνταῦθα δὲ ὁ προφητικὸς ἐπαινεῖ λόγος τὸν εἰς τὸν λίθον τοῦτον πιστεύοντα. (Ἀκρογωνι)αῖος δὲ λίθος ὁ δεσπότης Χριστὸς «ὁ ποιήσας τὰ ἀμφότερα ἕν», ὁ ἐν αὐτῷ τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐξ Ἰσραὴλ (συν)άψας (κα)ὶ ἕνα λαὸν ἀποφήνας. Αὐτὸς δὲ καὶ θεμέλιος κέκληται· «Θεμέλιον γάρ» φησιν «οὐδεὶς ἄλλον δύ(νατ)αι (θεῖναι) παρὰ τὸ κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.» Ἐπειδὴ γὰρ ἠπείλουν οἱ τῶν δέκα φυλῶν καταλύειν τὴν Δαυιτικὴν [βασι]λείαν, τὸ ἄμαχον αὐτῆς ὑποδείκνυσι καὶ τὸν ἐκεῖθεν δίχα χειρῶν τμηθησόμενον προθεσπί[ζει] λίθον, [ὃς] ἐγένετο ὄρος μέγα καὶ τὴν οἰκουμένην ἐκάλυψεν. 17 Καὶ θήσω κρίσιν εἰς ἐλπίδα, τὴν δὲ ἐλε(ημοσύνην) μου εἰς σταθμούς. Τοῦτο ὁ Σύμμαχος οὕτω ἡρμήνευσεν· «Καὶ θήσω κρίμα εἰς σπαρτίον καὶ (δικ)αιοσύνην εἰς διαβήτην.» Ἀντὶ τοῦ· Δικαίαν κατὰ τῶν ἀντιλεγόντων ἐξοίσω ψῆφον. Καὶ γὰρ ὁ |135 a| διαβήτης ἴσην δείκνυσι τῶν λίθων τὴν ἐπιφάνειαν, καὶ ἡ σπάρτος διευθύνει τῆς οἰκο[δομίας τοὺς σταθμούς. Διὰ] τούτων τοίνυν ἔδειξε τῆς ψήφου τὸ δίκαιον. Ἐντεῦθεν καὶ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν νοήσωμεν· [ἐλ]πί[δα] φησὶ δικαίαν κρίσιν καὶ ἐλεημοσύνην τῷ δικαίῳ συγκεκραμένην. Καὶ γὰρ ὁ τῆς θύρας σταθμὸς διὰ τῶν οἰκο[δομικῶν] ὀργάνων ἐδέξατο τὴν εὐθύτητα. Καὶ οἱ πεποιθότες μάτην ψευδεῖς· ὅτι οὐ μὴ παρέλθῃ ἡμᾶς καταιγίς, 18μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἐλπὶς ὑμῶν πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα· 19ὅταν ἐπέλθῃ, λήψεται ὑμᾶς. Καὶ ταῦτα οὕτως ὁ Σύμμαχος τέθεικεν· «Καὶ ὁ προμαχὼν ὁ διὰ τὴν χάλαζαν, ἡ πεποίθησις ἡ ψευδὴς καὶ ἡ σκέπη ἡ διὰ τὸ ὕδωρ ἐπικλύσει· καὶ ἐξαλειφθήσεται ἡ συνθήκη ὑμῶν ἡ πρὸς τὸν θάνατον καὶ ἡ προσφυγὴ ὑμῶν ἡ πρὸς τὸν ᾅδην.» Οὐδὲν ὑμᾶς φησιν ἀπαλλάξει τῶν ἐπιφ[ερο]μένων δεινῶν, ἀλλ' ἐλεγχθήσεται τῆς ἐλπίδος ὑμῶν τὸ μάταιον. Ὅτι πρωὶ πρωὶ παρελεύσεται, ἡμέρας καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. Πρωὶ πρωὶ τὴν ταχύτητα λέγει καὶ προλέγει τὰ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ἐπενεχθησόμενα αὐτοῖς κακά. Μάθετε ἀκούειν 20στενοχωρούμενοι. Δι' αὐτῶν μαθήσεσθε τῶν πραγμάτων μετὰ κατ[ανύ]ξεως τὸν προφητικὸν ἐπαινεῖ<ν> λόγον. Οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι. 21Ὥσπερ ἐν τῷ ὄρει τῶν διακοπῶν ἀναστήσεται κύριος <ὡς> ἐν τῇ φάραγγι Γαβαών, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργα. Ἱστορίας ἡμᾶς ἀνέμνησεν· τοῦ μακαρίου γὰρ Ἰησοῦ τοῦ Ναυὴ στρατηγοῦντος καὶ τοῖς πέντε [βασι]λεῦσι πολεμοῦντος, οἳ κατὰ τῶν Γαβαωνιτῶν ἐπεστράτευσαν, ἐπήμυνε προφανῶς καὶ αὐτὸς ὁ τῶν ὅλων θεὸς [νι]φάδας λίθων χαλάζης ἄνωθεν κατ' αὐτῶν σφενδονήσας. Οὕτως φησὶ καὶ νῦν δείξει τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν. Ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Οὐκέτι γὰρ ὑμῶν ὡς οἰκείου προμηθεῖται (λαοῦ), ἀλλ' ὡς κατ' ἐκείνων τῶν παντάπασιν αὐτὸν ἠγνοηκότων χρήσεται καθ' ὑμῶν τῷ θυμῷ. 22 Καὶ ὑμεῖς μὴ εὐφρανθ(είητε), μηδὲ ἰσχύσουσιν ὑμῶν οἱ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ κυρίου (Σα)βαὼθ ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. Δεσμοὺς τὸ θράσος ἐκάλεσεν. Παρεγγυᾷ δὲ αὐτοῖς μὴ εὐφραίνεσθαι (μη)δὲ τῇ οἰκείᾳ δυνάμει θαρρεῖν· ἃ γὰρ προεῖπον, παρὰ τοῦ τῶν ὅλων θεοῦ ἀκήκοα· ἀψευδὴς δὲ ὁ θεῖος λόγος. 23 Ἐνωτίζεσθε καὶ (ἀκούετε) τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου. 24Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἄνθρωπος ὁ ἀροτριῶν ἀροτριᾶν; ἢ σπ(όρον) προετοιμάσει πρὸ τοῦ ἐργάσαι τὴν γῆν αὐτοῦ; 25Καὶ ὅταν αὐτῆς ὁμαλίσῃ τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον (καὶ κύ)μινον, καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν καὶ κέγχρον καὶ ζειὰν ἐν τοῖς ὁρίοις σου. Ἀπειλήσας ταῖς δέκα φυλαῖς τὴν [τιμωρίαν] πρὸς τοὺς τὴν Ἱερουσαλὴμ κατοικοῦντας μεταφέρει τὸν λόγον καὶ παρακελεύεται αὐτοῖς προθύμως τῆς προφ[ητείας] ἀκούειν καὶ δείκνυσι τὸν μὲν γεωργὸν οὐκ ἀεὶ γεωργοῦντα αὐτῶν τὰς ψυχὰς καὶ κατασπείροντα. Με[λάνθιον] καὶ κύμινον αὐτοὺς καλεῖ, τὰ δὲ ἄλλα σπέρματα τοὺς ἄλλους ἀνθρώπους. Ὥσπερ γὰρ ὁ ἐκ πυρῶν καὶ κριθῶν [καὶ] ζειῶν ἄρτος τὸ κύμινον δεχόμενος καὶ τὸ μελάνθιον ἡδίων γίνεται, οὕτω διὰ τούτων τοῖς ἄλλοις ἔθνεσιν ὁ θεὸς τὴν ὠφέλειαν ἐπόριζεν. Διὰ τοῦτο καὶ τοὺς ἱεροὺς ἀποστόλους ἅλας ὠνόμασεν, δηλονότι τοὺς ἄλλους ἀνθρώπους σῖτον κ[εκληκώς]. Τοῦτο δὲ καὶ ἐν τοῖς ἐφεξῆς διδάσκει σαφέστερον· 26 Καὶ παιδευθήσῃ κρίματι θεοῦ καὶ εὐφρανθήσῃ. Σέ φησι (πατρικῶς), παι(δε)ύσω, οὐ δικαστικῶς κολάσω. 27 Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, <οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον, ἀλλὰ ῥάβδῳ τινάσσεται τὸ μελάνθιον,> τὸ δὲ κύ(μινον βακ)τηρίᾳ, 28καὶ μετὰ ἄρτου βρωθήσεται. Ὑμᾶς φησι δίκην μελανθίου καὶ κυμίνου ῥάβδῳ παίω, τοὺς (δὲ) Ἀσσυρίους ὡς ζειὰς καὶ κριθὰς πρίονι δι' ἁμάξης λεπτυνῶ. Οὐ γὰρ εἰς τὸν αἰῶνα ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. Ἀντὶ τοῦ· ὥσπερ τοὺς [Ἀσσυρίους]. Ταύτης δὲ ἀπέλαυον τῆς μακροθυμίας Ἰουδαῖοι, ἡνίκα ἦσαν μελάνθιον καὶ κύμινον καὶ «(ἄμπελος εὐκλη)ματοῦσα». Ἐπειδὴ δὲ ἀντὶ τούτων ἀκάνθας ἐβλάστησαν, ταῖς Ῥωμαϊκαῖς καὶ αὐτοὶ παρ[εβλήθησαν ἁ]μάξαις. Ὁ μέντοι προφήτης, ὥσπερ ἐπὶ τῆς τιμωρίας τῶν δέκα φυλῶν εἴρηκε παρ[ὰ τοῦ θεοῦ τῶν] ὅλων δεδέχθαι τὴν ψῆφον, οὕτω κἀνταῦθα· 29 Καὶ ταῦτα παρὰ κυρίου Σαβαὼθ ἐξῆλθε τὰ (τέρατα). [Εἶτα] συμβουλὴν ἐπάγει· Βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν. Τοῦτο δὲ ὁ (Σύμμαχος) [οὕτω] τέθεικεν· «Καὶ τοῦτο παρὰ κυρίου δυνάμεων ἐξῆλθε, παρεδόξασε βουλήν, ἐμεγάλυνε σωτηρίαν.» [Παρὰ δόξαν] φησὶν ἔδειξεν ἀγαθότητα καὶ παρ' ἀξίαν ἡμῖν δέδωκε σωτηρίαν. Κατὰ [δὲ τοὺς Ἑβδομήκοντα |135 b| αἰνίττεται] ὁ λόγος τὴν ἐσομένην αὐτῶν πανωλεθρίαν· οὐκ ἀνεχόμενοι γὰρ τῆς προφητικῆς διδας[καλί]ας ἀλλὰ τὴν ἐναντίαν ὁδεύσαντες μάτην ἐψυχαγωγοῦντο ταῖς ἀγαθαῖς ὑποσχέσεσιν. Ἐφ' ἑτέραν [ἐν]τεῦθεν ὁ προφήτης πρόρρησιν μεταβαίνει καὶ τῆς Μωαβίτιδος προλέγει τὰς συμφοράς· 291 Οὐαὶ Ἀριὴλ Ἀριὴλ πόλις ἣν Δαυὶδ ἐπολέμησεν. Ἀριὴλ ἡ Ἀρεόπολις καλεῖται· τῆς δὲ Μωαβίτιδός ἐστιν αὕτη [πόλ]ις ἐπίσημος. Συναγάγετε γενήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν. Ἑορταὶ συγκρουσθήσονται· φάγεσθε γὰρ σὺν Μωάβ. 2Ἐκ(θλί)ψω δὲ Ἀριήλ. Μωὰβ τὴν Χαραχμωβὰν καλεῖ. Προμηνύει δὲ ὁ λόγος τὴν ἐσομένην πολιορκίαν. Ἐν ταύταις [γὰρ χρὴ] διαφερόντως ἔνδον ἔχειν τῶν περιβόλων τῶν ἀναγκαίων τὴν χρείαν. Καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦ(τος ἐμ)οί. 3Καὶ κυκλώσω ὡς Δαυὶδ ἐπὶ σὲ καὶ βαλῶ ἐπὶ σὲ χάρακα καὶ θήσω ἐπὶ σὲ πύργους. Φασί τινες μετὰ [τὴν] ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοὺς Ἰουδαίους σύμμαχον ἔχοντας τὴν θείαν ῥοπὴν καταλῦσαι τοὺς Μω[αβίτ]ας. Καὶ ὁ προφητικὸς δὲ τοῦτο αἰνίττεται λόγος· Ἔσται γὰρ αὐτῆς φησιν ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί, τουτέστιν εἰς τὸν ἐμὸν κομισθήσεται ναόν. 4 Καὶ ταπεινωθήσονται εἰς τὴν γῆν οἱ λόγοι σου κάτω, καὶ ταπεινωθήσῃ· εἰς (τὴν γῆν) λαλήσεις, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου καταδύσονται, καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς (τὸ ἔδ)αφος ἡ φωνή σου ἀσθενήσει. Ἐπειδὴ βλάσφημα κατὰ τοῦ θεοῦ τῶν ὅλων ἐφθέγγοντο—τὸν Χαμὼς γὰρ ἐνόμι[ζον κρείττονα] καὶ διὰ τοῦτο κατεγέλων τῶν Ἰουδαίων τὸν τῶν ὅλων προσκυνούντων θεόν—, ἀπειλεῖ αὐτοῖς δουλείαν καὶ δει[λίαν] καὶ ἀφάνειαν. Τοὺς δὲ ἐκ τῆς γῆς φωνοῦντας τοὺς δαίμονας λέγει τοὺς ἐν τύπῳ νεκρῶν φαινομένους καὶ [φαι]ὰ φθεγγομένους. Τούτοις ἀπεικάζει τῶν Μωαβιτῶν τὴν φωνήν. Ἀπεικάζει δὲ αὐτῶν καὶ τὴν δυναστείαν [καὶ] τὴν εὐπορίαν κονιορτῷ τοίχου καταλυομένου καὶ κόνει ὑπὸ λαίλαπος φερομένῃ. 5 Καὶ ἔσται ὡς στιγμὴ 6παρὰ (κυρίου) Σαβαώθ. Ἐν ἀκαρεῖ φησι καὶ συντόμως τὸν ὄλεθρον δέξεται. Ἐπισκοπὴ γὰρ ἔσται αὐτῆς μετὰ (βρ)οντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης καὶ καταιγίδος φερομένης καὶ φλογὸς πυρὸς κατεσθιούσης. Τοῦτο [καὶ κατ'] ἄλλων ἐθνῶν πεποίηκεν ὁ θεός, καὶ σαφῶς ἡμᾶς αἱ παλαιαὶ διδάσκουσιν ἱστορίαι. Εἶτα ὀνείρῳ [ἀπ]εικάζει τῶν ἐθνῶν ἁπάντων τὴν δυναστείαν τῶν κατὰ τῆς Ἱερουσαλὴμ στρατευσάντων· 8 Ἔσονται γάρ φησιν ὡς (οἱ ἐν τ)ῷ ὕπνῳ πίνοντες καὶ ἐσθίοντες, καὶ ἐξαναστάντων μάταιον τὸ ἐνύπνιον αὐτῶν· καὶ ὃν τρόπον ἐνυπνι(άζε)ται ὁ διψῶν ὡς ὁ πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦ(τος ἁ)πάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ τὸ ὄρος Σιών. Συνάπτει τῇ κατὰ τῶν Μω[αβιτ]ῶν προρρήσει καὶ τὰ κατὰ τοῦ Σενναχηρὶμ συμβεβηκότα· καὶ γὰρ ἐκεῖνος ἀπόνως ἐλπίσας ἀνά[στ]ατον ποιήσειν τὴν Ἱερουσαλὴμ οὐ μόνον οὐ δέδρακεν ἅπερ ἤλπισεν ἀλλὰ καὶ πέπονθεν ἅπερ οὐκ ἤλπισεν· καὶ ἐῴκει [οὕτω]ς τῷ πεινῶντι μὲν καὶ διψῶντι, ὄναρ δὲ ἐσθίοντι καὶ πίνοντι, μετὰ δὲ τὴν ἐγρήγορσιν τῆς ἀπά[της α]ἰσθανομένῳ· οὕτω γὰρ κἀκεῖνος μετὰ τὸν ὄλεθρον τῶν πολλῶν μυριάδων αἴσθησιν τῆς οἰκείας [ἔσχεν] ἀσθενείας. 9 Θαυμάσατε καὶ ἔκστητε καὶ ἀπατήθητε καὶ ὑπεραπατήθητε καὶ μεθύσθητε οὐκ ἀπὸ (οἴνου) καὶ κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδὲ ἀπὸ οἴνου κινούμενοι, 10ὅτι πεπότικεν ὑμᾶς κύριος πνεῦμα (κατανύ)ξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τῶν ἀρχόντων ὑμῶν καὶ τῶν προφητῶν ὑμῶν (τῶν ὁρ)ώντων τὰ κρυπτά. Ἀντὶ τοῦ κατανύξεως «καρώσεως» μὲν ὁ Σύμμαχος τέθεικεν, ὁ δὲ Θεοδοτίων «ἐκστάσεως», [ὁ δὲ] (Ἀκύλα)ς «καταφορᾶς». Τὸν ὄλεθρον τοῦ Ἀσσυρίου θαυμάσαντες Ἰουδαῖοι ἤλπισαν ἀεὶ κρείττους ἔσεσθαι [τῶν πολεμούν]των. Ταύτην καλεῖ ὁ προφητικὸς λόγος ἀπάτην. Ὁ δὲ θεὸς αὐτοὺς λέγεται καρῶσαι ἢ ἐκστῆσαι, παρὰ [πᾶσαν] ἐλπίδα τὴν παράδοξον αὐτοῖς ἐκείνην δωρησάμενος σωτηρίαν. Ἔδει δὲ αὐτοὺς συνειδέναι ὡς [φειδοῦς τη]νικαῦτα παρέσχον ἀφορμὴν τῇ θείᾳ φιλανθρωπίᾳ μεταμελείᾳ χρησάμενοι. Μετὰ δὲ ταῦτα τὴν [ὑπερ]βάλλουσαν ἀσπασάμενοι πονηρίαν οὐκ εἰκότως ἐθάρρουν τῇ θείᾳ φιλανθρωπίᾳ. Ἑαυτοὺς τοίνυν ἠ[πάτησαν] τῆς θείας οἰκονομίας τὴν σοφίαν οὐκ ἐθελήσαντες συνιδεῖν. Οὗ δὴ χάριν φησίν· 11 Καὶ ἔσται ὑμῖν (πάντα τὰ ῥήμα)τα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ (ἀνθρώπῳ ἐπιστα)μένῳ γράμματα λέγοντες αὐτῷ· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι, |136 a| ἐσφράγισται γάρ· 12καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα καὶ (ἐροῦσιν) αὐτῷ· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι, οὐκ ἐπίσταμαι γράμματα. Τὸ ἀπειθὲς αὐτῶν καὶ ἀντίλο[γον] καὶ ἀσύνετον διὰ τούτων τῶν λόγων ἐδήλωσεν. Προλέγει δὲ ὅμως καὶ ἕτερόν τι ὁ θεῖος λόγος. Πάλαι γὰρ τὰς περὶ τοῦ κυρίου προρρήσεις οὔτε Ἰουδαῖοι συνορᾶν ἠδύναντο κεκαλυμμένας καὶ οἱονεὶ σφραγίδων ἐντὸς ἀποκειμένας οὔτε τὰ ἔθνη τὰ προφητικὰ μὴ ἐπιστάμενα γράμματα· μετὰ μέντοι τὴν δεσποτικὴν ἐπιφάνειαν ἀφαιρεθεισῶν τῶν σφραγίδων—τὰ γὰρ πράγματα μαρτυρεῖ τοῖς λόγοις— καὶ πλεῖστοι ἐξ Ἰουδαίων τῶν προρρήσεων ἔμαθον τὴν διάνοιαν καὶ τὰ ἔθνη μεμάθηκε τῆς εὐσεβείας τὰ γράμματα καὶ ἀναγινώσκουσι τὸ βιβλίον, ὃ τοῖς ἀπιστοῦσι τῶν Ἰουδαίων ἐσφραγισμένον ἔτι μεμένηκεν. Πρῶτος δὲ αὐτὸς ὁ κύριος τὰς τῆς προφητ[είας] περιεῖλε σφραγῖδας· εἰσελθὼν γὰρ εἰς τὴν συναγωγὴν καὶ λαβὼν τὸν προφήτην Ἡσαΐαν καὶ ἀναγνούς· «Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν κα(ρδί)αν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν» καὶ τὰ ἑξῆς ἐπήγαγεν· «Σήμερον ἐπληρώθη ἡ γραφὴ αὕ(τη) ἐν τοῖς ὠσὶν ὑμῶν.» Ὁ μέντοι προφήτης, μᾶλλον δὲ ὁ τούτου θεός, καὶ ἑτέραν αὐτοῖς ἐπάγει κατηγορίαν· 13 Εἶπε γάρ φησι κύριος· Ἐγγίζει μοι ὁ λαὸς οὗτος, τῷ στόματι αὐτῶν καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. Καὶ ταύτης τῆς μαρτυρίας ὁ κύριος ἐμνημόνευσε τῶν Φαρισαίων κατηγορῶν καὶ διδάσκων ὡς τοῦ θείου νόμου καταφρονοῦντες ἰδίαις ἐχρῶντο νομοθεσίαις. Καὶ ὁ προφήτης δὲ Ἱερεμίας κατηγορεῖ αὐτῶν λέγων· «Ἐγγὺς εἶ τοῦ στόματος αὐτῶν καὶ πόρ(ρω) ἀπὸ τῶν νεφρῶν αὐτῶν» <καὶ ὁ μακάριος Δαυίδ· «Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν> καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ.» Αἰνίττεται δὲ διὰ τούτων τῆς ἀρνήσεως τὴν ὀξύτητα· ὥσπερ γὰρ ἡ γλῶσσα πελάζει τοῖς χείλεσιν, οὕτως φησὶ τῇ ὁμολογίᾳ αὐτῶν ἡ ἄρνησις. 14 Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον καὶ μεταθήσω αὐτοὺς μεταθέσει. Οὐ γὰρ μόνον (εἰς) Βαβυλῶνα ἀπάξω, ἀλλὰ καὶ εἰς πᾶσαν τὴν οἰκουμένην διασπερῶ. Καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν αὐτοῦ καὶ τὴν σύνεσιν τῶν <συνετῶν> αὐτοῦ κρύψω. Φροῦδα γὰρ τὰ τῶν Φαρισαίων καὶ γραμματέων· ἀνοίας γὰρ ἦν πλήρης ἡ δοκοῦσα σοφία. 15 Οὐαὶ τοῖς βαθέως ποιοῦσι βουλὴν καὶ οὐ διὰ κυρίου, οἱ ἐν κρυφῇ βουλὴν (ποι)οῦντες, καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσιν· Τίς ἡμᾶς ἑώρακε καὶ τίς ἡμᾶς γνώσεται, 16οἷα ἡ(μεῖς) ποιοῦμεν; Ταῦτα καὶ κοινὴν ἔχει κατηγορίαν κατὰ τῶν οἰομένων λήσειν τὸν τῶν ὅλων ἔφορον ὀφ[θαλμὸν] καὶ ἰδίαν γραμματέων καὶ Φαρισαίων, οἳ δόλῳ χρησάμενοι συνεργῷ πολλὰς ἐρωτήσεις τῷ σωτῆρι [προσέ]φερον πειρώμενοι, ᾗ φησιν ὁ εὐαγγελιστής, παγιδεῦσαι αὐτὸν ἐν λόγῳ, ἀλλὰ καὶ συμβούλιον πολλάκις ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ἀλλ' ὅμως καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασι τοῖς οἰομένοις ἀγνοεῖν τὸν θεὸν [τὰ] κρύβδην γινόμενα τὸ πανάγιον πνεῦμα διὰ τοῦ προφήτου φησίν· Οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογι(σθήσε)σθε; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Οὐ συνετῶς με ἔπλασας; καὶ τὸ ποίημα τῷ ποιήσαντι· Οὐ (συνε)τῶς με ἐποίησας; Πῶς οἷόν τέ φησι τὸν κεραμέα τὸν πηλὸν ἀγνοεῖν; Εἰ δὲ ἐκεῖνος οἶδεν ὁ διαπλά[στης, πόσῳ] μᾶλλον ἐγὼ τοῦ κεραμέως ὁ ποιητής. Ἀλλ' ὁ μὲν πηλὸς οὐκ ἀντιλέγει τῷ κεραμεῖ οὐδὲ τῆς ἐκείνου [ἐργασίας κα]τηγορεῖ—καὶ ταῦτα τὴν αὐτὴν ἐκείνῳ φύσιν ἔχων· ἐκ πηλοῦ γὰρ κἀκεῖνος—, ὑμεῖς δὲ ἀντιτείν[ετε τῷ θεῷ]. Μάθετε τοίνυν τὴν ἐντεῦθεν ὑμῖν ἐσομένην βλάβην· ὥσπερ γὰρ ὁ κεραμεὺς τὰ ἤδη πλασθέντα καὶ (μηδέπω) πυρὶ ὁμιλήσαντα ἀνασκευάσαι δύναται καὶ πάλιν ἕτερα ἀντ' ἐκείνων κατασκευάσαι, οὕτως (ἐγὼ μὲν) ὑμᾶς ἀπώσομαι, τὰ δὲ ἔθνη προσλήψομαι καὶ τὴν ἐν ὑμῖν ἀνθοῦσαν πνευματικὴν χάριν εἰς ἅπας(αν τῶν) ἀνθρώπων μεταθήσω τὴν φύσιν. Τοῦτο γὰρ διὰ τῶν ἑξῆς δεδήλωκεν· 17 Οὐχὶ ἔτι μικρὸν καὶ μετατε(θήσεται ὁ Λί)βανος ὡς τὸ ὄρος τὸ Χερμὲλ καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται; Λίβανον τὰ ἔθνη καλεῖ διὰ τὴν (προτέραν) ἀσέβειαν, καὶ αὐτὸ δὲ τὸ ὄρος οὐκ Ἰουδαίων ἦν ἀλλ' ἐθνῶν. Χερμὲλ δὲ τὸν Κάρμηλον· ὄρο(ς δὲ τοῦτο πο)λυφόρον καὶ πολύκαρπον ἐν τῇ τοῦ Ἰσραὴλ κείμενον χώρᾳ. Τροπικῶς τοίνυν διδάσκει τὴν τῶν (ἐθνῶν καὶ τῶν Ἰουδαίων |136 b| ἐν)αλλαγήν· δοθήσεται γάρ φησι τῷ Λιβάνῳ—τουτέστι τοῖς ἔθνεσιν—ἡ τοῦ Καρμήλου —τουτέστι τῶν Ἰουδαίων—[εὐ]καρπία, ὁ δὲ Κάρμηλος— τουτέστιν Ἰουδαῖοι—δρυμὸς ἔσονται ἄκαρπος. Καὶ ὁρῶμεν τὴν τῆς προφητείας ἀλήθειαν· καὶ γὰρ καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν ἀκαρπίαν μιμοῦνται δρυμόν. 18 Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου. Οἱ μὴ εἰδότες γράμματα, οἱ ἐξ ἐθνῶν πεπιστευκότες, οἱ μὴ δυνάμενοι διαγνῶναι τὸν προφητικὸν χαρακτῆρα, οὗτοι τούτων ἐπακούσονται προθύμως τῶν λόγων. Καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται. Ἀληθῶς ἦσαν ἐν σκότῳ καὶ ὁμίχλῃ καθήμενοι τὴν κτίσιν ὁρῶντες καὶ τὸν ταύτης ποιητὴν ἀγνοοῦντες, ἀλλ' ὅμως καὶ οὗτοί φησιν ὄψονται τῆς ἀληθείας τὸ φῶς. 19 Καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ (κύριον ἐν) εὐφροσύνῃ. Τοὺς αὐτοὺς καὶ πτωχοὺς ὀνομάζει τοῦ παναγίου πνεύματος τὴν εὐπορίαν οὐκ ἐσχηκότας. Καὶ οἱ (ἀπ)ελπισμένοι τῶν ἀνθρώπων πλησθήσονται εὐφροσύνης. Ἀπεγνωσμένοι γὰρ ὑπὸ Ἰουδαίων παρὰ πᾶσαν ἐλπίδα τῆς σωτηρίας ἀπέλαυσαν. 20 Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ 21καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ. Τῶν ἐθνῶν προθεσπίσας τὴν σωτηρίαν προλέγει καὶ τῶν ἀπιστησάντων Ἰουδαίων τὴν τιμωρίαν. Διαφερόντως δὲ αὐτῶν τῶν ἀρχιερέων καὶ γραμματέων κατηγορεῖ· οὗτοι γὰρ ἁμαρτάνειν τῇ γλώττῃ [τοὺς] ὑπηκόους ἠνάγκαζον· καὶ μάρτυς ὁ εὐαγγελιστὴς διδάσκων ὡς ἐκέλευσαν ἅπαντας τοὺς ὁμολογοῦντας [τὸν σωτῆρα] Χριστὸν ἀποσυναγώγους γενέσθαι. Πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσι καὶ ἐπλα(γίας)αν ἐν ἀδίκοις δίκαιον. Οὕτω φησὶν ἔφευγον τοὺς μετὰ παρρησίας ἐλέγχοντας, ἐκκλίνοντες λίθον ἐν μέ[σῳ] κείμενον καὶ προσπ<τ>αίειν παρασκευάζοντα. Καὶ μέντοι καὶ τοῖς ἀπατηλοῖς αὐτῶν λόγοις τοὺς ἁπλότητι συζῶντας [ἀπέτρ]επον τῆς εὐθείας ὁδοῦ. 22 Διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ. [Πολλῶν ἐ]γένετο παίδων Ἀβραὰμ ὁ πατριάρχης πατήρ· καὶ γὰρ Ἰσμαὴλ ἐξ Ἀβραὰμ καὶ οἱ ἐκ τῆς [Ῥεύμ]ας τεχθέντες· καὶ μέντοι καὶ ὁ Ἠσαῦ ἐκεῖθεν κατάγει τὸ γένος. Αἰνίττεται τοίνυν ὁ λόγος τὴν [τοῦ θεοῦ] εὐεργεσίαν καὶ ὅτι οὐ τῇ φύσει προσέχει ὁ δίκαιος κριτὴς ἀλλὰ πίστιν ζητεῖ. Εἰ γὰρ τοῦ Ἀβραάμ φησιν [ἠγά]πων τὸ γένος, πάντας ἂν τοὺς ἐξ Ἀβραὰμ τῆς ἴσης κηδεμονίας ἠξίωσα· ἐπειδὴ δὲ ἀρετὴν ζητ[ῶ], προτετίμηκα τῶν ἄλλων τὸν Ἰακώβ. Τοῦτον δὲ ὑμεῖς ῥίζαν αὐχεῖτε τοῦ γένους. Εἶτα διδάσκει ὁ προφήτης, τίνα τοῦ γένους εἴρηκεν· Οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον αὐτοῦ μεταβαλεῖ· 23(ἀλλ' ὅ)ταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου καὶ ἁγιάζουσι τὸν ἅγιον τοῦ Ἰακὼβ καὶ τὸν θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται. 24Καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. Ἰα[κὼ]β τοὺς ἐξ Ἰακὼβ καλεῖ. Τούτων δὲ ἀναίδειαν κατηγορεῖ καὶ διδάσκει ὡς πολλὴν δεξάμενοι διδα[σκαλ]ίαν οὐκ ἐνετράπησαν, μετὰ δὲ τὰς συμφορὰς τὴν ὠφέλειαν ἐδέξαντο· καὶ γὰρ μετὰ τὴν ἀπὸ [τῆς Βα]βυλῶνος ἐπάνοδον ἀπέστησαν τῆς περὶ τὰ εἴδωλα πλάνης. Ἁρμόττει δὲ κυρίως ἡ προφητεία [τοῖς ἐξ αὐ]τῶν εἰς τὸν σωτῆρα πεπιστευκόσι Χριστόν· οὗτοι γὰρ ἀληθῶς πρῶτον μὲν ἐγόγγυσαν, ὕστερον δὲ [ἐπίστευσα]ν. Ἐγόγγυσαν γάρ φησιν «Ἰουδαῖοι λέγοντες· Πῶς δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν;» [Οἱ δὲ] ἐξ αὐτῶν ὕστερον πιστεύσαντες τῆς σωτηρίας ἀπέλαυσαν. Καὶ αἱ γλῶσσαι (αἱ ψε)λλίζουσαι (μαθήσονται λαλεῖ)ν εἰρήνην· ἀντὶ γὰρ τῆς βλασφημίας ὑμνῳδίαν προσφ(έρο)υσιν. [Ἐντεῦ]θεν μετα[φέρει τὸν λόγ]ον εἰς Αἴγυπτον. Τῆς γὰρ Ἱερουσαλὴμ ἐμπρησθείσης καὶ τῶν πλείστων ἀπαχθέντων δορυα[λώτων, οἱ λοιποὶ] διέφυγον τῶν πολεμίων τὰς χεῖρας <καὶ> κατ' αὐτῶν ἠθροίσθησαν. Ναβουζαρδὰν δὲ τού[τοις ὁ ἀρχιμ]άγειρος ἄρχοντα ἐδεδώκει τὸν Γοδολίαν. Τοῦτον ὁ Ἰσμαὴλ ἀνεῖ[λε] τῆς ἡγεμονίας [ἐπιθυμή]σας. Δείσαντες οὖν οἱ λοιποὶ φυγεῖν εἰς Αἴγυπτον ἠβουλήθησαν. Τούτους ὁ προ[φήτης Ἱερε]μίας πολλοῖς χρώμενος λόγοις ἐπισχεῖν ἐπειράθη, ἀλλὰ τῆς ἀπειθοῦς αὐτῶν καὶ ἀτε[ράμονος οὐ] περιεγένετο γνώμης· κατέλαβον γὰρ τὴν Αἴγυπτον. Τούτοις ὁ θεὸς διὰ τοῦ προ[φήτου λέγει]· 301 Οὐαὶ τέκνα ἀποστάται. Καὶ καλεῖ τέκνα τοὺς πατέρα καλεῖν αὐτὸν οὐκ ἐθέλοντας καὶ [τούτους θρηνεῖ] φιλόστοργον μητέρα μιμούμενος· θρῆνος γάρ ἐστι τὸ οὐαί. Ἐποιήσατε βουλὴν καὶ |137 a| οὐ δι' ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου τοῦ προσθεῖναι ἁμαρτίας ἐπὶ ἁμαρτίαις. Οὐ[κ ἐλάλησε] γὰρ αὐτοῖς διὰ τοῦ προφήτου τὸ πανάγιον πνεῦμα, αὐτοὶ δὲ βλασφήμοις κατὰ τοῦ θεοῦ τῶν ὅλων ἐχρήσαντο λόγοις καὶ τετολμήκασιν εἰπεῖν ὡς, ἐξ οὗ τῆς τῶν εἰδώλων ἀπέστησαν θεραπείας, ταῖς παντοδαπαῖς περιέπεσον συμφοραῖς. 2 Οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν τοῦ βοη<θη>θῆναι ὑπὸ τοῦ Φαραὼ καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων. Εἶτα δείκνυσι τὸ ἀνόητον τῆς φυγῆς· 3 Ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραὼ εἰς αἰσχύνην καὶ τοῖς πεποιθόσιν ἐπ' Αἰγυπτί(ους) ὄνειδος. 4Ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ αὐτοῦ καὶ ἄγγελοι αὐτοῦ πονηροί· μάτην κοπιάσουσι 5πρὸς λαόν, ὃς οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν οὐδ' εἰς ὠφέλειαν ἀλλ' εἰς αἰσχύνην καὶ ὄνειδος. Διαβάλλει τῶν Αἰγυπτίων τοὺς ἄρχοντας ὡς βλάψαι μὲν ἱκανούς, εἰς ὠφέλειαν δὲ ἀδρανεῖς. Προεῖπε δὲ καὶ τῆς καταφυγῆς τὸ ἀκερδές, μᾶλλον δὲ τὸ ἐπονείδιστον. Ἐπιστρατεύσας γὰρ καὶ κατ' ἐκείνων ὁ Βαβυλώνιος καὶ αὐτοὺς καὶ τοὺς ἐκεῖ καταφυγόντας Ἑβραίους ἐνίκησε καὶ ἀνδραποδίσας ἀπήγαγεν. Παιδευόμεθα τοίνυν ἡμεῖς τὴν Δαυιτικὴν μελῳδίαν λέγειν· «Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ' ἄρχουσιν.» Ταύτῃ γὰρ τῇ ἐλπίδι φραττόμενοι, κἂν ὑπὸ μυρίων κυκλωθῶμεν κακῶν, κρείττους ἐσόμεθα τῶν δεινῶν· «Πάντα» γάρ φησι «τὰ ἔθνη ἐκύκλωσάν με, ἐγὼ δὲ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς.» ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ μεγαλοπρέπεια νῦν [καὶ] ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg008.local001/.
